Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §401-479

献祭处女的神谕与麦卡里亚的登场

第 6 段,共 13 段 · 希腊语

内容简介

德墨丰透露了神谕,称必须向德墨忒尔的女儿献祭一位高贵的处女才能拯救雅典,但他拒绝牺牲本国公民。约拉欧斯感到绝望,提出由自己代替献祭,但遭到拒绝。听到其哀叹的麦卡里亚此时走了出来。

§401θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.
城邦在占卜者的主持下正进行着祭祀。
§403χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας §404ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα §405λόγια παλαιά, τῇδε γῇ σωτήρια.
我将所有的神谕歌者召集在一起,审查了那些对这片土地具有拯救作用的、公开的和隐藏的古老神谕。
§406καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις §407πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
在许多其他方面,神谕之间存在分歧;但有一项相同的旨意在所有神谕中都昭然若揭。
§408σφάξαι κελεύουσίν με παρθένον Κόρῃ §409Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
他们命令我,要将一位出身显贵之父的处女,献祭给德墨忒尔的女儿(科瑞)。
§410ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν §411τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ §412οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
正如你所见,我对你们怀有如此殷切的诚意;但我既不会杀死我自己的女儿,也不会强迫我任何其他的公民违背其意愿。
§413ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ, §414ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;
谁会自愿如此糊涂,亲手交出自己最疼爱的孩子呢?
§415καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις, §416τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις §417ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν §418κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε, §419οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
如今你可能会看到痛苦的争端,有人说援助外邦求庇者是正当的,有人则谴责我的愚蠢;如果我真的做了这件事,内战随即就会爆发。
§420ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπως §421αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε, §422κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
因此,请审视这局面,并一同想出办法,如何既能拯救你们自己和这片土地,又使我不至于在公民中遭受非难。
§423οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω· §424ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
因为我并不拥有像蛮族那样的僭主权力;但是,如果我行事公正,我也会得到公正的对待。
§425ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς §426ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
[歌队] 难道神明真的不允许这片怀有热意的城邦,去援助那些祈求帮助的外邦人吗?
§427ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες §428χειμῶνος ἐκφυγόντες ἄγριον μένος §429ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
[约拉欧斯] 孩子们啊,我们就像那些水手,他们躲过了暴风雨的狂暴威力,手已触及陆地,却又被狂风从岸边推回到大海中去。
§430πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν. §431οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς §432ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
我们也是如此,明明已经到了岸边,仿佛得到了拯救,却又被从这片土地推开。
§433οἴμοι·
呜呼!
τί δῆτʼ ἔτερψας ὦ τάλαινά με §434ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
可怜的希望啊,你当时为何要让我欢喜,却不打算将这恩惠贯彻到底?
§435συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει §436κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω §437καὶ τἀνθάδ’·
确实,如果他不愿杀死公民的孩子,他的做法也是可以理解的;我也能赞赏这城邦的决定。
εἰ θεοῖσι δὴ δοκεῖ τάδε §438πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
如果神明真的注定要让我遭受这些,你的恩情绝不会因此而消逝。
§439ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
孩子们啊,我不知道该拿你们怎么办。
§440ποῖ τρεψόμεσθα;
我们能投奔何处?
τίς γὰρ ἄστεπτος θεῶν;
诸神之中有哪个祭坛未曾挂过我们的求庇花环?
§441ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
大地的哪座防御堡垒我们还未曾去过?
§442ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.
我们要灭亡了,孩子们;我们定会被交出去。
§443κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει, §444πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών· §445ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα, §446καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
至于我,如果我必须死,那倒没什么,除非我的死会给我的仇敌带来某种快乐;但我为你们哭泣和哀怜,孩子们,还有你们父亲那年迈的母亲阿尔克墨涅。
§447ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν, §448τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
啊,因漫长的生命而备受折磨的你,而我也同样悲惨,徒劳地承受了这么多劳苦。
§449χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας §450πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
我们注定要落在仇敌之手,屈辱而悲惨地结束生命。
§451ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
但你知道你能帮我做些什么吗?
§452πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας· §453ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ, §454καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι §455τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
因为这些孩子的得救希望尚未完全破灭;王啊,把我交出给阿尔戈斯人来替代他们吧,不要去冒险,让孩子们为我得救;不必顾惜我的性命,随它去吧。
§456μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν §457τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι· §458σκαιὸς γὰρ ἁνήρ.
尤其是欧律斯透斯,他定会希望抓住我这个赫拉克勒斯的盟友并加以羞辱;因为那人愚不可及。
τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ §459ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι· §460πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
对于智者而言,与一个明智的人而不是愚昧之辈结怨,才是值得期盼的;因为那样才能获得许多体面和公正。
§461ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν· §462τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν §463γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.
[歌队] 老人家,现在千万不要责怪这个城市;因为或许一个虚假却依旧耻辱的污名会降临到我们头上,说我们背叛了外邦人。
§464γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.
[德墨丰] 你的话虽然高尚,但却是不可能的。
§465οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ· §466τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον §467θανόντος;
那国王并不是因为需要你才领兵来到这里的;一个行将就木的老人死掉,对欧律斯透斯有什么好处?
ἀλλὰ τούσδε βούλεται κτανεῖν.
相反,他想要杀死的是这些孩子们。
§468δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς, §469νεανίαι τε καὶ πατρὸς μεμνημένοι §470λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
因为对仇敌来说,那些出身高贵、年轻且铭记父亲所受耻辱的孩子们成长起来,是极其可怕的事;这一切都是他不得不防范的。
§471ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν §472βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος §473χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
所以,如果你知道任何其他更切合时宜的良策,请做好准备,因为我听了这些神谕后已束手无策,满心恐惧。
§474ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς §475προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι· §476γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν §477κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.
[麦卡里亚] 外邦人们,请不要因为我的走出来而认为我放肆;因为首先我要恳求这件事:对女人而言,沉默与端庄,以及安静地留在屋内,是最高贵的美德。
§478τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων §479ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
但是,约拉欧斯,听到了你的哀叹声,虽然并非奉命来代表家族,我还是走了出来。

词汇与语法注释

  1. 409ἥτις ἐστὶ πατρὸς εὐγενοῦς — 关系代词 ἥτις 引导的从句说明了先行词 παρθένον(处女)的条件。πατρὸς εὐγενοῦς 是来源或出身属格,表示“出身于高贵的父亲”。
  2. 415πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις — 潜在助词 ἄν 被双重使用(ἂν ... ἄν),与希求法 εἰσίδοις 连用以加强语气,表示“你可能会看到”或“你将会看到”(带有假设语气)。
  3. 434οὐ μέλλουσα διατελεῖν χάριν — 分词 μέλλουσα(阴性单数主格,修饰 ἐλπίς)被 οὐ 否定,带有让步或原因的语气,意为“尽管你并不打算将恩惠贯彻到底”。διατελεῖν 是补充性不定词,意为“贯彻、完成”。
  4. 451ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; — 这一惯用表达字面意思是“但你知道你要配合我做什么吗?”,起到了敦促对方采取行动的作用:“你知道该如何协助我吗?”。关系代词 ὅ 是命令法动词 σύμπραξον 的宾格宾语。
  5. 479οὐ ταχθεῖσα πρεσβεύειν γένους — 分词 ταχθεῖσα(τάσσω 的被动第一过去时分词,阴性单数主格,修饰麦卡里亚)带不定词 πρεσβεύειν(充当代表、发言)。γένους 是属格,表示“为了家族”,意为“虽然我并未被任命为家族的代言人”。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §401-479. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:401-479

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。