← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§315.28-317.20

诗律特征与词义辨析及语调传情

斯忒法诺阐释了《修辞学》卷三第1、3、5、6、7章的相关文句,讨论了扬抑四步格与史诗六步格中的催抑格特性,辨析了数个词语的含义(如 kateuorkesantas、antimimon、artiasmos 等),并论及通过匮乏进行表述的修辞手法以及发音语调与情感表达的协调。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

1. [1404 a 30] Ἀλλ’ ὥσπερ ἐκ τῶν τετραμέτρων εἰς τὸ ἰαμβεῖον μετέβησαν. τοῦτο ἀνώτερον εἴρηται, ὅτι οἱ ἀρχαιότεροι ποιηταὶ τροχαϊκοῖς ἐχρῶντο, ἃ λέγεται τετράμετρα διὰ τὸ μέχρις ὀκτὼ ποδῶν βαίνειν κατὰ διποδίαν μετρούμενα· ὧν τετραμέτρων ἀρετή ἐστι τὸ εἶναι τροχαϊκὸν τετράμετρον καταληκτικόν,1 οἷόν ἐστι παρὰ τῷ Ἑρμογένει παραμυθηθὲν τὸ ‘‘οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται συμφορᾷ’’. οὗτος ἀστρά’ διποδία τροχαϊκὴ ὡς ἓν μέτρον εἰλημμένη. ‘τευτος ἑάλω’ ἑτέρα καὶ τοῦτο διποδία ὡς ἓν καὶ αὐτὴ μέτρον ἀπὸ τοῦ τροχαίου καὶ ἀντιδακτύλου ἤγουν ἀναπαίστου (οὗτος γὰρ καὶ ἀντιδάκτυλος λέγεται). ‘καὶ κέχρηται’ ἑτέρα καὶ τοῦτο διποδία ἀπὸ τροχαίου καὶ σπονδείου. ἰδοὺ τὸ πᾶν τρίμετρόν ἐστι τὸ “οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται”, τὸ δὲ ‘συμφορᾷ’ ἑτέρα διποδία τάχα λειπομένη μιᾶς συλλαβῆς ἀπὸ τροχαίου συνισταμένη καὶ μιᾶς συλλαβῆς τροχαίου, τῆς ρᾷ δηλαδὴ συλλαβῆς· διὰ τοῦτο καὶ καταληκτικὸν λέγεται τὸ ὅλον τετράμετρον τροχαϊκόν. εἰ δὲ εἶχε καὶ * τὴν ἑτέραν συλλαβήν, ἐλέγετο ἂν τροχαϊκὸν τετράμετρον ἀκατάληκτον· ἀλλ’ ἀρετὴ τοῦ τελείου τροχαίου αὕτη ἐστὶ τὸ εἶναι τροχαϊκὸν τετράμετρον καταληκτικόν, ὥσπερ καὶ τοῦ ἰάμβου ἀρετὴ τὸ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, ὡς τὸ “ὦ παντὸς ἔργου καὶ θεηγόρου λόγου”. τρίμετρα γάρ εἰσι τὰ ἰαμβικά· οἷς καὶ οἱ νέοι ποιηταὶ χρῶνται, ὡς φησιν. [1404 a 34] Οἱ τὰ ἑξάμετρα ποιοῦντες. ἑξάμετρον τὸ ἡρωικόν ἐστι. τοῦτο οὐ κατὰ διποδίαν μετρεῖται. ἀρετὴ δὲ καὶ τούτου τὸ μὴ εἰς τέλειον ἡρωικὸν καταλήγειν, ἀλλὰ ἡρωικὸν ἑξάμετρον καταληκτικόν, ὡς πάντα σχεδὸν τὰ ἔπη τοῦ Ὁμήρου ἔχουσι· τὸ 〈δὲ〉 ἡρωικὸν ἑξάμετρον ἀκατάληκτον γίνεσθαι σπάνιόν ἐστιν, ὡς τὸ “καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα”.

1. “正如他们从四音步诗行转到抑扬格诗行一样”。这是前面提到过的事情,即较早的诗人们使用的是扬抑格诗律,这些诗律被称为“四步格(tetrametra)”,因为它们按双音步度量,可达到八个音步;这些四步格的优点在于成为催抑格扬抑四步格,正如在赫尔墨革涅斯那里被援引以为慰藉的诗句所展示的那样:“此人未受征召而被俘虏,且遭遇了灾祸(οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται συμφορᾷ)”。“οὗτος ἀστρά”是一个扬抑双音步,被作为一个节拍。“τευτος ἑάλω”是另一个双音步,它本身亦为一个节拍,由一个扬抑格和一个反长短短格即抑抑长格(因为这也叫反长短短格)构成。“καὶ κέχρηται”是又一个双音步,由一个扬抑格和一个扬扬格构成。看哪,“οὗτος ἀστράτευτος ἑάλω καὶ κέχρηται”整体是一个三步格,而“συμφορᾷ”则是另一个双音步,或许缺少一个音节,由一个扬抑格和一个扬抑格音节构成,即“ρᾷ”这个音节;正因如此,整个扬抑四步格被称为催抑格。如果它还有另一个音节,就会被称为无催抑格扬抑四步格;但完全的扬抑格的优点就在于成为催抑格扬抑四步格,正如抑扬格的优点是无催抑格抑扬三步格一样,例如“一切作为与宣讲神圣之言论的[人啊](ὦ παντὸς ἔργου καὶ θεηγόρου λόγου)”。因为抑扬格诗行是三步格;正如他所说的,年轻的诗人们也使用这些诗律。 “创作六步格的人”。六步格就是史诗律。这并不是按双音步来度量的。而它的优点亦在于不以完全的史诗律收尾,而是成为催抑格史诗六步格,正如荷马的几乎所有史诗诗行那样;而史诗六步格成为无催抑格则是罕见的,例如“以及善于拳击的波吕丢刻斯(καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα)”。

§3.3

3. [1406 a 1] Τὸ κατευορκήσαντας τινὲς οὕτω λέγουσι ‘τοὺς κατά τινος εὐορκήσαντας ἤτοι ἀληθεύσαντας ἐν τῷ κατὰ τοῦδέ τινος εἰπεῖν’. [1406 a 9] “Ἄθυρμα τῇ ποιήσει”, οἷον Θερσίτης. [1406 a 29] Ἀντίμιμον εἶπε, διότι τοῦ θυμικοῦ τὸ ἦθος καὶ ἡ τοῦ σώματος ἐμφαίνει διάθεσις· εἰ γάρ τις ἀνδρεῖός ἐστιν, ἀντιμιμεῖται καὶ ἡ ψυχὴ τὸ ἦθος τούτου. 4. [1407 a 1] Οἱ Σάμιοι, ὡς ἔοικεν, ὑπόφοροι ὄντες τοῖς Ἀθηναίοις ἐλυποῦντο, εἰ καὶ πολλάκις εὐεργεσίας ἐκεῖθεν ἐλάμβανον. 5. [1407 b 2] Τύχοι γὰρ ἄν τις ἐν τοῖς ἀρτιασμοῖς. ἀρτιασμὸς καὶ τὸ ἀρτιάζειν ἐστὶ τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξετάζειν τὸν συμπαίζοντα,2 πότερον ἀρτίους ἢ περιττοὺς κατέχει. οὕτω καὶ Πλάτων ἐν τῷ διαλόγῳ τοῦ Λύσιδος λέγει.

3. 关于“如誓以告(κατευορκήσαντας)”一词,有人这样解释道:“那些对某人如誓以告的人,即在针对某人的陈述中讲了真话的人”。 “诗作中的玩物”,例如忒耳西忒斯。 他说“对应模仿(ἀντίμιμον)”,是因为肉体的状态亦显露出意气用事者的品性格调;因为如果某人是勇敢的,灵魂亦对应模仿此人的品性格调。 4. 萨摩斯人看来作为雅典人的朝贡者而感到痛苦,尽管他们屡次从那里获得恩惠。 5. “因为某人在猜奇偶的游戏中可能会猜中”。猜奇偶(artiasmos)以及“玩猜奇偶(artiazein)”,是指抓起一把羊拐骨或别的东西,询问一同玩耍者手中握着的是偶数还是奇数。柏拉图在《吕西斯篇》的对话中亦是如此说的。

§3.6

​6. [1408 a 1] Καὶ τὸ Ἀντιμάχου χρήσιμον. τοῦτο εἶπε καὶ οὕτως κατ’ ἐμέ· τὸ ἐξ ὧν μὴ ἔχοι λέγειν τοιοῦτόν ἐστιν ἤτοι ἀφαιρεματικῶς ἢ ἐξ ἀναιρέσεως καὶ ἐκ τῶν στερήσεων λέγειν· οἷον εἴ τις εἴπῃ ἄλυρον τὸ μέλος τῆς σάλπιγγος καὶ τὸ τοῦ κώδωνος ἄχορδον, ἐκ τοῦ ἐναντίου δὲ πάλιν εἴποι τις ἀπὸ τῆς στερήσεως τὴν λύραν ἔχειν μέλος ἀσάλπιγκτον καὶ ἀκώδωνον. πῶς δὲ τοῦτο εἴποις ἐπὶ τοῦ Τευμησσοῦ; οἷον τὸ ὀλίγος στερητικόν ἐστι καὶ ἐξ ὧν οὐκ ἔχει· οὐ γὰρ πολύς ἐστι· στέρησις οὖν τις δοκεῖ τοῦ πολλοῦ τὸ ὀλίγος.

​6. “而安提马库斯的方法亦是有用的”。依我之见,他这样说是出于如下含义:所谓“从它所不具有的方面来表述”就是这样一类事情,即通过剥除,或者通过否定和匮乏来进行表述;正如有人若称军号的旋律为“无竖琴的”,称铃铛的声音为“无琴弦的”,相反又有人通过匮乏而说竖琴具有“无号角声的”和“无铃铛声的”旋律。但在忒乌墨索斯的情形下你该如何表述呢?例如“少”是具有匮乏性的,且出于它所不具有的方面;因为它并不多;因此“少”似乎是对“多”的一种匮乏。

§3.7

​7. [1408 a 16] Γράφεται καὶ πότνια σύ· τὸ γὰρ πότνια μέγα καὶ θαυμαστὸν καὶ θεῖον ὄνομα, τὸ δὲ σύ ἐφύβριστον καὶ εὐτελὲς ἄγαν. διὰ τοῦτο καὶ ἐν τοῖς ἱεροῖς λόγοις ὁ Χριστὸς λέγει ‘ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ ῥακά ἔνοχος ἔσται τῇ γεέννῃ’· τὸ γὰρ ὄνομα τοῦτο τὸ ῥακά κατ’ ἐνίους τῶν ἐξηγητῶν τὸ σύ δηλοῖ προσφώνημα μὴ καταδεχομένου κἂν τῷ οἰκείῳ ὀνόματι καλέσαι τὸν ἀδελφόν.3 [1408 b 9] Ἐὰν οὖν τὰ μαλακὰ σκληρῶς. ἔνστασίν τινα λύει· εἶπε γὰρ ἀνώτερον ὅτι ‘τὰ ὑβριστικὰ κατά τινος ῥήματα ἀπάγγελλε κἂν ἱλαρῶς’· εἶτα εἶπεν ἴσως ἄν τις ‘καὶ λοιπὸν ἆρά γε καὶ τὰ μαλακὰ καὶ προσηνῆ ῥήματα ἀπαγγελῶ ἐναντίως’ ἤγουν τραχείᾳ καὶ ὀργίλῳ τῇ ἐκφωνήσει. λύει οὖν τὸν λόγον ὁ φιλόσοφος· ‘οὐχί’, φησί, ‘μελάγχολός γὰρ καὶ ἀνακόλουθος ὀφθήσῃ’. παρακαλεῖ οὖν τὸν ἄνθρωπον μὴ εἶναι τραχύν, κἂν καὶ τὰ ὀνόματα ᾖ τραχέα· εἰ δὲ τὰ ὀνόματα ᾖ προσηνῆ, πολλῷ μᾶλλον καὶ προσηνῶς ταῦτα ἐκφωνήσεις.

​7. 亦有人写作“庄严的你啊(πότνια σύ)”;因为“庄严的(πότνια)”是一个崇高、令人赞叹且神圣的名称,而“你(σύ)”则是侮慢且极尽卑下的。正因如此,在圣言中基督亦说:“凡对弟兄说‘拉卡(ῥακά)’的,难免受地狱的刑罚”;因为据某些注释家所言,“拉卡”这一称谓意指“你”,是一个甚至不肯以本名称呼弟兄者的呼语。 “因此,如果将温和的事物严苛地[讲出]”。他正在消解某种异议;因为他前面曾说过:“针对某人的侮辱性言辞,至少当欢快地讲述”;于是或许有人会说:“那么我是否反过来亦应当把温和亲切的言辞”,即以粗暴且愤怒的发音,“讲述出来呢?”于是哲学家消解了这个论点:“不,”他说,“因为你会被看作狂躁且前后矛盾的。”因此他劝诫人们不要粗暴,即使言辞本身是粗暴的;但如果言辞是亲切的,你就更应当亲切地将它们发音念出。

语法注3 条
  1. 3.1ὧν τετραμέτρων ἀρετή ἐστι τὸ εἶναι τροχαϊκὸν τετράμετρον καταληκτικόν

    连接性关系词结构,关系形容词 ὧν 将先行词名词(τετραμέτρων)吸收入关系从句中。它指代前述全部扬抑四步格,同时反常地将这一诗律的“优点/规范特征(ἀρετή)”界定为催抑格(καταληκτικόν)而非完整格(ἀκατάληκτον)。

  2. 3.3τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξετάζειν τὸν συμπαίζοντα

    在由定冠词 τὸ 统领的不定式短语(ἐξετάζειν)中,不定式的逻辑主语通过泛指的宾格分词 δραξάμενον 体现。属格 ἀστραγάλων 是动词 δράσσομαι(抓住)所支配的部分属格。

  3. 3.7προσφώνημα μὴ καταδεχομένου κἂν τῷ οἰκείῳ ὀνόματι καλέσαι τὸν ἀδελφόν

    名词 προσφώνημα(称呼、呼语)由表示施事者的属格分词 μὴ καταδεχομένου(不肯接受/不屑于……者)作定语修饰,意为“一个甚至不肯用本名称呼弟兄者的呼语”。不定式 καλέσαι 充当 καταδέχομαι(接受、容许)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:315.28-317.20