- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:314.16-315.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘诺探讨了狄奥尼修斯圆柱上的诗行及声音粗粝的例证,随后注解了依据同类事物为无名事物命名转借(1405a36)、言辞在声音与意义上的美丑(1405b6)、反驳布里松关于下流言辞的观点(1405b9)、近义词之间的美丑差异(1405b15)以及源自优美之物的隐喻与不当表述(1405b18)。
ἐν τῇ στήλῃ γοῦν οἶμαι τοῦ Διονυσίου ἐγράφησαν ἐλεγεῖα τοιόνδε ἔχοντα νοῦν ὅτι ‘ὦ ξένε, ὦ ὁδῖτα, προσαγορεύω σε ἐγὼ ὁ χαλκοῦς Διονύσιος· ἐρωτᾷς δέ με, τίς εἰμι, ὦ ξένε· ἐγὼ ὁ βασιλεὺς Σικελῶν, τιμήσας καὶ τοὺς λόγους καὶ τὸν ποιητήν’· ἀπέστελλε γὰρ οὗτος κατὰ τὸν νενομισμένον καιρὸν ἐν Ὀλυμπίᾳ δράματα αὑτοῦ τραγικὰ καὶ σκηνὴν ἀξιόλογον καὶ ἀνεγινώσκοντο· ὅθεν καί ποτε ὑποβρύχιος γέγονεν ἡ λέμβος ἡ τὴν σκηνὴν φοροῦσα καὶ ἀπέσκωψαν εἰς τὸ πρᾶγος τινὲς εἰπόντες ὡς, ἐπεὶ ἀναξία ἦν καὶ ἀπροσφυὴς ἡ δραματουργία τοῦ τυράννου, διὰ τοῦτο ἅμα αὐτοῖς καὶ τοῖς χοροῖς καὶ τοῖς σκεύεσι καὶ ἡ τραγῳδία ἀπώλετο. φορτικοὶ δέ εἰσιν οἱ γράφοντες διὰ τῶν ι ι τὸ ἰδίας καὶ μὴ νοοῦντες καλῶς τὸν δαιμόνιον.1 ἄσημος λέξις ἐστὶ καὶ ἡ προ καὶ ἡ τρη καὶ ἡ τρα ἐν τῷ προσέβη, τρηχεῖ, ἀτραπόν, καὶ τὸ ἔπλαγξεν, ἔγναμψεν, ἔμαρψε. [1405 a 36] Μεταφέρειν δὲ δεῖ, φησί, καὶ τὰ ἀνώνυμα ὠνομασμένως, ὅπερ ἐπὶ τοῦ ὀνοματοποιεῖν ἐν Κατηγορίαις εἶπεν, ἵνα ἀπὸ τοῦ συγγενοῦς εὑρίσκωμεν καὶ ὀνοματοποιῶμεν τὰ ἀνώνυμα· ἀπὸ γὰρ τοῦ πηδαλίου γνωρίμου ὄντος τὸ πηδαλιωτὸν ὀνοματοποίησον καὶ ἀπὸ τῆς κεφαλῆς τὸ κεφαλωτόν. οὕτω δὴ καὶ ἀπὸ τῆς δήλης προσθέσεως μετάφερε τὴν κόλλησιν ἐπὶ τῆς σικυιάσεως· πρόσθεσις γάρ τις καὶ ἡ κόλλησις. [1405 b 6] Τὸ κάλλος τῆς λέξεως καὶ τὸ αἶσχος ἢ ἐν τοῖς ψόφοις φησὶν εἶναι ἢ ἐν τῷ σημαινομένῳ· τὸ φλοῖσβος γὰρ καὶ τὸ ῥοῖζος, ὃ ἐπὶ πυρὸς λέγεται ἠχοῦντος, καὶ τὸ δοῦπος ἐν μὲν τοῖς ψόφοις καὶ ταῖς ἐκφωνήσεσιν αἰσχρά (σκληρὰ γὰρ καὶ τὴν ἀκοὴν ἀποκναίοντα), ἀλλ’ ὅμως πάνυ σημαντικά εἰσι τῶν πραγμάτων, ἃ δηλοῦσι. [1405 b 9] ματαίως δὲ ἔλεγεν ὁ Βρύσων, ὡς οὐκ ἔστιν αἰσχρολογεῖν· ἀντὶ γὰρ τῆσδε τῆς λέξεως εἰ εἴπω ἑτέραν λέξιν τὸ αὐτὸ δηλοῦσαν, οὐκ αἰσχρολογῶ. καλῶς δὲ ἐν τοῖς περὶ μεταφορᾶς λόγοις συνέταξε καὶ τὸ αἶσχος καὶ τὸ κάλλος τῆς λέξεως ὁ φιλόσοφος· σὺ μὲν γάρ, ὦ Βρύσων, εἰ εἴπῃς2 γελῶσαν θάλασσαν καὶ γαληνιῶσαν, ταὐτὸν δύνασθαι τὰς λέξεις εἴπῃς· ἀλλὰ τὸ μὲν γαληνιῶσαν οἰκειότερον ἐπὶ τῆς θαλάσσης, τὸ δὲ γελῶσαν πορρώτερον ἔχει τὸ μεταφορικὸν καὶ οὐχὶ πρὸ ὀμμάτων καὶ ἔγγιστα καὶ φανερόν. [1405 b 15] Ἄμφω μὲν γὰρ αἱ λέξεις, τὸ ἡδὺ καὶ τὸ γλυκύ, τὸ αὐτό σοι δοκοῦσι σημαίνειν· ἀλλ’ οὐκ ἔστι τὸ αὐτό· τὸ μὲν γὰρ καλόν, εἰ δοκεῖ, τὸ δὲ κάλλιον· τὸ δὲ καλὸν ὡς πρὸς τὸ κάλλιον οὐ καλὸν ἀλλ’ αἰσχρόν πως· τὸ γὰρ γλυκὺ ἔχει τὴν αἰσχρότητα οἷον ἐν τῷ ψόφῳ. καὶ τὸ πρᾶον οὕτω καὶ τὸ ἥμερον· τὸ πρα τραχὺ καὶ οἷον κατὰ τόδε αἰσχρόν. τὸ ὀπύειν καὶ τὸ συμφθείρεσθαι αἰσχρὰ καὶ ἄμφω, ἀλλὰ τὸ μὲν καλὸν κατὰ τὴν ἐκφώνησιν (οὐ γὰρ ἔχει συγκρούσεις συμφώνων ἢ φωνηέντων, ἵνα ἢ χασμῳδία ἢ σκληρότης φανῇ), τὸ δὲ αἰσχρὸν καὶ κατὰ τὴν ἐκφώνησιν καὶ κατὰ τὸ σημαινόμενον, ὥστε τὸ ἔχον τὸ αἰσχρὸν κατὰ δύο αἰσχρότερον τοῦ κατὰ ἕν τι. [1405 b 18] Ἀπὸ τῶν καλῶν αὕτη ἡ μεταφορὰ μετενήνεκται ὡς τὸ ῥόδον ἡδύ, καὶ τὸ κάλλος ἄρα καλόν. τῇ δυνάμει δέ·3 ‘‘ὥς λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας’’, οὕτω καὶ ὁ βασιλεὺς ἐχάρη τόνδε τὸν Πέρσην κατασχὼν καὶ τῇ βίᾳ τῶν χειρῶν ἄγχων. ἔστι δὲ καὶ τὸ ‘‘ἀποβὰς εἰς Μυσίαν’’ ἀπρεπές· ἀνώτερον εἴρηται τοῦτο περὶ τοῦ Ἀχιλλέως· ἀπρεπὲς δέ ἐστι διὰ τὸ τὴν ἀπόβασιν γίνεσθαι τότε, ὅταν τις ἀπὸ τῆς νεὼς πρῶτος ἐκβὰς πατήσῃ τηνικαῦτα εἰς τὸν αἰγιαλόν. ἡ δὲ Μυσία πορρωτάτη τῆς θαλάσσης ἐστίν.
无论如何,我想在狄奥尼修斯的圆柱上刻有具有如下意旨的短长格哀歌诗:“异乡人啊,过路人啊,我,青铜的狄奥尼修斯,向你致意。异乡人啊,你问我是谁;我是西西里人的国王,既尊崇言论亦尊崇诗人。”因为此人常在规定的时节向奥林匹亚送去他自己的悲剧作品和引人注目的舞台设施,并且这些作品被宣读;因此有一次载运舞台设施的驳船沉入水中,有人嘲弄这一事件,说由于僭主的作剧毫无价值且不相称,因此连同那些演员、歌队以及道具,这出悲剧本身亦一同毁灭了。而那些用两个伊奥塔(ι ι)写作 ἰδίας 且未能透彻理解这位神圣[诗人]的人,是粗俗的。在“prosebe(προσέβη)”、“trechei(τρηχεῖ)”、“atrapon(ἀτραπόν)”中的“pro(προ)”、“tre(τρη)”与“tra(τρα)”,乃至“eplanxen(ἔπλαγξεν)”、“egnampsen(ἔγναμψεν)”、“emarpsen(ἔμαρψε)”,都是无意义的声音。 “而且,”他说,“应当把无名之物亦像已有名称之物那样加以转借”,这正如他在《范畴篇》中关于造词所说的那样,以便我们能从同类之物中发现无名之物并为其造词;因为从为人熟知的“舵(πηδάλιον)”,可以造出“装有舵的(πηδαλιωτόν)”,从“头(κεφαλή)”可以造出“有头状的(κεφαλωτόν)”。同样地,从明显的“附加”将“粘贴(κόλλησις)”转借到“拔罐(σικυίασις)”上;因为粘贴亦是一种附加。 他说,言辞的美与丑要么在于声音中,要么在于所指之物中;因为“喧嚣声(φλοῖσβος)”、用于指呼呼作响之火的“呼啸声(ῥοῖζος)”以及“重击声(δοῦπος)”,在声响和发音上是丑陋的(因为它们刺耳并折磨听觉),但尽管如此,它们极好地表征了它们所指示的事物。 但布里松说“不可能说出下流之语”是毫无根据的;因为他说“如果我用指称同一事物的另一言辞来代替这一言辞,我就没有说下流之语”。而哲学家在关于隐喻的论述中将言辞的丑与美妥善地结合在了一起;因为你,布里松啊,如果你说“欢笑的海洋”和“平静的海洋”,你可能会说这些言辞具有相同的效力;但“平静的”用于海洋更为贴切,而“欢笑的”则将隐喻性置于更遥远之处,并未呈现在眼前,亦非近在咫尺且显而易见。 因为这两个词,“惬意的”与“甜美的”,在你看来似乎指称同一事物;但它们并不是同一的。因为一个假定是优美的,而另一个则更为优美;而优美之物与更优美之物相比,就不是优美的,而在某种程度上是丑陋的;因为“甜美的”在声响上可以说是具有丑陋之处的。“温和的”与“顺服的”亦是如此;“pra(πρα)”是粗粝的,在这个意义上可以说是丑陋的。“成婚(ὀπύειν)”与“一同毁灭[通奸](συμφθείρεσθαι)”两者[在意义上]都是丑陋的,但前者在发音上是优美的(因为它没有辅音或元音的碰撞,以致显出间歇或生硬),而后者无论在发音上还是在所指上都是丑陋的,因此在两方面具有丑陋之物,比在一个方面具有者更为丑陋。 “从美好的事物中转借了这一隐喻”,正如“玫瑰是惬意的,因此美亦是美好的”。但在潜能上[从美好的事物中转借,则如]:“犹如雄狮遇上了庞大的尸身而欢喜”,国王抓住这位波斯人并以双手的力量扼住其颈项而欢喜亦是如此。而“登岸进入密细亚”这句话亦是不相称的;这是此前关于阿喀琉斯说过的;之所以不相称,是因为登岸发生在某人初次从船上走下并踏上海滩之时,然而密细亚距离大海极其遥远。
- 3.2φορτικοὶ δέ εἰσιν οἱ γράφοντες διὰ τῶν ι ι τὸ ἰδίας καὶ μὴ νοοῦντες καλῶς τὸν δαιμόνιον
主语由带冠词的分词 οἱ γράφοντες(支配介词短语及词名 διὰ τῶν ι ι τὸ ἰδίας)与 μὴ νοοῦντες(支配宾语 τὸν δαιμόνιον)并列构成。τὸν δαιμόνιον 是阳性单数宾格形容词用作实质词,指代某位“神圣的”作者(如荷马)。
- 3.2σὺ μὲν γάρ, ὦ Βρύσων, εἰ εἴπῃς γελῶσαν θάλασσαν καὶ γαληνιῶσαν, ταὐτὸν δύνασθαι τὰς λέξεις εἴπῃς
第二个 εἴπῃς 用作结论句的主动词(功能相当于希求法 εἴποις 或潜能连接法),其后接带不定词的宾格结构 ταὐτὸν δύνασθαι τὰς λέξεις 作为宾语补足语。
- 3.2τῇ δυνάμει δέ
紧承前句的省略结构,承袭亚里士多德关于事物本身优美与依潜能优美的区分,需补充理解为“但在潜能上[隐喻被转借,则如……]”,引导后文关于狮子的比喻。
