- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:319.5-320.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯忒法诺阐释了周期句文体相对于连珠式文体的特征与划分(节数及换气),并借助德摩斯梯尼和伊索克拉底《节日颂辞》等引文分析了句段中对偶修辞的不同构造。
9. [1409 a 31] Ἔστι δὲ ἡ εἰρομένη λέξις, φησίν, ἀηδὴς οἷα τὸ ἄπειρον,1 διότι οὐκ ἔχει τὸ πέρας αὑτῆς τηνικαῦτα ἤτοι τὴν ἀπόδοσιν. [1409 b 13] Ἀφελὴς λέγεται περίοδος ἡ μονόκωλος, ὡς ἡ παρὰ τῷ Δημοσθένει “εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;”2 ἡ δέ ἐστι περίοδος ἐν κώλῳ, οἷον ἡ δίκωλος, ἡ τρίκωλος, ἡ τετράκωλος, καὶ περαιτέρω ἑτέρα οὐκ ἔστιν· ἥτις ὀφείλει εἶναι τετελειωμένη, τῇ τε προτάσει δηλαδὴ καὶ τῇ ἀποδόσει, καὶ διῃρημένη, φησί, κατά τε τὴν πρότασιν κατά τε τὴν ἀπόδοσιν, καὶ εὐανάπνευστος διὰ τὸ σύντομον ἀμφοῖν· οὐδὲ γὰρ σχοινοτενής ἐστιν. οὐκ ὀφείλει δὲ διαιρεῖσθαι διὰ τῆς σῆς ἐν τῷ ἄσθματι στενοχωρίας, ἀλλὰ τῷ πράγματι καὶ τῇ ἀληθείᾳ αὐτῇ, ὁποία ἡ σύντομος περίοδος. [1409 b 29] ‘Ἡ δὲ μακρὰ ἀναβολὴ τῷ ποιητῇ κακίστη.’ αὕτη ἡ ἀντιπαρῴδησις τοῦ Ἡσιοδείου στίχου ἐστὶ τὸ σκῶμμα τοῦ Χίου. ἁρμόττει δὲ τὸ τοιοῦτον σκῶμμα καὶ εἰς τὴν μακροκωλίαν λέγειν ἡ δὲ μακροκωλία τῷ ποιήσαντι κακίστη’. [1409 b 33] Ἐθαύμασα πολλάκις’, φησὶν ἐν τῷ προοιμίῳ ὁ Ἰσοκράτης τοῦ Πανηγυρικοῦ, ‘τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων, ὅτι τὰς μὲν τῶν σωμάτων εὐεξίας οὕτω μεγάλων δωρεῶν ἠξίωσαν, τοῖς δὲ ὑπὲρ τῶν κοινῶν ἰδίᾳ πονήσασι τούτοις οὐδεμίαν τιμὴν ἀπένειμαν’ ἤγουν τοῖς προγόνοις ἡμῶν ἐκείνοις. [1410 a 4] καὶ γὰρ ἐναντίον ἡ ὑπομονὴ ἡ ἐν οἴκῳ, ἡ ἀκολούθησις ἡ εἰς πόλεμον καὶ τὸ ἱκανόν· ὀλίγον γὰρ τῷ πλείονι τῆς περιουσίας. πάλιν ἦν ὅμοιον καὶ τοῦτο· [1410 a 5] ‘ὥστε καὶ τοὺς χρημάτων δεομένους ὤνησαν ἤγουν τοὺς πτωχοὺς ἀκολουθήσαντας εἰς τὸν πόλεμον καὶ τοὺς μὴ ἀναγκασθέντας ἀκολουθῆσαι ὤνησαν ἐάσαντες αὐτοὺς οἴκοι ἀπολαύειν τῶν χρημάτων’· οἱ μὲν οὖν ἐκτήσαντο, οἱ δὲ ἀπήλαυσαν, κτῆσις δὲ ἐναντίον τῇ ἀπολαύσει, εἴπερ ἡ μὲν τοῖς πένησι προσεγένετο, τοῖς δὲ πλουσίοις ἡ ἀπόλαυσις· καὶ ταῦτα δὲ ἀπὸ τοῦ Πανηγυρικοῦ Ἰσοκράτους. ἐν τῷ αὐτῷ λόγῳ φησὶν Ἰσοκράτης ‘ὁρῶσα περὶ μὲν τὰς ἄλλας πράξεις ἡ πόλις ἡμῶν οὕτω ταραχώδεις οὔσας τὰς τύχας, ὥστε πολλάκις ἐν αὐταῖς καὶ τοὺς φρονίμους ἀτυχεῖν καὶ τοὺς ἀνοήτους κατορθοῦν’ καὶ τὰ ἑξῆς. ἐνταῦθα τὸ ἐναντίον ἐδόθη τῷ ἐναντίῳ καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ τοὺς φρονίμους γὰρ ἀτυχεῖν ἐναντία τὰ δύο3 καὶ τὸ τοὺς ἄφρονας κατορθοῦν ἐναντία τὰ δύο. τὰ δὲ προλαβόντα παραδείγματα οὐχὶ τοιαῦτα, ἀλλὰ δυσὶν ἐναντίοις τὸ αὐτὸ καὶ ἓν ἐπέζευκται· ἀμφοτέρους γὰρ ὤνησαν, καὶ τοὺς πένητας καὶ τοὺς πλουσίους. ἀπὸ τοῦ αὐτοῦ λόγου καὶ τὸ ‘τῆς ἠπείρου, ἀλλὰ καὶ τῆς θαλάσσης παρὰ πάντων Ἑλλήνων ἔλαβον τὴν ἀρχὴν οἱ ἡμῶν πρόγονοι’, δυσὶν ἐναντίοις κώλοις ἕν τι ἀποδέδοται ἡ ἀρχή· ἐναντίον γὰρ ἤπειρος καὶ θάλασσα καὶ τὸ εὐθὺς καὶ τὸ οὐκ εὐθύς ἤγουν τὸ οὐ πολὺ ὕστερον. καὶ πάλιν [1410 a 10] ‘ὁ Ξέρξης ἔνδοξος ἐγένετο πεζεύσας διὰ τῆς ὑγρᾶς καὶ πλεύσας διὰ τῆς ξηρᾶς’, δυσὶν ἐναντίοις κώλοις τὸ αὐτὸ καὶ ἓν ἀπεδόθη. ἀπὸ τοῦ αὐτοῦ καὶ τοῦτο λόγου [1410 a 12] ‘φύσει γὰρ ὄντες πολῖται οἱ ἡμέτεροι πρόγονοι νόμῳ τοῦ ὑπὲρ τῶν Ἑλλήνων πολέμου ἔξω τῶν ὁρίων τῆς πόλεως ἐστρατοπέδευον σφαττόμενοι καὶ προκινδυνεύοντες,’ καὶ τοῦτο ἀπὸ τοῦ αὐτοῦ λόγου· τὰ δύο κῶλα ἐναντία, τὸ πολίτας εἶναι καὶ ἔχοντας ἐξουσίαν καὶ τὸ ἐξορίζεσθαι παρ’ ἑαυτῶν· φησὶ γὰρ ἀνώτερον ὁ Ἰσοκράτης “ἔτι δὲ κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν, τοὺς δὲ μετοικεῖν”, εἶτα τὸ προειρημένον ἐπέθηκεν· ἐναντίον δὲ φύσις καὶ νόμος· ἀπόδοσις δὲ ἄλλη καὶ ἄλλη, ὡς οἶμαι· οἱ μὲν γὰρ ἀποικοῦντες καὶ ἐξορίζοντες ἑαυτοὺς ἦσαν θαυμαστοὶ καὶ γενναῖοι, οἱ δὲ ἀπομένοντες ἢ καὶ τυραννοῦντες κακοί.
9. “连珠式文体”,他说,“像无定限之物一样令人不悦”,因为彼时它没有自身的限度,即归结从句。 由单一节构成的周期句被称为“平淡的”,正如德摩斯梯尼文中的:“那么,假若那人有能力,你们便会遭受之事,你们在有机会施行时竟连这也不敢去施行,难道你们不感到羞耻吗?”而另一种是由句段构成的周期句,例如由二节、三节或四节构成,其外便再无其他;他说,这种周期句应当是完满的(显然是在条件从句和归结从句两方面),并且依条件从句和归结从句而“被分割”,又因两者的简要而“易于一口气读完”;因为它并非延绵冗长。但它被分割,不应当是由于你在喘息时的困迫,而是应当依事物和真理本身,简要的周期句正是如此。 “长久的延宕对诗人最为不利”。这一对赫西俄德诗行的戏仿是那位基俄斯人的嘲谑。这种嘲谑亦适合于论及使用过长句段之时:“使用过长句段对作者最为不利”。 “我屡次感到惊异”,伊索克拉底在《节日颂辞》开篇中说,“召集盛会并设立竞技赛会的人们,认为身体的健美配得上如此巨大的赏赐,而对为了公共利益独自辛劳的人们,对这些人”,即对我们的那些先祖,“却未曾分配任何荣誉”。 因为留居家园,与从军出征以及具备充足资力乃是相反的;少与巨额财富相对。这亦是相类似的: “以致他们既使需要资财的人”,即从军出征的穷人,“得益,又使未被强迫出征的人得益,任由他们留在家中享用资财”。前者获得了资财,后者享用了资财,而获得与享用相反,因为前者归于穷人,享用则归于富人。这些亦出自伊索克拉底的《节日颂辞》。在同一篇演说中,伊索克拉底说:“我们的城邦看到在其他行事上命运如此动荡,以致常常在其中明智之人失败而愚拙之人成功”等等。此处相反之物被给予相反之物,相反之物亦被给予相反之物;因为明智之人失败,这两者是相反的,愚蠢之人成功,这两者亦是相反的。然而先前的例子并非如此,而是向两个相反之物联结了同一个且唯一的事物;因为他们使双方,即穷人与富人都得益了。出自同一篇演说的还有“我们的先祖不仅从全体希腊人那里获得了大陆的统治权,而且获得了海洋的统治权”,在此向两个相反的句段对应了统治权这单一的事物;因为大陆与海洋是相反的,立即与并非立即(即不久之后)亦是相反的。再者,“薛西斯在湿处步行并在干处航行而声名显赫”,向两个相反的句段对应了同一个且唯一的事物。 这亦出自同一篇演说:“因为我们的先祖天生是公民,却依为了希腊人而进行的战争之法,在城邦疆界之外安营扎寨,遭屠戮并身涉险境”。这亦出自同一篇演说。两个句段是相反的:身为公民并享有权柄,与由自身自愿流亡;因为伊索克拉底在前面说“当祖国仍属共同之时,一部分人施行僭主统治,另一部分人迁居别处”,随后加上了前述的内容;而天性与法律是相反的。但在我看来,归结各不相同:因为那些殖民外地并自愿流亡的人是令人赞叹且高尚的,而留下来甚至施行僭主统治的人则是邪恶的。
- 3.9οἷα τὸ ἄπειρον
οἷα 为中性复数宾格的副词性用法,意为“如同……”、“正如……”,后接名词 τὸ ἄπειρον,用以比喻说明连珠式文体(ἡ εἰρομένη λέξις)令人不快(ἀηδής)的状态或缘由。
- 3.9εἰ μηδ’ ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;
引自德摩斯梯尼《第一奥林索斯演说》的复杂嵌套条件句。在隶属于主句 οὐκ αἰσχύνεσθε 的条件从句 εἰ ... οὐ τολμήσετε 内部,嵌入了带潜势条件句的关系分句(ἃ πάθοιτ’ ἄν, εἰ δύναιτ’ ἐκεῖνος),其先行词 ταῦτα 充当不定词 ποιῆσαι 的宾语。
- 3.9τὸ τοὺς φρονίμους γὰρ ἀτυχεῖν ἐναντία τὰ δύο
带定冠词的宾格不定词短语 τὸ τοὺς φρονίμους ἀτυχεῖν 整个充当主语,述谓名词短语 ἐναντία τὰ δύο(“两者是相反的”)后置,省略了系动词 ἐστί。
