§6.29.1ὁ δ’ ἔν τε τῷ παρόντι πρὸς τὰ μηνύματα ἀπελογεῖτο καὶ ἑτοῖμος ἦν πρὶν ἐκπλεῖν κρίνεσθαι, εἴ τι τούτων εἰργασμένος ἦν (ἤδη γὰρ καὶ τὰ τῆς παρασκευῆς ἐπεπόριστο), καὶ εἰ μὲν τούτων τι εἴργαστο, δίκην δοῦναι, εἰ δ’ ἀπολυθείη, ἄρχειν.
而他一方面在目前对密告进行了辩护,并准备在起航前接受审判,以查明他是否做了这些事情中的任何一件(因为此时出征的准备工作已经就绪),且如果他确实做了这些事情中的任何一件,就接受惩罚,但如果他被宣告无罪,就担任统帅。
§6.29.2καὶ ἐπεμαρτύρετο μὴ ἀπόντος πέρι αὐτοῦ διαβολὰς ἀποδέχεσθαι, ἀλλ’ ἤδη ἀποκτείνειν, εἰ ἀδικεῖ, καὶ ὅτι σωφρονέστερον εἴη μὴ μετὰ τοιαύτης αἰτίας, πρὶν διαγνῶσι, πέμπειν αὐτὸν ἐπὶ τοσούτῳ στρατεύματι.
他并极力抗议,要求他们不要在他缺席时听信对他的诽谤,而如果他有罪,就应当立即将其处死;并且指出,在做出判决之前,带着这样的罪名将他派往如此庞大的军队中担任统帅,是不够明智的。
§6.29.3οἱ δ’ ἐχθροὶ δεδιότες τό τε στράτευμα μὴ εὔνουν ἔχῃ, ἢν ἤδη ἀγωνίζηται, ὅ τε δῆμος μὴ μαλακίζηται θεραπεύων ὅτι δι’ ἐκεῖνον οἵ τ’ Ἀργεῖοι ξυνεστράτευον καὶ τῶν Μαντινέων τινές, ἀπέτρεπον καὶ ἀπέσπευδον, ἄλλους ῥήτορας ἐνιέντες οἳ ἔλεγον νῦν μὲν πλεῖν αὐτὸν καὶ μὴ κατασχεῖν τὴν ἀναγωγήν, ἐλθόντα δὲ κρίνεσθαι ἐν ἡμέραις ῥηταῖς, βουλόμενοι ἐκ μείζονος διαβολῆς, ἣν ἔμελλον ῥᾷον αὐτοῦ ἀπόντος ποριεῖν, μετάπεμπτον κομισθέντα αὐτὸν ἀγωνίσασθαι.
然而他的敌人们害怕,如果他现在就进行辩讼,他会得到军队的拥护,也害怕民众会因为他促成了阿哥斯人和部分曼提内亚人共同参战而网开一面、态度软化。 因此他们规避即时的审判,催促其启航,并指使其他演说家宣称,他现在应当起航,不要耽误出发,而应当在到达后在指定的期限内接受审判。 他们之所以这样做,是因为希望在他缺席时更容易制造更大的诽谤,从而将他传唤并带回接受审判。
καὶ ἔδοξε πλεῖν τὸν Ἀλκιβιάδην.
于是,决定让阿尔西比亚德斯起航。