§1.16.1ἐπεγένετο δὲ ἄλλοις τε ἄλλοθι κωλύματα μὴ αὐξηθῆναι, καὶ Ἴωσι προχωρησάντων ἐπὶ μέγα τῶν πραγμάτων Κῦρος καὶ ἡ Περσικὴ βασιλεία Κροῖσον καθελοῦσα καὶ ὅσα ἐντὸς Ἅλυος ποταμοῦ πρὸς θάλασσαν ἐπεστράτευσε καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις ἐδούλωσε, Δαρεῖός τε ὕστερον τῷ Φοινίκων ναυτικῷ κρατῶν καὶ τὰς νήσους.
此外,其他人在各地也遇到了阻碍其发展的各种障碍;特别是在伊奥尼亚人实力大为发展之时,居鲁士和波斯帝国在推翻了克罗伊斯以及哈里斯河以内直达海岸的所有势力之后,发动了远征,奴役了大陆上的各城市,后来大流士也凭借腓尼基人的海军控制了海洋,并奴役了各个岛屿。