Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.79.1-8.79.6

迈卡列与米利都的海上对峙与撤退

第 887 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒舰队因获悉萨摩斯的内乱而起航前往迈卡列寻求决战,致使雅典人撤退。随后,获得增援的雅典人出兵米利都寻求决战,但伯罗奔尼撒人拒绝迎战,雅典人遂返回萨摩斯。

§8.79.1καὶ μάλιστα οἱ Συρακόσιοι ἐνῆγον.
尤其是叙拉古人极力督促。
αἰσθόμενοι δὲ οἱ ξύμμαχοι καὶ ὁ Ἀστύοχος τὸν θροῦν, καὶ δόξαν αὐτοῖς ἀπὸ ξυνόδου ὥστε διαναυμαχεῖν, ἐπειδὴ καὶ ἐσηγγέλλετο αὐτοῖς ἡ ἐν τῇ Σάμῳ ταραχή, ἄραντες ταῖς ναυσὶ πάσαις οὔσαις δώδεκα καὶ ἑκατὸν καὶ τοὺς Μιλησίους πεζῇ κελεύσαντες ἐπὶ τῆς Μυκάλης παριέναι ἔπλεον ὡς πρὸς τὴν Μυκάλην.
盟国军兵和阿斯提奥科斯察觉到了这种私怨,又因他们在会议上决定进行决战,加之此时萨摩斯的动乱也向他们报来,于是他们率领全部一百一十二艘船只起航,并命令米利都人走陆路向迈卡列进发,他们自己也向迈卡列驶去。
§8.79.2οἱ δὲ Ἀθηναῖοι ταῖς ἐκ Σάμου ναυσὶ δυοῖν καὶ ὀγδοήκοντα, αἳ ἔτυχον ἐν Γλαύκῃ τῆς Μυκάλης ὁρμοῦσαι (διέχει δὲ ὀλίγον ταύτῃ ἡ Σάμος τῆς ἠπείρου πρὸς τὴν Μυκάλην), ὡς εἶδον τὰς τῶν Πελοποννησίων ναῦς προσπλεούσας, ὑπεχώρησαν ἐς τὴν Σάμον, οὐ νομίσαντες τῷ πλήθει διακινδυνεῦσαι περὶ τοῦ παντὸς ἱκανοὶ εἶναι.
而雅典人,由于他们来自萨摩斯的八十二艘船当时正停泊在迈卡列的格劳克(在此处,萨摩斯与迈卡列对面的大陆仅有很短的距离),当他们看到伯罗奔尼撒人的船只驶来时,便退回了萨摩斯,因为他们认为自己在数量上不足以冒着全局的危险进行决战。
§8.79.3καὶ ἅμα (προῄσθοντο γὰρ αὐτοὺς ἐκ τῆς Μιλήτου ναυμαχησείοντας) προσεδέχοντο καὶ τὸν Στρομβιχίδην ἐκ τοῦ Ἑλλησπόντου σφίσι ταῖς ἐκ τῆς Χίου ναυσὶν ἐπ’ Ἀβύδου ἀφικομέναις προσβοηθήσειν· προυπέπεμπτο γὰρ αὐτῷ ἄγγελος.
与此同时(因为他们事先已预料到对方会从米利都出击交战),他们也在等待斯特隆比希德斯从赫勒斯滂带着那些从希奥斯抵达阿比多斯的船只来支援他们;因为事先已派了使者去他那里。
§8.79.4καὶ οἱ μὲν οὕτως ἐπὶ τῆς Σάμου ἀνεχώρησαν, οἱ δὲ Πελοποννήσιοι καταπλεύσαντες ἐπὶ τῆς Μυκάλης ἐστρατοπεδεύσαντο, καὶ τῶν Μιλησίων καὶ τῶν πλησιοχώρων ὁ πεζός.
于是,雅典人这样退回了萨摩斯,而伯罗奔尼撒人进港并在迈卡列扎营,米利都人及邻近地区的步兵也一同扎营。
§8.79.5καὶ τῇ ὑστεραίᾳ μελλόντων αὐτῶν ἐπιπλεῖν τῇ Σάμῳ ἀγγέλλεται ὁ Στρομβιχίδης ταῖς ἀπὸ τοῦ Ἑλλησπόντου ναυσὶν ἀφιγμένος· καὶ εὐθὺς ἀπέπλεον πάλιν ἐπὶ τῆς Μιλήτου.
次日,正当他们准备向萨摩斯发起进攻时,传来消息称斯特隆比希德斯已带着来自赫勒斯滂的船只抵达;于是他们立即又驶回米利都。
§8.79.6οἱ δὲ Ἀθηναῖοι προσγενομένων σφίσι τῶν νεῶν ἐπίπλουν αὐτοὶ ποιοῦνται τῇ Μιλήτῳ ναυσὶν ὀκτὼ καὶ ἑκατὸν βουλόμενοι διαναυμαχῆσαι· καὶ ὡς οὐδεὶς αὐτοῖς ἀντανήγετο, ἀπέπλευσαν πάλιν ἐς τὴν Σάμον.
但雅典人在船只汇合后,自己率领一百零八艘船向米利都发起进攻,希望进行决战;然而,由于没有人出港迎战,他们又退回了萨摩斯。

词汇与语法注释

  1. §8.79.1δόξαν αὐτοῖς — 使用非人称动词 δοκεῖ 的中性宾格分词构成的宾格绝对(accusative absolute)结构。意思是“既然他们已做出决定”,并引导后面带有 ὥστε 和不定式 διαναυμαχεῖν 的条款。
  2. §8.79.2οὐ νομίσαντες τῷ πλήθει διακινδυνεῦσαι περὶ τοῦ παντὸς ἱκανοὶ εἶναι — ἱκανοὶ εἶναι 作为分词 νομίσαντες 的补足不定式;因为其主语与该分词的主语(雅典人)一致,所以补语 ἱκανοὶ 采用主格。τῷ πλήθει 是表示限定的与格(“在数量上”)。不定式 διακινδυνεῦσαι 修饰形容词 ἱκανοὶ。
  3. §8.79.3ναυμαχησείοντας — 源自 ναυμαχέω(海战)的意图动词 ναυ码χησείω(意图海战)的将来分词,在此表示意图或目的。
  4. §8.79.5ἀγγέλλεται ὁ Στρομβιχίδης ... ἀφιγμένος — 使用传达动词 ἀγγέλλεται 的人称结构(personal construction),带有主格补语分词 ἀφιγμένος。其意义为“斯特隆比希德斯被报称已经抵达”,而非非人称结构(“据报斯特隆比希德斯已抵达”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.79.1-8.79.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.79.1-8.79.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。