Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.83.1-8.83.3

米利都伯罗奔尼撒军的怨愤与对阿斯提奥科斯的谴责

第 891 段,共 917 段 · 希腊语

内容简介

得知阿尔西比亚德斯归来后,米利都的伯罗奔尼撒人对蒂萨费尔尼斯的不信任达到定点,士兵和将领因欠饷和缺粮而群起谴责指挥官阿斯提奥科斯。

§8.83.1οἱ δὲ Πελοποννήσιοι ἐν τῇ Μιλήτῳ πυνθανόμενοι τὴν τοῦ Ἀλκιβιάδου κάθοδον, καὶ πρότερον τῷ Τισσαφέρνει ἀπιστοῦντες πολλῷ δὴ μᾶλλον ἔτι διεβέβληντο.
在此期间,在米利都的伯罗奔尼撒人听说阿尔西比亚德斯归来的消息,由于他们先前就对蒂萨费尔尼斯抱有不信任,如今对他的敌意更加深了。
§8.83.2ξυνηνέχθη γὰρ αὐτοῖς κατὰ τὸν ἐπὶ τὴν Μίλητον τῶν Ἀθηναίων ἐπίπλουν, ὡς οὐκ ἠθέλησαν ἀνταναγαγόντες ναυμαχῆσαι, πολλῷ ἐς τὴν μισθοδοσίαν τὸν Τισσαφέρνην ἀρρωστότερον γενόμενον καὶ ἐς τὸ μισεῖσθαι ὑπ’ αὐτῶν πρότερον ἔτι τούτων διὰ τὸν Ἀλκιβιάδην ἐπιδεδωκέναι.
因为对他们而言,在雅典人向米利都航行来袭、而他们不愿出击进行海战的时候,恰逢蒂萨费尔尼斯在支付军饷上变得更加懈怠,而且在此之前,由于阿尔西比亚德斯的关系,他受到他们憎恨的程度就已经在进一步加深。
§8.83.3καὶ ξυνιστάμενοι κατ’ ἀλλήλους οἷάπερ καὶ πρότερον οἱ στρατιῶται ἀνελογίζοντο καί τινες καὶ τῶν ἄλλων τῶν ἀξίων λόγου ἀνθρώπων καὶ οὐ μόνον τὸ στρατιωτικόν, ὡς οὔτε μισθὸν ἐντελῆ πώποτε λάβοιεν, τό τε διδόμενον βραχὺ καὶ οὐδὲ τοῦτο ξυνεχῶς· καὶ εἰ μή τις ἢ διαναυμαχήσει ἢ ἀπαλλάξεται ὅθεν τροφὴν ἕξει, ἀπολείψειν τοὺς ἀνθρώπους τὰς ναῦς· πάντων τε Ἀστύοχον εἶναι αἴτιον ἐπιφέροντα ὀργὰς Τισσαφέρνει διὰ ἴδια κέρδη.
兵士们像以前那样,开始三五成群地聚集起来诉说不满,不仅是普通士兵,其他一些有声望的人也加入了进来:他们抱怨自己从未领到过足额的军饷,所给的微乎其微,而且即便是这微薄的数额也发得断断续续;如果不采取行动,要么进行决战,要么撤退到能获得粮食的地方,士兵们就会弃船而去;而这一切的责任都在阿斯提奥科斯身上,他为了个人的私利,一味迎合蒂萨费尔尼斯的脾气。

词汇与语法注释

  1. §8.83.2ξυνηνέχθη γὰρ αὐτοῖς ... — 无人称动词 `ξυνηνέχθη`(`ξυμφέρω`“发生、重合”的无定过去时被动语态)的实际主语是后文由宾格主语 `τὸν Τισσαφέρνην` 与完成时不定式 `ἐπιδεδωκέναι` 构成的结构。在此骨架之间,插入了时间状语从句 `ὡς οὐκ ἠθέλησαν...`(当他们不愿出击进行海战时)和 `κατά` 介词短语。分词 `γενόμενον` 修饰 `Τισσαφέρνην`,表示其支付军饷变得怠慢的状态。
  2. §8.83.3ἀνελογίζοντο ... ὡς ... — 由主动词 `ἀνελογίζοντο`(“计算、讨论”)引导的间接引语。起初由 `ὡς` 从句开始(因主句为历史时态而使用希求语气 `λάβοιεν`),随后过渡到宾格加不定式结构 `ἀπολείψειν`(将来时不定式,代表条件句的归结从句:“人们将会弃船”),最后直接连接到以 `Ἀστύοχον` 为主语的不定式 `εἶναι`。
  3. §8.83.3ἐπιφέροντα ὀργὰς Τισσαφέρνει — 修饰 `Ἀστύοχον` 的分词。短语 `ἐπιφέρω ὀργάς` 意为“承受或招致怒气”。在此语境下,它谴责阿斯提奥科斯为了个人私利(`διὰ ἴδια κέρδη`)而一味顺从、容忍蒂萨费尔尼斯反复无常的怒火,而没有代表士兵进行抗争。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.83.1-8.83.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.83.1-8.83.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。