Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.107.1-1.107.7

斯巴达军滞留波奥蒂亚与雅典的出兵

第 107 段,共 917 段 · 希腊语

内容简介

在雅典修建长堤期间,斯巴达出兵援助多里斯,但因退路被阻而滞留在波奥蒂亚。雅典人因担忧斯巴达的意图及内部颠覆阴谋,率领盟军发起进攻。

§1.107.1ἤρξαντο δὲ κατὰ τοὺς χρόνους τούτους καὶ τὰ μακρὰ τείχη Ἀθηναῖοι ἐς θάλασσαν οἰκοδομεῖν, τό τε Φαληρόνδε καὶ τὸ ἐς Πειραιᾶ.
大约在此时,雅典人也开始修建直达海边的长墙,即通往法勒鲁姆的长墙和通往比雷埃夫斯的长墙。
§1.107.2καὶ Φωκέων στρατευσάντων ἐς Δωριᾶς τὴν Λακεδαιμονίων μητρόπολιν, Βοιὸν καὶ Κυτίνιον καὶ Ἐρινεόν, καὶ ἑλόντων ἓν τῶν πολισμάτων τούτων, οἱ Λακεδαιμόνιοι Νικομήδους τοῦ Κλεομβρότου ὑπὲρ Πλειστοάνακτος τοῦ Παυσανίου βασιλέως νέου ὄντος ἔτι ἡγουμένου ἐβοήθησαν τοῖς Δωριεῦσιν ἑαυτῶν τε πεντακοσίοις καὶ χιλίοις ὁπλίταις καὶ τῶν ξυμμάχων μυρίοις, καὶ τοὺς Φωκέας ὁμολογίᾳ ἀναγκάσαντες ἀποδοῦναι τὴν πόλιν ἀπεχώρουν πάλιν.
当福基斯人出兵攻打拉刻代蒙人的母邦多里斯——即博伊翁、屈提尼翁和埃里内翁——并攻占了其中一座城镇时,拉刻代蒙人便前去援助多里斯人。 这支军队由克勒翁布罗托斯之子尼科墨德斯率领(因为国王、保萨尼亚斯之子普莱斯托阿纳克斯当时尚幼,由尼科墨德斯代理指挥),包括他们自己的一千五百名重装步兵和盟军的一万人。 在通过协定迫使福基斯人交还城镇后,他们便开始撤退。
§1.107.3καὶ κατὰ θάλασσαν μὲν αὐτούς, διὰ τοῦ Κρισαίου κόλπου εἰ βούλοιντο περαιοῦσθαι, Ἀθηναῖοι ναυσὶ περιπλεύσαντες ἔμελλον κωλύσειν· διὰ δὲ τῆς Γερανείας οὐκ ἀσφαλὲς αὐτοῖς ἐφαίνετο Ἀθηναίων ἐχόντων Μέγαρα καὶ Πηγὰς πορεύεσθαι.
如果他们想走海路,通过克里萨湾渡海,雅典人会派出战船环航以阻止他们;而如果通过格拉内亚山,由于雅典人占领了墨加拉和佩盖,这条路线在他们看来并不安全。
δύσοδός τε γὰρ ἡ Γερανεία καὶ ἐφρουρεῖτο αἰεὶ ὑπὸ Ἀθηναίων, καὶ τότε ᾐσθάνοντο αὐτοὺς μέλλοντας καὶ ταύτῃ κωλύσειν.
因为格拉内亚山地势险阻,且一直由雅典人驻守,当时他们也察觉到雅典人打算在这条路上也阻止他们。
§1.107.4ἔδοξε δ’ αὐτοῖς ἐν Βοιωτοῖς περιμείνασι σκέψασθαι ὅτῳ τρόπῳ ἀσφαλέστατα διαπορεύσονται.
于是,他们决定留在波奥蒂亚,商讨以何种方式通过最为安全。
τὸ δέ τι καὶ ἄνδρες τῶν Ἀθηναίων ἐπῆγον αὐτοὺς κρύφα, ἐλπίσαντες δῆμόν τε καταπαύσειν καὶ τὰ μακρὰ τείχη οἰκοδομούμενα.
但另一方面,雅典人中的某些人也在暗中引诱他们,希望能借此推翻民主制并阻止正在修建的长墙。
§1.107.5ἐβοήθησαν δὲ ἐπ’ αὐτοὺς οἱ Ἀθηναῖοι πανδημεὶ καὶ Ἀργείων χίλιοι καὶ τῶν ἄλλων ξυμμάχων ὡς ἕκαστοι· ξύμπαντες δὲ ἐγένοντο τετρακισχίλιοι καὶ μύριοι.
雅典人举国出动前去迎战他们,阿哥斯人来了一千,其余盟军也各自派出军队;总兵力达到了一万四千人。
§1.107.6νομίσαντες δὲ ἀπορεῖν ὅπῃ διέλθωσιν ἐπεστράτευσαν αὐτοῖς, καί τι καὶ τοῦ δήμου καταλύσεως ὑποψίᾳ.
雅典人认为拉刻代蒙人正为从何处通过而感到不知所措,因而主动发起进攻,部分原因也是怀疑有人企图颠覆民主制。
§1.107.7ἦλθον δὲ καὶ Θεσσαλῶν ἱππῆς τοῖς Ἀθηναίοις κατὰ τὸ ξυμμαχικόν, οἳ μετέστησαν ἐν τῷ ἔργῳ παρὰ τοὺς Λακεδαιμονίους.
根据盟约,色萨利人的骑兵也前来援助雅典人,但在战斗过程中,他们倒戈投向了拉刻代蒙人一方。

词汇与语法注释

  1. 1.107.2ὑπὲρ Πλειστοάνακτος — 介词 ὑπέρ 搭配属格,在此表示“代表”或“代替”年轻的国王普莱斯托阿纳克斯。由于普莱斯托阿纳克斯尚幼,其叔父尼科墨德斯代行军事指挥权。
  2. 1.107.4τὸ δέ τι — 对格中性代名词的副词性用法,意为“部分地”或“在某种程度上”。这表明拉刻代蒙人滞留波奥蒂亚,不仅是因为地理上的困难,还因为雅典内部亲斯巴达的寡头派在政治上的暗中勾结。
  3. 1.107.4τὰ μακρὰ τείχη οἰκοδομούμενα — 现在被动分词 οἰκοδομούμενα 与 τὰ μακρὰ τείχη 一致,与 καταπαύσειν 连用,意为“阻止正在修建的长墙的竣工”。名词与分词的结合在此表示一个正在进行的动作。
  4. 1.107.6νομίσαντες δὲ ἀπορεῖν ὅπῃ διέλθωσιν — 不定式 ἀπορεῖν 的逻辑主语是省略的宾格“拉刻代蒙人”,而非主权句主语(雅典人)。间接疑问句中的 διέλθωσιν 是熟虑语气虚拟语气(deliberative subjunctive),表达他们对“该从何处通过”的困惑。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.107.1-1.107.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.107.1-1.107.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。