Humanitext Reader

欧里庇得斯 · 赫拉克勒斯的儿女 §240-317

拒绝使者与约拉欧斯的感激

第 4 段,共 13 段 · 希腊语

内容简介

德墨丰拒绝对使者的威胁做出让步,表明即使开战也要保护求庇者的决心。使者离去后,约拉欧斯向雅典表达了深切的感激之情,并嘱咐孩子们日后绝不可忘记对雅典的恩惠。

§240τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς §241πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν· §242τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι· §243εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ §244ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν §245οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ §246ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.
血缘关系,以及我们有义务向他们优厚地报答对其父亲的恩情;还有最须顾及的耻辱;因为如果我任凭这祭坛被外邦男子强行劫掠,我将不再被视为治理着一片自由的土地,而会被看作因畏惧阿尔戈斯人而背叛了求庇者;这无异于自缢之辱。
§247ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν, §248ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις §249σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.
然而,你本该在更幸运的境遇下来此,尽管如此,即便在当下,你也无须害怕有人会将你同孩子们一起,强行从这祭坛上拖走。
§250σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον, §251πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις, §252δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.
而你,回阿尔戈斯去,把这些话告诉欧律斯透斯,此外,如果他对这些外邦人有什么指控,尽可诉诸法律;但这些人,你绝带不走。
§253οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;
[使者] 哪怕理由正当,且我在辩论中胜出也不行吗?
§254καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
[德墨丰] 强行带走求庇者,又怎能算是正当?
§255οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;
[使者] 那么,这对我而言是耻辱,对你难道就不是损害吗?
§256ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.
[德墨丰] 如果我容许你把他们强行拖走,对我自然是损害。
§257σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.
[使者] 那你就把他们驱逐出境,然后我们再从境外把他们带走。
§258σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
[德墨丰] 你真是愚妄,竟自以为比神明还要聪明。
§259δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
[使者] 看来,此地正是恶徒们应当逃往的避难所。
§260ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.
[德墨丰] 神明的居所是所有人共同的庇护所。
§261ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
[使者] 这种说辞,迈锡尼人恐怕不会认同。
§262οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;
[德墨丰] 难道我不是此地的统治者吗?
§263βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
[使者] 只要你明智地不去损害他们。
§264βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.
[德墨丰] 哪怕他们受损也无妨,只要我不去亵渎神明。
§265οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.
[使者] 我不希望你与阿尔戈斯人兵戎相见。
§266κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.
[德墨丰] 我亦是如此;但这些人,我绝不放手。
§267ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
[使者] 无论如何,我终将带走属于我方的人。
§268οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
[德墨丰] 那么,你休想轻易返回阿尔戈斯。
§269πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.
[使者] 一试便知,我马上就能见分晓。
§270κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.
[德墨丰] 那你就等着哭吧,若你敢碰他们,且绝无宽限之期。
§271μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
[使者] 凭诸神起誓,你安敢动手殴打使者。
§272εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
[德墨丰] 除非使者学会如何放聪明点。
§273ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
[歌队] 离开吧;王啊,你也请勿碰他。
§274στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
[使者] 我走;因为单枪匹马的战斗终究是孱弱的。
§275ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν §276πάγχαλκον αἰχμὴν δεῦρο.
但我还会回来,带着阿尔戈斯战神阿瑞斯的那全青铜的重矛来到这里。
μυρίοι δέ με §277μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ §278αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις §279καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
数以万计的盾甲兵正等候着我,欧律斯透斯国王亲自担任统帅;他正在阿尔卡托奥斯的边境尽头等候,窥伺着此地的动静。
§280λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται §281σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς· §282μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα §283πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
一旦听闻你的狂妄,他定会以威赫之姿显现,降临于你和公民、以及这片土地和庄稼之上;因为若是我们不向你施以惩罚,我们在阿尔戈斯保有的这庞大青年大军便成了无用之物。
§284φθείρου·
[德墨丰] 滚吧!
τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.
我绝不惧怕你的阿尔戈斯。
§285ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ §286ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει §287ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.
你休想在这里羞辱我,并强行把他们带走;因为我所治理的这片土地并不臣服于阿尔戈斯城邦,而是自由之邦。
§288ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι §289στρατὸν Ἀργείων· §290μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων, §291ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.
[歌队] 应该在阿尔戈斯的军队逼近边境之前,提早做好准备;迈锡尼人的战意极易被激起,而在此事上,更是比以往任何时候都要强烈。
§292πᾶσι γὰρ οὗτος κήρυξι νόμος, §293δὶς τόσα πυργοῦν τῶν γιγνομένων
因为所有的使者都有这样一个习惯,将发生的事情夸大一倍。
§294πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς, §295ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν §296ψυχὴν ἦλθεν διακναῖσαι;
你且想想他会向他们的国王们如何诉说,说自己遭受了多么可怕的事,又如何差一点点别丢掉了。
§297οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας, §298ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι §302τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται §303τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν §304ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους §305καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης §306Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
[约拉欧斯] 对于孩子们而言,没有什么比这更美好的尊荣了:那便是诞生于高贵且优秀的父亲之下,因为高贵的门第比卑微的门第更能抵御厄运;事实上,我们虽已陷于穷途末路的灾祸之中,却找到了这些朋友和亲人,在这片如此广阔的、有人居住的希腊土地上,唯有他们挺身而出保护了这些孩子。
§307δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε· §308ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
孩子们啊,快把右手伸给他们,伸出来;你们也向孩子们伸出双手,并走上前去。
§309ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων· §310ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ §311καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός §312σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε, §313καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ §314μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν §315πασῶν νομίζετʼ.
孩子们啊,我们确实考验并见证了朋友的真心;如果有朝一日,你们得以重返祖国,居住在昔日的家园中,并继承你们父亲的荣光,你们要永远视他们为救星和朋友,并且绝不要向这片土地举起敌意的战矛,替我记住这一点,反要将此城视为所有城市中最可爱的一座。
ἄξιοι δʼ ὑμῖν σέβειν §316οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν §317ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
他们值得你们去敬重,因为他们使如此辽阔的土地和佩拉斯吉人民,免于成为我们的敌人,

词汇与语法注释

  1. 240τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν — 此句为无主句的不定式对格结构,或承接前文的 ἀναγκάζουσι。τὸ συγγενές 与 τὸ προυφείλειν 并列。在不定式短语中,τούσδε 是 πράσσειν 的对格宾语,πατρῴαν χάριν 为表示“父亲之恩”的另一个对格。
  2. 246καὶ τάδʼ ἀγχόνης πέλας — 直译为“而这些事临近于自缢”,是希腊语中的惯用表达,意为“这是令人难以忍受、甚至让人想上吊自尽的奇耻大辱”。中性复数代词 τάδε 指代前文所述的情况。
  3. 248μὴ τρέσῃς ὅπως σέ τις... ἀποσπάσει — 否定命令式 μὴ τρέσῃς 后接由 ὅπως 引导的将来时直陈语气(ἀποσπάσει)。表示恐惧的动词通常接 μή 与虚拟语气,此处使用 ὅπως 搭配将来时直陈语气,用以强调确信或强力防范的语义。
  4. 282ὧδέ γʼ ἂν κεκτῄμεθα... μή σε τιμωρούμενοι — 不带显式条件句的违背事实假定结构。主句使用 ἄν 搭配过去时态(此处完了时 κεκτῄμεθα 作过去时用),而带 μή 的否定分词短语 μή σε τιμωρούμενοι 则充当了条件从句。
  5. 313καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ μέμνησθέ μοι — 不定式短语(ἐς γῆν... αἴρεσθαι δόρυ)作为命令式动词 μέμνησθε 的宾语。与格 μοι 充当伦理与格或利益与格,表示说话者强烈的恳求语气。

引用这一段

欧里庇得斯, 赫拉克勒斯的儿女 §240-317. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg004.humanitext-grc2:240-317

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。