§2.11.1‘ἄνδρες Πελοποννήσιοι καὶ ξύμμαχοι, καὶ οἱ πατέρες ἡμῶν πολλὰς στρατείας καὶ ἐν αὐτῇ Πελοποννήσῳ καὶ ἔξω ἐποιήσαντο, καὶ ἡμῶν αὐτῶν οἱ πρεσβύτεροι οὐκ ἄπειροι πολέμων εἰσίν·
“伯罗奔尼撒人及同盟国诸君,我们的父辈无论是在伯罗奔尼撒内部还是在境外,都曾进行过多次远征,而我们自己之中的年长者也并非对战争毫无经验。
ὅμως δὲ τῆσδε οὔπω μείζονα παρασκευὴν ἔχοντες ἐξήλθομεν, ἀλλὰ καὶ ἐπὶ πόλιν δυνατωτάτην νῦν ἐρχόμεθα καὶ αὐτοὶ πλεῖστοι καὶ ἄριστοι στρατεύοντες.
然而,我们还从未带着比这次更庞大的准备出发,我们现在不仅正向一个最强大的城市进军,而且我们自己也是以最大规模、最精良的军队在进行远征。
§2.11.2δίκαιον οὖν ἡμᾶς μήτε τῶν πατέρων χείρους φαίνεσθαι μήτε ἡμῶν αὐτῶν τῆς δόξης ἐνδεεστέρους.
因此,我们理应表现得既不逊于我们的父辈,也不有损于我们自己的声誉。
ἡ γὰρ Ἑλλὰς πᾶσα τῇδε τῇ ὁρμῇ ἐπῆρται καὶ προσέχει τὴν γνώμην, εὔνοιαν ἔχουσα διὰ τὸ Ἀθηναίων ἔχθος πρᾶξαι ἡμᾶς ἃ ἐπινοοῦμεν.
因为全希腊都因这次进军而振奋并正密切注视着,由于对雅典人的仇恨,他们怀着善意,希望我们能实现我们的企图。
§2.11.3οὔκουν χρή, εἴ τῳ καὶ δοκοῦμεν πλήθει ἐπιέναι καὶ ἀσφάλεια πολλὴ εἶναι μὴ ἂν ἐλθεῖν τοὺς ἐναντίους ἡμῖν διὰ μάχης, τούτων ἕνεκα ἀμελέστερόν τι παρεσκευασμένους χωρεῖν, ἀλλὰ καὶ πόλεως ἑκάστης ἡγεμόνα καὶ στρατιώτην τὸ καθ’ αὑτὸν αἰεὶ προσδέχεσθαι ἐς κίνδυνόν τινα ἥξειν.
因此,即使有人认为我们是以大军进犯,且确信敌人绝不会出来与我们交战,我们也不得因这些缘故而在准备上稍显大意地行军,反而每个城市的指挥官和士兵都应当随时准备着自己随时会陷入某种危险之中。
§2.11.4ἄδηλα γὰρ τὰ τῶν πολέμων, καὶ ἐξ ὀλίγου τὰ πολλὰ καὶ δι’ ὀργῆς αἱ ἐπιχειρήσεις γίγνονται· πολλάκις τε τὸ ἔλασσον πλῆθος δεδιὸς ἄμεινον ἠμύνατο τοὺς πλέονας διὰ τὸ καταφρονοῦντας ἀπαρασκεύους γενέσθαι.
因为战争的事情是不可预测的,而且大多数袭击都是突然且在愤怒中发起的;往往人数较少但怀有警惕的军队,反而能更好地击退人数较多但因轻敌而毫无准备的敌人。
§2.11.5χρὴ δὲ αἰεὶ ἐν τῇ πολεμίᾳ τῇ μὲν γνώμῃ θαρσαλέους στρατεύειν, τῷ δ’ ἔργῳ δεδιότας παρεσκευάσθαι· οὕτω γὰρ πρός τε τὸ ἐπιέναι τοῖς ἐναντίοις εὐψυχότατοι ἂν εἶεν πρός τε τὸ ἐπιχειρεῖσθαι ἀσφαλέστατοι.
在敌境中,应当在思想上保持勇敢去出征,而在实际行动中则要怀着警惕进行准备;因为这样,他们在向敌人发起进攻时才会最勇敢,而在遭到进攻时也会最安全。
§2.11.6ἡμεῖς δὲ οὐδ’ ἐπὶ ἀδύνατον ἀμύνεσθαι οὕτω πόλιν ἐρχόμεθα, ἀλλὰ τοῖς πᾶσιν ἄριστα παρεσκευασμένην, ὥστε χρὴ καὶ πάνυ ἐλπίζειν διὰ μάχης ἰέναι αὐτούς, εἰ μὴ καὶ νῦν ὥρμηνται ἐν ᾧ οὔπω πάρεσμεν, ἀλλ’ ὅταν ἐν τῇ γῇ ὁρῶσιν ἡμᾶς δῃοῦντάς τε καὶ τἀκείνων φθείροντας.
我们所前往的并不是一个无力防守的城市,而是一个在各方面都做了最完美准备的城市,因此,即使他们现在趁着我们还没到达时尚未出动,一旦他们看到我们在他们的土地上蹂躏并摧毁他们的财产,我们就必须完全预料到他们会出来交战。
§2.11.7πᾶσι γὰρ ἐν τοῖς ὄμμασι καὶ ἐν τῷ παραυτίκα ὁρᾶν πάσχοντάς τι ἄηθες ὀργὴ προσπίπτει· καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα ἐς ἔργον καθίστανται.
因为当所有人亲眼目睹、在当下看到自己遭受某种不寻常的侵害时,愤怒就会降临;而那些最少使用理性的人,最容易在怒火之下投入行动。
§2.11.8Ἀθηναίους δὲ καὶ πλέον τι τῶν ἄλλων εἰκὸς τοῦτο δρᾶσαι, οἳ ἄρχειν τε τῶν ἄλλων ἀξιοῦσι καὶ ἐπιόντες τὴν τῶν πέλας δῃοῦν μᾶλλον ἢ τὴν αὑτῶν ὁρᾶν.
而雅典人比其他人更有可能这样做,因为他们自命统治他人,更习惯于去侵略和蹂躏邻人的土地,而不是看着自己的土地被蹂躏。
§2.11.9ὡς οὖν ἐπὶ τοσαύτην πόλιν στρατεύοντες καὶ μεγίστην δόξαν οἰσόμενοι τοῖς τε προγόνοις καὶ ἡμῖν αὐτοῖς ἐπ’ ἀμφότερα ἐκ τῶν ἀποβαινόντων, ἕπεσθ’ ὅπῃ ἄν τις ἡγῆται, κόσμον καὶ φυλακὴν περὶ παντὸς ποιούμενοι καὶ τὰ παραγγελλόμενα ὀξέως δεχόμενοι· κάλλιστον γὰρ τόδε καὶ ἀσφαλέστατον, πολλοὺς ὄντας ἑνὶ κόσμῳ χρωμένους φαίνεσθαι.
因此,既然我们是对如此伟大的城市进行远征,且将根据结果的好坏,为我们的祖先和我们自己带来最大名声,那么无论谁引导你们,都请跟随,把纪律和警戒放在首位,并迅速接受命令;因为许多人展现出遵守同一种纪律,这是最美好、最安全的事情。
’
”