Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.20.1-8.20.2

舰队突围与雅典在忒奥斯的行动

第 828 段,共 917 段 · 希腊语

内容简介

封锁在斯派莱翁的伯罗奔尼撒舰队突围并逃至肯克雷艾,阿斯图奥科斯在此接任海军统帅。同时,提萨斐尼拆毁了忒奥斯的城墙,随后迪奥梅东率领的雅典舰队抵达并与忒奥斯人达成协议,但未能攻占埃赖。

§8.20.1ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους αἱ ἐν τῷ Σπειραίῳ εἴκοσι νῆες τῶν Πελοποννησίων, καταδιωχθεῖσαι τότε καὶ ἐφορμούμεναι ἴσῳ ἀριθμῷ ὑπὸ Ἀθηναίων, ἐπέκπλουν ποιησάμεναι αἰφνίδιον καὶ κρατήσασαι ναυμαχίᾳ τέσσαράς τε ναῦς λαμβάνουσι τῶν Ἀθηναίων καὶ ἀποπλεύσασαι ἐς Κεγχρειὰς τὸν ἐς τὴν Χίον καὶ τὴν Ἰωνίαν πλοῦν αὖθις παρεσκευάζοντο.
大约在同一时期,在斯派莱翁的二十艘伯罗奔尼撒船只(当时被赶到那里并被同等数量的雅典船只封锁)突然发动突围,并在海战中获胜,俘获了四艘雅典船只;随后它们航行至肯克雷艾,再次准备前往奇奥斯和伊奥尼亚的航行。
καὶ ναύαρχος αὐτοῖς ἐκ Λακεδαίμονος Ἀστύοχος ἐπῆλθεν, ᾧπερ ἐγίγνετο ἤδη πᾶσα ἡ ναυαρχία.
此时,阿斯图奥科斯作为海军统帅从拉刻代蒙来到他们那里,他已被授予整个舰队的指挥权。
§8.20.2ἀναχωρήσαντος δὲ τοῦ ἐκ τῆς Τέω πεζοῦ καὶ Τισσαφέρνης αὐτὸς στρατιᾷ παραγενόμενος καὶ ἐπικαθελὼν τὸ ἐν τῇ Τέῳ τεῖχος, εἴ τι ὑπελείφθη, ἀνεχώρησεν.
在陆军撤离忒奥斯之后,提萨斐尼本人也率军前来,彻底拆毁了忒奥斯城墙中残存的部分,然后撤离。
καὶ Διομέδων ἀπελθόντος αὐτοῦ οὐ πολὺ ὕστερον δέκα ναυσὶν Ἀθηναίων ἀφικόμενος ἐσπείσατο Τηίοις ὥστε δέχεσθαι καὶ σφᾶς.
在他走后不久,迪奥梅东率领十艘雅典船只抵达,与忒奥斯人达成协定,使他们也接纳雅典人。
καὶ παραπλεύσας ἐπὶ Αἱρὰς καὶ προσβαλών, ὡς οὐκ ἐλάμβανε τὴν πόλιν, ἀπέπλευσεν.
随后他沿海航行至埃赖并进行攻击,由于未能夺取该城,他便起航离去。

词汇与语法注释

  1. §8.20.1ᾧπερ ἐγίγνετο ἤδη πᾶσα ἡ ναυαρχία — 关系代名词与格 ᾧπερ 表示动作的主体或所有者(对……而言)。未完成过去时 ἐγίγνετο 表示预定或正在形成的状态(“正被委任”或“归于”)。
  2. §8.20.2εἴ τι ὑπελείφθη — 尽管采用了条件从句 εἴ τι(“如果有什么……”)的形式,但此处结合直陈式过去时 ὑπελείφθη 指代客观事实(“任何残留的部分”),在句中起到了分词 ἐπικαθελὼν(“彻底拆毁”)的宾语作用。
  3. §8.20.2ὥστε δέχεσθαι καὶ σφᾶς — 由 ὥστε 引导的带不定式的条件或结果从句,表示协定的内容(“使他们也接纳他们”)。宾格 σφᾶς 是不定词 δέχεσθαι 的宾语(指雅典人),而非其逻辑主语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.20.1-8.20.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.20.1-8.20.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。