§1Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ
啊,阿德墨托斯的府邸!
§2θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
我曾在这里忍受,尽管我是神,却也甘心屈就仆人的餐桌。
§3Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος §4Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· §5οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς §6κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ §7θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.
因为宙斯是罪魁祸首,他杀害了我的儿子阿斯克勒庇俄斯,将火焰掷入他的胸膛;我为此愤怒,杀死了制造宙斯神火的独眼巨人;于是父亲强迫我在一凡人男子处服劳役,作为这些事的惩罚。
我来到这片土地,为主人牧牛,并保护这所家园,直到今日。
§10ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον §11παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, §12Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ §13Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν,
因为我身为虔敬之人,恰巧遇见了一位虔敬的人,便是斐瑞斯之子,我救他免于一死,因为我欺骗了命运女神;女神们向我应允,只要阿德墨托斯以另一个死者与地下神明作交换,他就能逃过眼前的死亡。
§14ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. §15πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, §16πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα, §17οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε
然而,尽管他试探并问遍了所有的亲友,甚至是他的老父和生他的母亲,除了他的妻子,他找不到任何人愿意代他而死,不再看见这光明。
§18θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· §19ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται §20ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ §21θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
如今,她在屋里被抱在双手之中,奄奄一息;因为在这一天,她注定要死去,离开人世。
而我,为了不让死者的污秽在屋里沾染到我,正要离开这栋最亲爱的宅邸。
§24ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, §25ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους §26μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, §27φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
如今我已看见死神走近,他是亡者的祭司,正要把她带往哈得斯的府邸;他来得正是时候,守候着她必须死去的这一天。
§28ἆ ἆ·
啊,啊!
§29τί σὺ πρὸς μελάθροις;
你在府邸前做什么?
τί σὺ τῇδε πολεῖς, §30Φοῖβʼ;
你为什么在这里徘徊,福玻斯?
ἀδικεῖς αὖ τιμὰς ἐνέρων §31ἀφοριζόμενος καὶ καταπαύων;
你是在再次行不义之事,企图限制并剥夺地下神明的特权吗?
你用诡诈的手段绊倒命运女神,阻碍阿德墨托斯的死期,难道这还不够吗?
νῦν δ’ ἐπὶ τῇδ’ αὖ §35χέρα τοξήρη φρουρεῖς ὁπλίσας, §36ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’ §37αὐτὴ προθανεῖν Πελίου παῖς.
而如今,你又手持弓箭在这里守卫,保护那个解救了丈夫、誓愿替他而死的佩利亚斯之女?
§38θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
(阿)放心,我有公理,也有正当的言辞。
§39τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
(死)既然你有公理,为何还要带弓箭?
§40σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
(阿)随身携带它是我的习惯。
§41καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.
(死)而且你还偏袒这个家庭,不公地相助。
§42φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
(阿)因为友人的不幸重重压在我的心头。
§43καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
(死)那么你还要夺走我这第二个死者吗?
§44ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην.
(阿)但我先前也没有强行夺走他。
§45πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
(死)那他怎么会在大地上,而不是在地下?
§46δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
(阿)因为他换了他的妻子,也就是你现在来带走的这一位。
§47κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
(死)是的,我要把她带到地下的阴界去。
§48λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
(阿)带走她吧,因为我不知道能否说服你。
§49κτείνειν γ’ ὃν ἂν χρῇ;
(死)说服我杀掉该死的人吗?
τοῦτο γὰρ τετάγμεθα.
因为这就是指派给我的任务。
§50οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
(阿)不,我是说延迟那些将死之人的死期。
§51ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
(死)我明白你的意思和你的热切。
§52ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
(阿)那么,难道就没有办法让阿尔克斯提斯活到老年吗?
§53οὐκ ἔστι·
(死)没有。
τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
你应该明白,我也乐于享受我的特权。
§54οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
(阿)你终究也只能得到一个灵魂。
§55νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
(死)年轻人死去,我能获得更大的荣耀。
§56κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
(阿)若是她老死,她会得到丰厚的葬礼。
§57πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
(死)福玻斯,你这是在为富有的人制定法律。
§58πῶς εἶπας;
(阿)你这是什么意思?
ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;
难道你竟然还隐藏着聪明智慧?
§59ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
(死)因为有钱人会出钱买下老死的权利。
§60οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
(阿)那么你就不打算向我施恩吗?
§61οὐ δῆτʼ·
(死)当然不。
ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
你很清楚我的行事方式。
§62ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
(阿)那是对凡人充满敌意、为诸神所憎恶的性情。
§63οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.
(死)你不能得到你不该得到的一切。
§64ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
(阿)然而你终将停止,尽管你如此残忍。
§65τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ, §66Εὐρυσθέως πέμψαντος ἵππειον μέτα §67ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων, §68ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις §69βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται.
这样的一位男子正要来到斐瑞斯的府邸,欧律斯透斯派来,要去那严寒的色雷斯地方夺取马车的;他在这阿德墨托斯的府中受到款待,将会用武力从你手中夺走这个女人。
这样你非但得不到我的感激,还要照样做出这件事,并且被我怨恨。
§72πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
(死)你多说也无益,什么也得不到。
§73ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
无论如何,这女人终将下到哈得斯的府邸。
§74στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει· §75ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν §76ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
我现在就去找她,用剑开始这献祭的仪式;因为凡是这把剑从其头上剪下头发以作净化的,便已奉献给了地下的神明。
§77—τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;
(歌队)为何这府邸前如此安静?
§78—τί σεσίγηται δόμος Ἀδμήτου;
为何阿德墨托斯的家一片死寂?