← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§317.21-319.4

培昂格的分类与连珠式文体结构

针对《修辞学》卷三第8章关于散文节奏的论述,注释者解说了三种舞蹈、扬抑格的特征、培昂格的四种形式及其音步比率(半倍比)与诗例。随后在第9章中,结合具体例证阐释了由连接词构成的连珠式文体以及归结从句延宕的句法结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8

8. [1408 b 36] Τρία εἴδη ὀρχήσεων· σίκινις ἡ ἱερά, ᾗ χρῶνται ἐν τοῖς θείοις ναοῖς οἱ χειρονομοῦντες ἐρρωμένοι, πυρρίχη ἡ ἐνόπλιος, ᾗ χρῶνται οἱ στρατιῶται κατὰ ξιφῶν καὶ μετὰ ξιφῶν κυβιστῶντες καὶ οἱ ἐν ταῖς γαμηλίοις παιδιαῖς παίζοντες μετὰ σπάθης, τρίτη ὁ κόρδαξ, ᾧ οἱ ἀγοραῖοι ὀρχησταὶ κέχρηνται. ὁ τροχαῖος οὖν κορδακικώτερος τοῦ ἰάμβου ἐστὶν ἤγουν εὐκινητότερος ὡς ἀρχόμενος ἀπὸ μακρᾶς. [1409 a 1] Λείπεται δὴ παιάν. τέσσαρές εἰσιν οἱ παιᾶνες ἀπὸ τοῦ ποσοῦ τῆς μακρᾶς παρωνομασμένοι· πρῶτος ὁ ἔχων τὴν πρώτην μακρὰν καὶ τὰς λοιπὰς τρεῖς βραχείας, δεύτερος ὁ ἔχων τὴν δευτέραν μακράν, τὴν δὲ πρώτην καὶ τὰς τελευταίας δύο βραχείας, τρίτος ὁ ἔχων τὴν τρίτην μακράν, τὰς δὲ πρὸ αὐτῆς δύο καὶ τὴν τελευταίαν βραχείας, τέταρτος ὁ ἔχων τὴν τετάρτην μακράν, τὰς δὲ πρὸ αὐτῆς τρεῖς βραχείας, ὡς Στησίχορος, Ὀνήσιμος, Φιλόδημος, Ἐπιγένης. [1409 a 3] Ἔστι δὲ τρίτος ὁ παιάν· πρῶτος γὰρ ὁ ἡρῷος, δεύτερος ὁ τροχαῖος, ὧν ἐχόμενος1 ἤτοι ἐφεξῆς κείμενος ὁ παιάν, ὃς πεντάχρονός ἐστιν ἐν ἡμιολίῳ λόγῳ θεωρούμενος· ὡς τρία γὰρ πρὸς δύο ἐστίν, ὡς αἱ τρεῖς βραχεῖαι τοῦ πρώτου παιᾶνος πρὸς τὴν πρώτην τὴν μακράν, ἣ δύο χρόνων ἐστίν. ἐκείνων δὲ τῶν δύο ὁ μὲν ἡρῷός ἐστιν ἓν πρὸς ἓν ἤγουν ἴσον πρὸς ἴσον· αἱ γὰρ δύο βραχεῖαι συλλαβαὶ τὸν αὐτὸν λόγον ἔχουσιν, ὃν καὶ ἡ πρώτη ἡ δύο χρόνων οὖσα· τετράχρονος γὰρ ὁ ἡρῷος, δύο πρὸς δύο, ἴσον πρὸς ἴσον· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἓν πρὸς ἕν. ὁ δὲ τροχαῖός ἐστιν ἐν λόγῳ διπλασίῳ· δύο γὰρ χρόνοι πρὸς ἕνα χρόνον. [1409 a 5] ἔχεται δὲ τῶν λόγων τούτων2 ὁ ἡμιόλιος ἤγουν ὁ παιὰν ἔχει παρ’ ἑαυτῷ καὶ τοὺς δύο τούτους λόγους — ◡ ◡ ἤγουν τὴν ἰσότητα, ἣν ἀνώτερον εἶπεν ἓν πρὸς ἕν, ἥτις ἐστὶ τοῦ ἡρῴου· δύο γὰρ πρὸς δύο· ἀλλὰ καὶ τὸν διπλάσιον, ὃν ἀνώτερον εἶπε δύο πρὸς ἕν, ὅς ἐστι τοῦ τροχαίου· ἡ μὲν γὰρ μακρὰ καὶ αἱ τρεῖς βραχεῖαι παιάν, ἡ δὲ μακρὰ καὶ αἱ δύο βραχεῖαι ἡρῷος, ἡ δὲ μακρὰ καὶ ἡ βραχεῖα ὁ τροχαῖος, αἱ δὲ τρεῖς βραχεῖαι μόναι χορεῖος. τοσαῦτα μέτρα ὁ παιὰν περιέχει. [1409 a 14] ‘Δαλογενὲς’ πρῶτος παιάν. ‘ἥ τε Λυκί’ πρῶτος παιάν. ‘ἂν καὶ’ σπονδεῖος. ‘χρυσεοκό’ παιάν. ‘μα, ἕκατε’ παιάν. ‘παῖ Διός’ δάκτυλος. ἑξάπους ὁ στίχος. εἴς τε τὴν Ἄρτεμιν ἢ καὶ τὴν Λυκίαν ἔχει ὁ ὕμνος εἴς τε τὸν Ἀπόλλω. [1409 a 16] ‘Μετὰ δὲ γᾶν’ τέταρτος παιάν. ‘ὕδατά τ’ ὠ’ τέταρτος παιάν. ‘κεανὸν ἠ’ τέταρτος παιάν. ‘φάνισε νὺξ’ καὶ τοῦτο ὁμοίως.

8. 舞蹈有三种:神圣的西金尼斯舞,即强健的手势舞者在神庙中所使用的;武装的皮利克舞,即士兵们跨剑并在佩剑相随翻滚时所使用的,以及人们在婚礼娱乐中持宽剑嬉戏时所使用的;第三种是科尔达克斯舞,为市井舞者所使用。因此扬抑格比抑扬格更具科尔达克斯风格,也就是更为轻捷灵动,因为它是以长音开头的。 “余下的便是培昂格了”。培昂格有四种,依长音的位置而得名:第一种是首音节为长音、其余三个为短音;第二种是第二个音节为长音、首音节和最后两个为短音;第三种是第三个音节为长音、其前面的两个和最后一个为短音;第四种是第四个音节为长音、其前面的三个为短音,如斯忒西科罗斯、俄涅西莫斯、斐洛得摩斯、厄庇革涅斯。 “第三种是培昂格”。因为第一种是史诗格,第二种是扬抑格,紧随它们之后、亦即依次排列的是培昂格,它有五拍,被视为处于半倍的比率中;因为它是三对二,正如第一培昂格的三个短音对具有两拍的第一长音一样。而在前两者中,史诗格是一比一,即同等对同等;因为两个短音节与具有两拍的第一音节具有相同的比率;因为史诗格是四拍,二对二,同等对同等;这是他通过说“一比一”所表明的。而扬抑格则处于倍数比率中;因为是两拍对一拍。 “半倍比率依附于这些比率”。也就是说,培昂格自身同时具备这两种比率:— ◡ ◡,即同等性(他此前称之为“一比一”,属于史诗格;因为是二对二);同时也具备倍数比率(他此前称之为“二比一”,属于扬抑格)。因为一长三短是培昂格,一长二短是史诗格,一长一短是扬抑格,仅三短则是霍雷奥斯格。培昂格包含着如此众多的节律。 “提洛出生的”是第一培昂格。“以及吕基亚的”是第一培昂格。“无论”是扬扬格。“金发的”是培昂格。“射神啊,远射者”是培昂格。“宙斯之子”是长短短格。这行诗有六音步。这首赞歌既是献给阿耳忒弥斯(或吕基亚),亦是献给阿波罗的。 “大地之后”是第四培昂格。“水,以及大”是第四培昂格。“洋”是第四培昂格。“夜色遮蔽了”,这亦同样如此。

§3.9

​9. [1409 a 24] Εἰρομένη λέξις· ἡ τῷ συνδέσμῳ μία. σύνδεσμος λέγεται, ὡς καὶ ὄπισθεν ἔμαθες, καὶ ἡ ἀπόδοσις, ἥτις, εἰ μὴ αὐτόθεν ῥηθείη ἀλλὰ μακρόθεν, καὶ ἀναβολὴ λέγεται. καὶ παρὰ τοῖς διθυράμβοις δῆλον τὸ ὄνομα· τότε γὰρ τελειοῦται ἡ ἑλληνίζουσα φράσις, ὅταν ἡ ἀπόδοσις τεθῇ, ὡς τὸ “Ἡροδότου Θουρίου”· μέχρι τούτου ὁ λόγος ἔτι ἀτελής· εἰ δὲ προστεθείη καὶ τὸ “ἥδ’ ἱστορίης ἀπόδειξις”, γέγονέ τε τῷ λόγῳ σύνδεσμος καὶ ἑνοείδεια. τοιοῦτον καὶ τὸ “ὃ γὰρ οἷς ἂν ἐγὼ ληφθείην πάντα πράττων” καὶ τὰ ἑξῆς· ἡ γὰρ πρότασις καὶ ἡ ἀπόδοσις ὡς ἕν τι γίνεται. λέγονται δὲ τὰ τοιαῦτα ἀναβολαί, ἢ διότι ἀναβάλλεται καὶ ὁ λέγων ἀλλὰ καὶ ὁ ἀκροατής, ὁ μὲν καὶ ἔτι τὴν ἀπόδοσιν,3 ὁ δὲ τὴν τοῦ λείποντος ἄκουσιν. [1409 a 26] Στροφὴ καὶ ἀντίστροφος καὶ ἐπῳδὸς παρὰ τοῖς λυρικοῖς λέγεται. ὀφείλει οὖν ἡ ἀντίστροφος ἢ ἐλάττων εἶναι τῆς στροφῆς ἢ συντομωτέρα. οὕτω καὶ ὁ Ἑρμογένης περὶ κώλων λέγων εἴρηκε.

​9. “连珠式文体”:即以连接词联为一体的文体。正如你此前学到的,连接词亦被称为归结从句,若归结从句不是直接说出,而是隔开很远才说出,便亦被称为延宕。在酒神颂诗人们那里这个名称亦是显明的;因为只有当归结从句被置出时,纯正希腊式的表达才告完成,正如“图里伊的希罗多德”;言辞至此仍未完成;但若加上“此乃其探究之展示”,言辞中便产生了连接与统一步调。诸如“因为凡做一切能使我被擒之事的人”及其后续部分亦是如此;因为条件从句与归结从句融为一体。这类表达被称为延宕,或者是因为说者和听者都在延宕:前者延宕归结从句,后者延宕对所缺内容的聆听。 在抒情诗人们那里讲到主歌、对应歌和尾歌。因此对应歌应当要么小于主歌,要么比主歌更短小。赫尔墨革涅斯在论述句段时亦是如此说的。

§3.8

​8. [1409 a 17] “Μετὰ δὲ γᾶν ὕδατά τ’ ὠ.” ἐν ἀρχῇ γὰρ ἦν ἔρεβος καὶ χάος· καὶ ὡς ὁ θεολόγος Μωσῆς φησιν, ὅτι ἐγένετο ὁ οὐρανὸς καὶ ἡ γῆ μετὰ τῶν ὑδάτων καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου· ὃ δηλοῖ ὁ Ὀρφεὺς οἶμαι ἐνταῦθα νύκτα.

​8. “大地之后与水,以及大”。因为起初有厄瑞玻斯与混沌;正如神学家摩西所言,天与地连同水一同产生,渊面黑暗;我认为奥菲斯在此处通过“夜”所指明的就是这一点。

语法注3 条
  1. 3.8ὧν ἐχόμενος

    中动形动词 ἔχομαι 支配属格补足语(ὧν),意为“紧随……之后”或“毗连于……”。注释者用 ἤτοι ἐφεξῆς κείμενος(即依次排列)对其进行阐释,表明它紧接在史诗格和扬抑格之后的位置顺序。

  2. 3.8ἔχεται δὲ τῶν λόγων τούτων

    在亚里士多德原文引句中,ἔχεται 带属格 τῶν λόγων τούτων,本义为“与这些比率相连/毗邻”,但注释者将其解释为主动态和包容性的含义,即 ἔχει παρ’ ἑαυτῷ καὶ τοὺς δύο τούτους λόγους(在自身内部兼具这两种比率),借此阐明培昂格兼具史诗格的1:1与扬抑格的2:1比率。

  3. 3.9ὁ μὲν καὶ ἔτι τὴν ἀπόδοσιν

    此处省略了前文的动词 ἀναβάλλεται(延宕、推迟),支配两个宾格宾语(τὴν ἀπόδοσιν 与 τὴν τοῦ λείποντος ἄκουσιν)。在 ὁ μέν(说者)与 ὁ δέ(听者)的对照中,同一个谓语动词分别补充适用于不同的动作对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:317.21-319.4