§2.5.1οἱ δ’ ἄλλοι Θηβαῖοι, οὓς ἔδει ἔτι τῆς νυκτὸς παραγενέσθαι πανστρατιᾷ, εἴ τι ἄρα μὴ προχωροίη τοῖς ἐσεληλυθόσι, τῆς ἀγγελίας ἅμα καθ’ ὁδὸν αὐτοῖς ῥηθείσης περὶ τῶν γεγενημένων ἐπεβοήθουν.
与此同时,其余的底比斯人在夜间本应全军动员前来援助,以防先前入城的人进展不顺,当他们在半路上得知所发生的事情的消息时,便立即前去增援。
§2.5.2ἀπέχει δὲ ἡ Πλάταια τῶν Θηβῶν σταδίους ἑβδομήκοντα, καὶ τὸ ὕδωρ τὸ γενόμενον τῆς νυκτὸς ἐποίησε βραδύτερον αὐτοὺς ἐλθεῖν· ὁ γὰρ Ἀσωπὸς ποταμὸς ἐρρύη μέγας καὶ οὐ ῥᾳδίως διαβατὸς ἦν.
普拉提亚距离底比斯有七十斯塔迪亚,夜间下的大雨减缓了他们的行军速度;因为阿索波斯河水位暴涨,不易横渡。
§2.5.3πορευόμενοί τε ἐν ὑετῷ καὶ τὸν ποταμὸν μόλις διαβάντες ὕστερον παρεγένοντο, ἤδη τῶν ἀνδρῶν τῶν μὲν διεφθαρμένων, τῶν δὲ ζώντων ἐχομένων.
他们在雨中行军,艰难地渡过河后,抵达时已经迟了,当时有些底比斯人已被消灭,另一些人则被活捉。
§2.5.4ὡς δ’ ᾔσθοντο οἱ Θηβαῖοι τὸ γεγενημένον, ἐπεβούλευον τοῖς ἔξω τῆς πόλεως τῶν Πλαταιῶν· ἦσαν γὰρ καὶ ἄνθρωποι κατὰ τοὺς ἀγροὺς καὶ κατασκευή, οἷα ἀπροσδοκήτου κακοῦ ἐν εἰρήνῃ γενομένου·
当底比斯人得知所发生的事情后,便开始打起普拉提亚城外居民的主意;因为当时在田野里既有人也有财产,这是由于在和平时期突然发生了意想不到的灾难。
ἐβούλοντο γὰρ σφίσιν, εἴ τινα λάβοιεν, ὑπάρχειν ἀντὶ τῶν ἔνδον, ἢν ἄρα τύχωσί τινες ἐζωγρημένοι. καὶ οἱ μὲν ταῦτα διενοοῦντο,
他们希望如果能抓到一些人,就可以作为人质,来换回城内可能被活捉的底比斯人。
§2.5.5οἱ δὲ Πλαταιῆς ἔτι διαβουλευομένων αὐτῶν ὑποτοπήσαντες τοιοῦτόν τι ἔσεσθαι καὶ δείσαντες περὶ τοῖς ἔξω κήρυκα ἐξέπεμψαν παρὰ τοὺς Θηβαίους, λέγοντες ὅτι οὔτε τὰ πεποιημένα ὅσια δράσειαν ἐν σπονδαῖς σφῶν πειράσαντες καταλαβεῖν τὴν πόλιν, τά τε ἔξω ἔλεγον αὐτοῖς μὴ ἀδικεῖν· εἰ δὲ μή, καὶ αὐτοὶ ἔφασαν αὐτῶν τοὺς ἄνδρας ἀποκτενεῖν οὓς ἔχουσι ζῶντας· ἀναχωρησάντων δὲ πάλιν ἐκ τῆς γῆς ἀποδώσειν αὐτοῖς τοὺς ἄνδρας.
正当他们筹划此事时,普拉提亚人乘底比斯人还在商议之际,预料到会有此类事情发生,并为城外的人感到担忧,于是派了一名传令官去底比斯人那里,指出底比斯人在休战协定期间企图夺取城市的行为是不义的,并警告他们不要伤害城外的人;否则,他们声称也将杀死手中活着的底比斯人;而如果底比斯人撤离该地,他们将把这些人归还。
§2.5.6Θηβαῖοι μὲν ταῦτα λέγουσι καὶ ἐπομόσαι φασὶν αὐτούς· Πλαταιῆς δ’ οὐχ ὁμολογοῦσι τοὺς ἄνδρας εὐθὺς ὑποσχέσθαι ἀποδώσειν, ἀλλὰ λόγων πρῶτον γενομένων ἤν τι ξυμβαίνωσι, καὶ ἐπομόσαι οὔ φασιν.
这是底比斯人的说法,他们还说普拉提亚人曾发过誓;但普拉提亚人并不承认他们曾承诺立即归还,而是说只有在首先进行谈判并达成某种协议的情况下才会归还,并且他们否认曾发过誓。
§2.5.7ἐκ δ’ οὖν τῆς γῆς ἀνεχώρησαν οἱ Θηβαῖοι οὐδὲν ἀδικήσαντες· οἱ δὲ Πλαταιῆς ἐπειδὴ τὰ ἐκ τῆς χώρας κατὰ τάχος ἐσεκομίσαντο, ἀπέκτειναν τοὺς ἄνδρας εὐθύς.
无论如何,底比斯人撤离了该地区,未造成任何伤害;而普拉提亚人一旦迅速将田野里的财产撤回城内,便立即杀死了那些战俘。
ἦσαν δὲ ὀγδοήκοντα καὶ ἑκατὸν οἱ ληφθέντες, καὶ Εὐρύμαχος εἷς αὐτῶν ἦν, πρὸς ὃν ἔπραξαν οἱ προδιδόντες.
被俘的人有一百八十名,其中一人就是那些内奸曾与之接洽的欧里马科斯。