Humanitext Reader

欧里庇得斯 · 独眼巨人 §625-709

刺瞎独眼巨人与奥德修斯的逃脱

第 8 段,共 8 段 · 希腊语

内容简介

奥德修斯与萨堤罗斯们用烧红的木棒刺瞎了熟睡中的独眼巨人。盲目的独眼巨人愤怒地试图抓住他们,但被奥德修斯的名字圈套和歌队的嘲弄所戏耍,最后奥德修斯公开了真实姓名并带领萨堤罗斯们成功逃脱。

§625συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ, §626οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα, §627ὡς μὴ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος §628ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
奥德修斯:紧闭你们的口;我甚至不准你们呼吸,也不准任何人眨眼,不准吐痰,免得那恶人惊醒,直到独眼巨人的眼中视力被火驱除为止。
§629σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
歌队:让我们把空气锁在颌里,保持安静。
§630ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν §631ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
奥德修斯:来吧,你们要用双手抓住那根燃木,进到里面去;它已经烧得通红了。
§632οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν §633καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς §634Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
歌队:那么,就请你来安排谁应当最先拿着那炽热的木棒去烧瞎独眼巨人的光明,好让我们共同分担这命运?
§635ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν §636ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
歌队甲:我们站在门前太远的地方,要把火推入他的眼睛里实在太远了。
§637ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.
歌队乙:而我们刚才恰好腿瘸了。
§638ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας §639ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
队长:那么你们也遭遇了和我一样的事;因为站着的时候,我们的脚不知怎么的就抽筋了。
§640ἑστῶτες ἐσπάσθητε;
奥德修斯:站着就会抽筋?
§640bκαὶ τά γ’ ὄμματα §641μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
歌队:是的,并且我们的眼睛不知从哪儿落满了沙尘和炉灰。
§642ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
奥德修斯:真是一群胆小鬼,根本算不上盟友!
§643ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν §644καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι §645τυπτόμενος, αὕτη γίγνεται πονηρία;
歌队:就因为我们心疼自己的背脊和脊椎,不想在挨打时被打落牙齿,这就成了胆怯吗?
§646ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ, §647ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον §648στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
不过,我懂得一首奥非乌斯极好的咒歌,能让那燃木自己飞向那头颅,走上前去烧瞎那大地的独眼之子。
§649πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει, §650νῦν δ’ οἶδ’ ἄμεινον.
奥德修斯:我早就知道你天生就是这种货色,如今我更看清了。
τοῖσι δ’ οἰκείοις φίλοις §651χρῆσθαί μ’ ἀνάγκη.
我必须依靠我自己的朋友们。
χειρὶ δ’ εἰ μηδὲν σθένεις, §652ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν §653φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
要是你手上使不上力,那至少要在旁呐喊助威,好让我们通过你的呼喊,来激发起同伴们的勇气。
§654δράσω τάδ’.
歌队:我这就办。
ἐν τῷ Καρὶ κινδυνεύσομεν.
我们就让“卡里亚人”去冒这个险吧。
§655κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.
在我们的呐喊声中,让独眼巨人被烧焦吧!
§656ἰὼ ἰώ·
咿哟,咿哟!
γενναιότατ’ ὠ- §657θεῖτε σπεύδετ’.
极其英勇地推进去,快呀!
ἐκκαίετε τὰν ὀφρὺν §658θηρὸς τοῦ ξενοδαίτα
烧毁那生吞客人的野兽的眉毛(眼睛)。
§659τυφέτω, καιέτω §660τὸν Αἴτνας μηλονόμον.
烧吧,烤吧,那埃特纳火山的牧羊人。
§661τόρνευ’, ἕλκε, μή σ’ ἐξοδυνηθεὶς §662δράσῃ τι μάταιον.
旋转,拉扯,免得他因剧痛做出什么狂暴的事来。
§663ὤμοι, κατηνθρακώμεθ’ ὀφθαλμοῦ σέλας.
独眼巨人:哎呀,我眼睛的光芒被烧成炭火了!
§664καλός γ’ ὁ παιάν·
歌队:这颂歌真动听!
μέλπε μοι τόνδ’, ὦ Κύκλωψ.
再给我唱一个吧,独眼巨人。
§665ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.
独眼巨人:哎呀,我受了怎样的奇耻大辱,我完蛋了!
§666ἀλλ’ οὔτι μὴ φύγητε τῆσδ’ ἔξω πέτρας §667χαίροντες, οὐδὲν ὄντες·
但你们绝不可能逃出这山洞,安然无恙地离开,你们这些无名小卒!
ἐν πύλαισι γὰρ §668σταθεὶς φάραγγος τάσδ’ ἐναρμόσω χέρας.
因为我立在门口会用这双手堵住洞口。
§669τί χρῆμ’ ἀυτεῖς, ὦ Κύκλωψ;
歌队:独眼巨人,你大喊大叫些什么?
§669bἀπωλόμην.
独眼巨人:我被弄死了!
§670αἰσχρός γε φαίνῃ.
歌队:你看起来真是狼狈极了。
§670bκἀπὶ τοῖσδέ γ’ ἄθλιος.
独眼巨人:而且还极其凄惨!
§671μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
歌队:你是喝醉了跌进炭火堆里的吗?
§672Οὖτίς μ’ ἀπώλεσ’.
独眼巨人:“没有人”害了我!
§672bοὐκ ἄρ’ οὐδεὶς ἠδίκει.
歌队:那么,就没有人欺负你了。
§673Οὖτίς με τυφλοῖ βλέφαρον.
独眼巨人:“没有人”弄瞎了我的眼!
§673bοὐκ ἄρ’ εἶ τυφλός.
歌队:那么你并没有瞎。
§674ὡς δὴ σύ—
独眼巨人:愿你——!
§674bκαὶ πῶς σ’ οὔτις ἂν θείη τυφλόν;
歌队:而且“没有人”又怎么可能把你弄瞎呢?
§675σκώπτεις.
独眼巨人:你们在嘲笑我。
ὁ δ’ Οὖτις ποῦ’στιν;
但那个“没有人”在哪里?
§675bοὐδαμοῦ, Κύκλωψ.
歌队:哪儿也没有,独眼巨人。
§676ὁ ξένος, ἵν’ ὀρθῶς ἐκμάθῃς, μ’ ἀπώλεσεν, §677ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
独眼巨人:那个异乡人——为了让你们听明白——害了我,那个肮脏的家伙,他给我喝了那饮料,把我灌得烂醉。
§678δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.
歌队:因为酒确实厉害,很难对付。
§679πρὸς θεῶν, πεφεύγασ’ ἢ μένουσ’ ἔσω δόμων;
独眼巨人:凭神明起誓,他们是逃走了,还是留在洞里?
§680οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα §681λαβόντες ἑστήκασι.
歌队:那些人正悄悄地以岩石作掩护站着呢。
§681bποτέρας τῆς χερός;
独眼巨人:在左右哪一边?
§682ἐν δεξιᾷ σου.
歌队:在你的右边。
§682bποῦ;
独眼巨人:在哪儿?
§682cπρὸς αὐτῇ τῇ πέτρᾳ.
歌队:就在那块岩石旁边。
§683ἔχεις;
歌队:抓到了吗?
§683bκακόν γε πρὸς κακῷ·
独眼巨人:真是祸不单行!
τὸ κρανίον §684παίσας κατέαγα.
我撞到了头,把头骨都撞裂了。
§684bκαί σε διαφεύγουσί γε.
歌队:而且他们正在躲开你呢。
§685οὐ τῇδ’· ἐπεὶ τῇδ’ εἶπας;
独眼巨人:不是这边;你刚才说是这边吗?
§685bοὔ·
歌队:不对,我说是那边。
ταύτῃ λέγω. §686πῇ γάρ;
独眼巨人:那到底是哪边?
§686bπεριάγου, κεῖσε, πρὸς τἀριστερά.
歌队:转过去,那边,往左。
§687οἴμοι γελῶμαι·
独眼巨人:哎呀,我被嘲笑了!
κερτομεῖτέ μ’ ἐν κακοῖς.
你们竟然在我落难时戏弄我。
§688ἀλλ’ οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
歌队:不玩了,瞧,那个人就在你面前。
§689ὦ παγκάκιστε, ποῦ ποτ’ εἶ;
独眼巨人:你这个大恶棍,你到底在哪里?
§689bτηλοῦ σέθεν §690φυλακαῖσι φρουρῶ σῶμ’ Ὀδυσσέως τόδε.
奥德修斯:在远离你的地方,我正戒备森严地守护着奥德修斯的这个身躯。
§691πῶς εἶπας;
独眼巨人:你说了什么?
ὄνομα μεταβαλὼν καινὸν λέγεις.
你改了名字,报上了一个新名字。
§692ὅπερ γ’ ὁ φύσας ὠνόμαζ’ Ὀδυσσέα.
奥德修斯:这正是我父亲给我起的名字——奥德修斯。
§693δώσειν δ’ ἔμελλες ἀνοσίου δαιτὸς δίκας· §694κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην §695εἰ μή σ’ ἑταίρων φόνον ἐτιμωρησάμην.
你注定要为你那不圣洁的筵席付出代价;因为如果我没有为被杀害的同伴向你报仇,我就把特洛伊白白烧毁了。
§696αἰαῖ·
独眼巨人:哎呀!
παλαιὸς χρησμὸς ἐκπεραίνεται.
古老的预言正在应验。
§697τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ ἔφη §698Τροίας ἀφορμηθέντος.
它曾说,当特洛伊出发的人来到时,我将被你弄瞎双眼。
ἀλλὰ καὶ σέ τοι §699δίκας ὑφέξειν ἀντὶ τῶνδ’ ἐθέσπισεν, §700πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
但它也预言,你必将为此付出代价,在海上漂泊漫长的岁月。
§701κλαίειν σ’ ἄνωγα·
奥德修斯:你哭去吧!
καὶ δέδραχ’ ὅπερ λέγεις.
而且我已经做完了你所说的事。
§702ἐγὼ δ’ ἐπ’ ἀκτὰς εἶμι καὶ νεὼς σκάφος §703ἥσω’πὶ πόντον Σικελὸν ἔς τ’ ἐμὴν πάτραν.
我现在要去海岸,把我的船推进西西里海,驶向我的祖国。
§704οὐ δῆτ’, ἐπεί σε τῆσδ’ ἀπορρήξας πέτρας §705αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
独眼巨人:绝对不行,因为我要砸碎这块岩石,扔过去把你和你的船员们一起砸个粉碎。
§706ἄνω δ’ ἐπ’ ὄχθον εἶμι, καίπερ ὢν τυφλός, §707δι’ ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.
虽然我瞎了,但我还是要爬上山冈,用脚步探索着,穿过这个双向通透的岩洞。
§708ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’ Ὀδυσσέως §709ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.
歌队:而我们,将成为这奥德修斯的同船水手,从此以后,终身侍奉巴克科斯。

词汇与语法注释

  1. 625οὐδὲ πνεῖν ἐῶ, οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα — 动词 ἐῶ(允许)带补语性不定式(πνεῖν, σκαρδαμύσσειν, χρέμπτεσθαι),不定代词宾格 τινά 作为这些不定式的逻辑主语。
  2. 635μακροτέρω πρὸ τῶν θυρῶν ἑστῶτες ὠθεῖν — 比较级副词 μακροτέρω(太远)之后,不定式 ὠθεῖν(推入)表示结果或程度,用于萨堤罗斯们找借口说自己“站得离门太远,无法将火推入”。
  3. 654ἐν τῷ Καρὶ κινδυνεύσομεν — 语出古希腊谚语“以卡里亚人的生命去冒险”(指让卑微或外人代为承担危险工作)。此处歌队用它来讽刺并合理化自己不参与直接动手、而让奥德修斯一伙人去承担危险的行为。
  4. 672οὐκ ἄρ’ οὐδεὶς ἠδίκει — 独眼巨人将奥德修斯的假名 Οὖτις(“没有人”)当作专有名词大喊,而歌队则将其理解为普通代词“没有人”(οὐδείς)进行回答的文字游戏。由于希腊语双重否定(οὐκ... οὐδείς)起强调否定作用,因此整句意为“那么确实没有任何人作恶”。
  5. 694κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην εἰ μή σ’ ἐτιμωρησάμην — 虚拟语气条件句,表示与过去事实相反。由条件从句 εἰ + 直陈式过去不定过去时,与主句 ἄν + 直陈式过去不定过去时(διεπυρωσάμην)构成(“如果我没有报仇,那我白白烧毁了特洛伊”)。

引用这一段

欧里庇得斯, 独眼巨人 §625-709. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0006.tlg001.humanitext-grc2:625-709

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。