- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:320.24-322.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺继续解释对仗句中的相反关系及其推论式结构,随后注解了句段字数相等的“等节句(parison)”以及句首或句尾发音相似的“同韵句(paromoion)”(如首句重复与尾韵)的定义与具体例证。
[1410 a 13] “οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο”· ἀπὸ ἄλλου χωρίου τοῦτο. ἐναντίοις κώλοις μία ἀπόδοσις, ἡ δυστυχία. [1410 a 14] ‘καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις.’ καὶ γάρ φησιν ‘αἰσχρὸν μὲν ἰδίᾳ τοῖς βαρβάροις οἰκέταις ἀξιοῦν χρῆσθαι, δημοσίᾳ δὲ τοσούτους τῶν συμμάχων περιορᾶν αὐτοῖς δουλεύοντας’· ἀπὸ τοῦ Πανηγυρικοῦ καὶ τοῦτο λόγου. ἄτοπόν φησιν ἡμᾶς ἔχειν οἰκέτας βαρβάρους, παρορᾶν δὲ πολλοὺς τῶν συμμάχων ἡμῖν Ἑλλήνων δούλους εἶναι τῶν βαρβάρων· ἄξιον οὖν πολεμεῖν ἡμᾶς τοῖς Πέρσαις τοῖς δουλαγωγοῦσι τοὺς Ἕλληνας. ἐναντία οὖν ἐνταῦθα τὸ ἰδίᾳ, τὸ κοινῇ, τὸ βαρβάρους, τὸ Ἕλληνας. [1410 a 17] Ὥσπερ ὁ Λασθένης ῥήτωρ ἦν ἀλλὰ καὶ προδότης Ὀλυνθίων εἰς Φίλιππον καὶ ὁ Τιμόλαος Θηβῶν, οὕτω φέρε εἰπεῖν καὶ ὁ Πειθόλαος καὶ ὁ Λυκόφρων τινῶν Ἑλληνίδων πόλεων ὑποφόρων ταῖς Ἀθήναις. ὄντες οὖν ἐν ταύταις ταῖς πόλεσιν ἐπώλουν τοὺς ἐγχωρίους διὰ προδοσίας τοῖς ἐχθροῖς τῶν πόλεων, εἶτα οἱ πολέμιοι τοὺς πολίτας ὡς φίλοι ἀπατῶντες ἐχειροῦντο καὶ ᾐχμαλώτιζον. ἀπέστελλον οὖν τοὺς ἁλόντας οἱ πολέμιοι πρὸς τὴν μητρόπολιν τὰς Ἀθήνας, ἵν’ ἀγορασθεῖεν. πάλιν οὖν ἐρχόμενοι εἰς Ἀθήνας οἱ προδόται ἐκεῖνοι τὰ λήια ἠγόραζον ἐκείνους τοὺς αἰχμαλώτους, ἵνα καὶ πάλιν πλείω παρ’ ἐκείνων κερδήσωσι. τίς οὖν ἐν δικαστηρίῳ παρὰ Ἀθηναίοις ὁρῶν τὰ δρώμενα εἶπεν ὅτι1 ‘οἱ ῥήτορες οὗτοι καὶ πωλοῦσιν ὑμᾶς οἴκοι καθήμενοι καὶ εἰς ὑμᾶς νῦν ἐλθόντες πάλιν ἀγοράζουσιν ὑμᾶς’. [1410 a 21] Καὶ ὅτι ἔοικε συλλογισμῷ. ὥσπερ γὰρ ὁ ἔλεγχος τὸ ἀντικείμενον συνάγει τῷ συμπεράσματι, οὕτω καὶ ὁ παρὼν συλλογισμὸς ὥσπερ ἐν τρίτῳ σχήματι ‘οὗτοι πωλοῦσιν ὑμᾶς, οὗτοι ἀγοράζουσιν ὑμᾶς· ἅμα οὖν οἱ πωλοῦντες ὑμᾶς ἀγοράζουσιν ὑμᾶς καὶ οἱ ἀγοράζοντες ὑμᾶς ἅμα καὶ πωλοῦσιν ὑμᾶς’. [1410 a 23] Πάρισόν ἐστιν, ἐὰν ἴσα τὰ κῶλα, οἷον τὸ Δημοσθενικόν· “τὸ λαβεῖν οὖν τὰ διδόμενα”, ἐννεασύλλαβον, “ὁμολογῶν ἔννομον εἶναι”, καὶ τοῦτο ἐννεασύλλαβον, “τὸ χάριν τούτων ἀποδοῦναι”, καὶ τοῦτο ὡσαύτως, εἶτα κομμάτιον “παρανόμων γράφῃ”. παρόμοιον δέ, ἐὰν ἔχῃ ὁμοιότητα κατὰ τὰς ἀρχὰς ἢ ὁμοιοτέλευτα ᾖ· κατ’ ἀρχὰς μέν, οἷον “προσήκει προθύμως” καὶ τὸ παρὰ Πλάτωνι ἀπὸ τοῦ Συμποσίου “Παυσανίου παυσαμένου”· πρὸ μὲν γὰρ τοῦ Παυσανίου ἔλεγεν ὁ Φαῖδρος, μετὰ δὲ Παυσανίαν Ἀριστόδημος ἐπιλέγει· ὁ δὲ λόγος τούτοις περὶ ἔρωτος ἦν. [1410 a 24] Εἶπεν ὁ Ἀριστοτέλης “ἐὰν ὅμοια τὰ ἔσχατα”, ἐπειδὴ δὲ καὶ ἡ ἀρχὴ ἔσχατον λέγεται καὶ τὸ τέλος,2 ὅρα σημειοῦται πάλιν περὶ ἀμφοῖν. [1410 a 26] Καὶ ἀρχὴ μὲν τὰ ὀνόματα ἢ ταὐτὰ τῇ ψοφήσει, ὡς τὸ ἄργον καὶ τὸ ἀγρόν, ἢ ταὐτὰ καὶ πάντῃ, ὡς τὸ “Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε”· ἰδοὺ Χριστός, Χριστός, Χριστός, ἃ ὁ Ἑρμογένης καὶ ἐπαναφορὰς λέγει. ἐν δὲ τῷ τέλει αἱ ἔσχαται συλλαβαί εἰσιν ὅμοιαι, ὡς τὸ δοξάσατε ἀπαντήσατε καὶ τὸ “τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν” καὶ τὸ τετοκέναι γεγονέναι, φροντίσιν ἐλπίσιν· ἢ ἡ πτῶσις τοῦ αὐτοῦ, ὡς τὸ [1410 a 33] χαλκοῦς καὶ τὸ χαλκοῦ· τὸ γὰρ χαλκοῦ πτῶσις
“因为他们中的一些人悲惨地灭亡了”。这是出自另一处。向相反的句段对应了单一的归结从句,即不幸。 “并且在私事上对蛮族人”。因为他确实说:“在私下认为使唤蛮族人为仆役是理所应当的,在公事上却对盟友中如此多的人沦为他们的奴隶视而不见,这是可耻的”。这也出自《节日颂辞》这篇演说。他说,我们拥有蛮族人作为仆役,却对作为我们盟友的许多希腊人沦为蛮族人的奴隶视而不见,这是荒谬的;因此,我们理当对那些将希腊人掠为奴隶的波斯人开战。因此在这里,“私下”与“公开”,“蛮族人”与“希腊人”是相反的。 正如拉斯特涅斯是演说家但也是奥林索斯人向腓力的背叛者,提摩拉奥斯是底比斯人的背叛者一样,举例来说,佩托拉奥斯和吕科弗隆也是向雅典纳贡的某些希腊城邦的背叛者。因此,他们留在这些城邦中,通过叛国将本地人出卖给城邦的敌人,随后敌人假充友人欺骗市民,将他们制服并俘虏。于是敌人将俘虏解送到母邦雅典,以便他们被赎买。因此那些背叛者再次来到雅典,将那些俘虏作为战利品买下,以便再次从他们身上获取更多利益。于是在雅典人法庭中看到所发生之事的一人说道:“这些演说家既坐在家中出卖你们,如今来到你们这里又再次买下你们”。 “并且因为它类似于推论”。因为正如反驳推导出与结论相对之物一样,当前的推论亦仿佛处于第三格:“这些人出卖你们,这些人买下你们;因此,出卖你们的人同时也买下你们,买下你们的人同时也出卖你们”。 若是句段字数相等,则是“等节句”,例如德摩斯梯尼的文句:“接受所赠之物”(九个音节),“承认是合法的”(这也是九个音节),“对此给予回报”(同样如此),接着是短句“以不法案起诉”。若是开头相似或押尾韵,则是“同韵句”:在开头方面,如“热切地相称”,以及柏拉图《会饮篇》中的“在鲍萨尼亚斯停下时”;因为在鲍萨尼亚斯之前是斐德罗发言,而在鲍萨尼亚斯之后是阿里斯托德摩斯接着说;他们的言论都是关于爱的。 亚里士多德说“如果两端相似”,但由于开头被称为“端”,结尾亦被称为“端”,看啊,他再次对这两者都作了说明。 在开头方面,名词或者在发音上相同(如“懒惰的”与“田野”),或者在各方面皆相同(如“基督降生,赞美吧;基督自天而来,迎接吧;基督在地上,升高吧”;看啊,“基督”,“基督”,“基督”,赫尔摩革尼斯亦称之为首句重复)。而在结尾方面,末尾音节相似,如“赞美吧”、“迎接吧”,以及“他认为应当援助城邦并为他复仇,这一事我也将试图去做”,还有“已经生下”、“已经成为”,“在忧虑中”、“在希望中”;或者是同一词的格变化,如“铜制的(主格)”与“铜制的(属格)”;因为“铜制的(属格)”是格变化。
- 3.9τίς οὖν ἐν δικαστηρίῳ παρὰ Ἀθηναίοις ὁρῶν τὰ δρώμενα εἶπεν ὅτι
尽管文本中带有锐音符写作 τίς,但上下文并非疑问句,而是叙述雅典法庭上目睹事态的“某个人”所说的话。由于处于从句开头,非重读的不定代名词 τις 在此受前置影响带上重音,应理解为不定代名词(“某人……说道”)。
- 3.9ἐπειδὴ δὲ καὶ ἡ ἀρχὴ ἔσχατον λέγεται καὶ τὸ τέλος
针对亚里士多德原文“如果两端(ἔσχατα)相似”,此处由表原因的连词 ἐπειδή 引导的从句解释了形容词 ἔσχατον(极端、端点)既可以指“开头(ἡ ἀρχή)”也可以指“末尾(τὸ τέλος)”的双重涵义。
