§6.44.1τοσαύτη ἡ πρώτη παρασκευὴ πρὸς τὸν πόλεμον διέπλει.
这般规模的、为了这场战争的第一批军备渡海而去。
τούτοις δὲ τὰ ἐπιτήδεια ἄγουσαι ὁλκάδες μὲν τριάκοντα σιταγωγοί, καὶ τοὺς σιτοποιοὺς ἔχουσαι καὶ λιθολόγους καὶ τέκτονας καὶ ὅσα ἐς τειχισμὸν ἐργαλεῖα, πλοῖα δὲ ἑκατόν, ἃ ἐξ ἀνάγκης μετὰ τῶν ὁλκάδων ξυνέπλει· πολλὰ δὲ καὶ ἄλλα πλοῖα καὶ ὁλκάδες ἑκούσιοι ξυνηκολούθουν τῇ στρατιᾷ ἐμπορίας ἕνεκα· ἃ τότε πάντα ἐκ τῆς Κερκύρας ξυνδιέβαλλε τὸν Ἰόνιον κόλπον.
为其运送粮食的,有三十艘运粮商船,船上载有面包师、石匠、木匠以及筑墙所需的一切工具,还有一百艘小型船只,它们按规定必须与这些商船同行;此外还有许多其他的小型船只和商船为了贸易而自愿跟随军队;所有这些船只当时都一同从克基拉渡过伊奥尼亚湾。
§6.44.2καὶ προσβαλοῦσα ἡ πᾶσα παρασκευὴ πρός τε ἄκραν Ἰαπυγίαν καὶ πρὸς Τάραντα καὶ ὡς ἕκαστοι ηὐπόρησαν, παρεκομίζοντο τὴν Ἰταλίαν, τῶν μὲν πόλεων οὐ δεχομένων αὐτοὺς ἀγορᾷ οὐδὲ ἄστει, ὕδατι δὲ καὶ ὅρμῳ, Τάραντος δὲ καὶ Λοκρῶν οὐδὲ τούτοις, ἕως ἀφίκοντο ἐς Ῥήγιον τῆς Ἰταλίας ἀκρωτήριον.
全军先是在雅皮吉亚岬角、塔拉斯以及各自能靠岸的地方着陆,随后沿着意大利海岸航行,沿途诸城既不向他们开放市场,也不准他们进城,只提供淡水和停泊处,而塔拉斯和洛克里甚至连这些也不提供,直到他们抵达意大利半岛末端的雷吉翁。
§6.44.3καὶ ἐνταῦθα ἤδη ἡθροίζοντο, καὶ ἔξω τῆς πόλεως, ὡς αὐτοὺς ἔσω οὐκ ἐδέχοντο, στρατόπεδόν τε κατεσκευάσαντο ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ, οὗ αὐτοῖς καὶ ἀγορὰν παρεῖχον, καὶ τὰς ναῦς ἀνελκύσαντες ἡσύχασαν.
在这里,他们随即集结起来,由于城内不接纳他们,他们便在城外的阿耳忒弥斯神庙圣地设立了营地,当地人在那里也为他们提供了市场;他们将船只拖上岸,安顿了下来。
καὶ πρός [τε] τοὺς Ῥηγίνους λόγους ἐποιήσαντο, ἀξιοῦντες Χαλκιδέας ὄντας Χαλκιδεῦσιν οὖσι Λεοντίνοις βοηθεῖν·
他们还同雷吉翁人交涉,主张他们既然身为卡尔基斯人,就应当援助同为卡尔基斯人的莱翁蒂尼人。
οἱ δὲ οὐδὲ μεθ’ ἑτέρων ἔφασαν ἔσεσθαι, ἀλλ’ ὅτι ἂν καὶ τοῖς ἄλλοις Ἰταλιώταις ξυνδοκῇ, τοῦτο ποιήσειν.
但雷吉翁人声称他们不偏袒任何一方,而要看其他意大利希腊人共同决定如何,他们就如何行事。
§6.44.4οἱ δὲ πρὸς τὰ ἐν τῇ Σικελίᾳ πράγματα ἐσκόπουν ὅτῳ τρόπῳ ἄριστα προσοίσονται· καὶ τὰς πρόπλους ναῦς ἐκ τῆς Ἐγέστης ἅμα προσέμενον, βουλόμενοι εἰδέναι περὶ τῶν χρημάτων εἰ ἔστιν ἃ ἔλεγον ἐν ταῖς Ἀθήναις οἱ ἄγγελοι.
另一方面,雅典人也在考虑如何最妥善地应对西西里的局势;同时,他们也在等待从埃格斯塔先遣派出的船只返回,想要查明那笔资金是否真如使者们在雅典所说的那样存在。