§3.86.1τοῦ δ’ αὐτοῦ θέρους τελευτῶντος Ἀθηναῖοι εἴκοσι ναῦς ἔστειλαν ἐς Σικελίαν καὶ Λάχητα τὸν Μελανώπου στρατηγὸν αὐτῶν καὶ Χαροιάδην τὸν Εὐφιλήτου.
在同年的夏天结束时,雅典人向西西里派遣了二十艘船只,并派美拉诺普斯之子拉刻斯和欧菲雷托斯之子卡罗亚德担任他们的将军。
§3.86.2οἱ γὰρ Συρακόσιοι καὶ Λεοντῖνοι ἐς πόλεμον ἀλλήλοις καθέστασαν.
因为叙拉古人和莱翁蒂尼人相互爆发了战争。
ξύμμαχοι δὲ τοῖς μὲν Συρακοσίοις ἦσαν πλὴν Καμαριναίων αἱ ἄλλαι Δωρίδες πόλεις, αἵπερ καὶ πρὸς τὴν τῶν Λακεδαιμονίων τὸ πρῶτον ἀρχομένου τοῦ πολέμου ξυμμαχίαν ἐτάχθησαν, οὐ μέντοι ξυνεπολέμησάν γε, τοῖς δὲ Λεοντίνοις αἱ Χαλκιδικαὶ πόλεις καὶ Καμάρινα·
叙拉古人的盟友是除卡马里纳人之外的其他所有多利安人城邦,这些城邦在战争开始之初就被归入拉刻代蒙人的同盟中,不过他们并没有共同参战;而莱翁蒂尼人的盟友则是卡尔基斯人的城邦和卡马里纳。
τῆς δὲ Ἰταλίας Λοκροὶ μὲν Συρακοσίων ἦσαν, Ῥηγῖνοι δὲ κατὰ τὸ ξυγγενὲς Λεοντίνων.
在意大利,洛克里人站在叙拉古人一边,而雷吉翁人则因同族关系站在莱翁蒂尼人一边。
§3.86.3ἐς οὖν τὰς Ἀθήνας πέμψαντες οἱ τῶν Λεοντίνων ξύμμαχοι κατά τε παλαιὰν ξυμμαχίαν καὶ ὅτι Ἴωνες ἦσαν πείθουσι τοὺς Ἀθηναίους πέμψαι σφίσι ναῦς· ὑπὸ γὰρ τῶν Συρακοσίων τῆς τε γῆς εἴργοντο καὶ τῆς θαλάσσης.
因此,莱翁蒂尼人的盟友向雅典派遣使者,凭着古老的同盟关系以及他们是爱奥尼亚人这一点,说服雅典人向他们派遣船只;因为他们被叙拉古人从陆路和海路上都封锁了。
§3.86.4καὶ ἔπεμψαν οἱ Ἀθηναῖοι τῆς μὲν οἰκειότητος προφάσει, βουλόμενοι δὲ μήτε σῖτον ἐς τὴν Πελοπόννησον ἄγεσθαι αὐτόθεν πρόπειράν τε ποιούμενοι εἰ σφίσι δυνατὰ εἴη τὰ ἐν τῇ Σικελίᾳ πράγματα ὑποχείρια γενέσθαι.
雅典人派遣了船只,表面上是以同族关系为借口,但实际上是因为他们不希望谷物从那里运往伯罗奔尼撒,并且他们企图进行初步尝试,看看是否有可能将西西里的局势置于自己的控制之下。
§3.86.5καταστάντες οὖν ἐς Ῥήγιον τῆς Ἰταλίας τὸν πόλεμον ἐποιοῦντο μετὰ τῶν ξυμμάχων.
于是,他们在意大利的雷吉翁建立了基地,与盟友一起进行战争。
καὶ τὸ θέρος ἐτελεύτα.
夏天结束了。