§3.27.1οἱ δὲ Μυτιληναῖοι ἐν τούτῳ, ὡς αἵ τε νῆες αὐτοῖς οὐχ ἧκον ἀπὸ τῆς Πελοποννήσου ἀλλὰ ἐνεχρόνιζον καὶ ὁ σῖτος ἐπελελοίπει, ἀναγκάζονται ξυμβαίνειν πρὸς τοὺς Ἀθηναίους διὰ τάδε.
与此同时,由于来自伯罗奔尼撒的船只仍未到达他们那里,而是被耽搁了,且粮食也已耗尽,米蒂利尼人因以下原因不得不与雅典人达成妥协。
§3.27.2ὁ Σάλαιθος καὶ αὐτὸς οὐ προσδεχόμενος ἔτι τὰς ναῦς ὁπλίζει τὸν δῆμον πρότερον ψιλὸν ὄντα ὡς ἐπεξιὼν τοῖς Ἀθηναίοις·
萨莱索斯本人也不再期待那些船只,为了向雅典人发动进攻,便给先前未武装的平民配发了武器。
§3.27.3οἱ δὲ ἐπειδὴ ἔλαβον ὅπλα, οὔτε ἠκροῶντο ἔτι τῶν ἀρχόντων, κατὰ ξυλλόγους τε γιγνόμενοι ἢ τὸν σῖτον ἐκέλευον τοὺς δυνατοὺς φέρειν ἐς τὸ φανερὸν καὶ διανέμειν ἅπασιν, ἢ αὐτοὶ ξυγχωρήσαντες πρὸς Ἀθηναίους ἔφασαν παραδώσειν τὴν πόλιν.
然而,平民们一旦拿到了武器,就不再听从统治者们的命令;他们聚集在一起,要求权贵们把粮食拿出来公开分配给所有人,否则他们自己将与雅典人达成协议并交出城市。