Humanitext Reader

欧里庇得斯 · 阿尔克斯提斯 §801-888

赫拉克勒斯誓言抢回死者与阿德墨托斯归邸之哀

第 10 段,共 13 段 · 希腊语

内容简介

赫拉克勒斯从仆人口中得知死者正是阿德墨托斯的妻子阿尔凯斯提斯。他为自己先前的狂欢感到羞愧,立志去与死神决斗以夺回她。随后,办完丧事归来的阿德墨托斯面对空空如也的府邸陷入极度绝望,痛悔娶妻生子给自己带来的深重悲哀。

§801ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ, §802οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
因为对于所有人来说,如果要以我为评判标准,生命并非真正意义上的生命,而是一场灾难。
§803ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν §804οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
” 仆人:我们知道这一点;但我们现在正在经历的,绝非适宜狂欢和欢笑的事情。
§805γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν §806πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
赫拉克勒斯:死去的女人只是个外人;不要过度悲伤;因为这个家的主人们还活着。
§807τί ζῶσιν;
仆人:怎么,活着?
οὐ κάτοισθα τἀν δόμοις κακά;
难道你不知道这屋里的灾难吗?
§808εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
赫拉克勒斯:除非你的主人在某件事上欺骗了我。
§809ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
仆人:他实在是太,太好客了。
§810οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;
赫拉克勒斯:难道我不应该因为一个外人的死而接受款待吗?
§811ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
仆人:确实,她实在是非同小可的外人。
§812μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
赫拉克勒斯:难不成有什么灾难,他却对我守口如瓶?
§813χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
仆人:你走好罢;主人们的灾祸由我们来承担。
§814ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
赫拉克勒斯:这番话可不像是在谈论外人的灾祸。
§815οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
仆人:否则,看到你狂欢,我绝不会感到恼怒。
§816ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
赫拉克勒斯:难道我真的被我的主人残酷地欺骗了吗?
§817οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
仆人:你来到此地蒙受款待,绝非合适的时候。
§818πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις §819μελαμπέπλους κουράν τε.
因为我们正值哀悼之中;你也看到了我们的黑色丧服以及剃光的头发。
§819bτίς δ’ ὁ κατθανών;
赫拉克勒斯:那么,死者是谁?
§820μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
难不成是孩子中的某一个离去,或是年迈的父亲?
§821γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
仆人:异乡人,是阿德墨托斯的妻子死去了。
§822τί φῄς;
赫拉克勒斯:你说什么?
ἔπειτα δῆτά μ’ ἐξενίζετε;
即便如此,你们竟然还款待我?
§823ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
仆人:因为他耻于将你拒之门外。
§824ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
赫拉克勒斯:哦,不幸的人,你失去了怎样的伴侣啊!
§825ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
仆人:我们所有人都毁灭了,绝非她一人而已。
§826ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν §827κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με §828λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
赫拉克勒斯:但我确实察觉到了,看到他流泪的眼睛,剃光的头发和他的面容;但他却说服了我,谎称自己是要送一个外人亲戚去下葬。
§829βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας §830ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις, §831πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα §832στεφάνοις πυκασθείς;
尽管违背了直觉,我还是跨过了这扇大门,在这位如此痛苦、却依然好客的男人的屋里喝酒,并在那时候,头戴着花冠肆意狂欢?
ἀλλὰ σοῦ τὸ μὴ φράσαι, §833κακοῦ τοσούτου δώμασιν προκειμένου.
但这都是你的错,不曾告诉我真相,哪怕如此深重的灾难就摆在屋前!
§834ποῦ καί σφε θάπτει;
他究竟把她葬在何处?
ποῦ νιν εὑρήσω μολών;
我该去哪里找到她?
§835ὀρθὴν παρ’ οἶμον, ἣ’πὶ Λάρισαν φέρει, §836τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
仆人:沿着直通拉里萨的笔直道路,在郊外不远,你就会看到一座光滑的石墓。
§837ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή, §838νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία §839Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
赫拉克勒斯:哦,我那承受过无数苦难的心和双手啊,如今展现给世人看,那提林斯的阿耳克墨涅、厄勒克特律翁之女,曾为宙斯诞下了怎样的一位儿子。
§840δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως §841γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον §842Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
因为我必须去营救这位刚刚死去的妇人,并重新将她安置在这个家中,拯救阿尔凯斯提斯,以此向阿德墨托斯报恩。
§843ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
我要去,守候在死者之王——那黑衣的死亡之神身旁。
§844Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ §845πίνοντα τύμβου πλησίον προσφαγμάτων.
我想能找到他,正守在墓前饮用着献祭死者的血。
§846κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς §847μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν, §848οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται §849μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
如果我从埋伏的地方冲上去,将他擒住,并用我的双手环抱住他,就绝没有任何人能救走他,即使他肋骨痛得挣扎,直到他把这女人让给我。
§850ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ §851πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω §852Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους §853αἰτήσομαί τε·
但如果我错失了这只猎物,而他没有来享用血祭,我将前往地下,到那科瑞和冥王日光照不到的府邸,去恳求他们。
καὶ πέποιθ’ ἄξειν ἄνω §854Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου, §855ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε, §856καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος, §857ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
我相信我能把阿尔凯斯提斯重新带回人间,亲自交到这位异乡客人的手中,是他接纳了我进入他的家,没有把我赶走,尽管他正遭受着沉重的灾难打击,但因其高贵,出于对我的尊重,他隐瞒了这一切。
§858τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος, §859τίς Ἑλλάδ’ οἰκῶν;
还有哪个色萨利人比他更好客,还有哪个住在希腊的人更如此?
τοιγὰρ οὐκ ἐρεῖ κακὸν §860εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
因此他绝不会说,像我这样一个高贵的男子汉,行事会忘恩负义。
§861ἰώ, στυγναὶ §861aπρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων §862μελάθρων.
阿德墨托斯:哦,令人痛苦的回归,令人痛苦的寡居府邸的景象!
ἰώ μοί μοι.
痛苦啊,痛苦。
αἶ αἶ.
哀哉,痛哉。
§863ποῖ βῶ;
我该去向何处?
ποῖ στῶ;
站在何方?
τί λέγω;
该说什么?
τί δὲ μή;
不该说什么?
§864πῶς ἂν ὀλοίμαν;
怎样我才能死去呢?
§865ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.
母亲孕育我,确实是生而命途多舛。
§866ζηλῶ φθιμένους, κείνων ἔραμαι, §867κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
我羡慕那些死者,我爱着他们,我渴望居住在他们的府邸中。
§868οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν §869οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
因为看着太阳的光芒我并不高兴,踏在土地之上,我的双脚也不感到欣喜。
§870τοῖον ὅμηρόν μ’ ἀποσυλήσας §871Ἅιδῃ Θάνατος παρέδωκεν.
如此宝贵的人质,死神竟将她从我这抢走,交托给了哈得斯。
§872—πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
歌队:走吧,走吧,进入那屋宇的幽深之处。
§872bαἰαῖ.
阿德墨托斯:哀哉!
§873—πέπονθας ἄξι’ αἰαγμάτων.
歌队:你遭受了值得痛哭的磨难。
§873bἒ ἔ.
阿德墨托斯:唉,唉。
§874—δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα. . . §874bφεῦ φεῦ.
歌队:你走过了痛苦的折磨,我深知这一点…… 阿德墨托斯:呜呼,哀哉。
§875—τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς. §875bἰώ μοί μοι.
歌队:但你对那地下的她却毫无帮助。 阿德墨托斯:痛哉,痛哉。
§876—τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου §877πρόσωπόν ἄντα λυπρόν.
歌队:永远无法与挚爱的妻子执手相看,实乃悲哀。
§878ἔμνησας ὅ μου φρένας ἥλκωσεν· §879τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν §880πιστῆς ἀλόχου;
阿德墨托斯:你提起了那刺痛我心扉的事情;因为对于一个男人来说,还有什么比失去忠贞的妻子更深重的灾祸?
μή ποτε γήμας §881ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
我真希望当初从未娶她,也不曾与她一同生活在这屋檐下。
§882ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν· §883μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν §884μέτριον ἄχθος·
我羡慕那些不娶无子的人们;因为只有一条灵魂,为她悲伤尚且是人能承受的重担。
§885παίδων δὲ νόσους καὶ νυμφιδίους §886εὐνὰς θανάτοις κεραϊζομένας §887οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους §888ἀγάμους τ’ εἶναι διὰ παντός.
但儿女的病痛,以及新婚的婚床被死亡摧毁,实在让人无法忍受。 而人本可以一生无子,永不结婚。

词汇与语法注释

  1. §801ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ — 限制性不定式。由 ὡς 引导,用以限定说话者的主观判断,意为“如果以我为评判标准”或“在我看来”。
  2. §832σοῦ τὸ μὴ φράσαι — 表示愤怒与谴责的感叹性属格与冠词性不定式的结合。属格 σοῦ 指示动作发出者,不定式短语 τὸ μὴ φράσαι 则是谴责的焦点,意为“怪你没有说出来”。
  3. §849πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ — 紧随否定主句后的 πρίν 从句。由于主句带有否定词,πρίν 结合虚拟语气动词 μεθῇ(诗歌中常省略 ἄν),表示“直到他把女人让给我,否则绝无……”这一条件限制。
  4. §887ἐξὸν ἀτέκνους — 无人称动词 ἔξεστι(可能、可以)的中性单数现在分词对格组成的对格绝对结构。在此处作让步状语,意为“虽然本可以不要孩子”。

引用这一段

欧里庇得斯, 阿尔克斯提斯 §801-888. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg002.humanitext-grc2:801-888

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。