← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§313.11-314.16

隐喻的润饰与贬损以及音节的粗粝

斯特凡努斯注解亚里士多德《修辞学》第3卷第2章中关于借由隐喻与用词进行润饰或贬低,以及音节的粗粝导致隐喻拙劣的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#2

εἰσέρχονται τοὺς ναοὺς καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ὁ μὲν χάριν τοῦ αἰτεῖσθαι, ὁ δὲ χάριν τοῦ προσεύξασθαι· τὸν οὖν πτωχὸν ἐὰν θέλω ἀτιμῆσαι, λέγω ‘εἰσῆλθε χάριν τοῦ αἰτῆσαι’, ἐὰν δὲ θέλω τιμῆσαι, λέγω ‘εἰσῆλθε χάριν τοῦ εὔξασθαι’. [1405 a 20] Ἐν τῇ ἑορτῇ τῶν Θεσμοφορίων τῇ Δήμητρι οἱ δουλεύοντες ἄλλοι μὲν λαμπάδας καὶ δᾷδας ἀνῆπτον αὐτῇ, ἄλλοι μιτραναδέσμους ἐπώλουν ὡς τῇ θεῷ τετελεσμένους τοῖς βουλομένοις εἰς ἀποτροπὴν φέρε εἰπεῖν κεφαλαλγίας ἢ ἄλλης νόσου. [1405 a 23] Τὸν Σικελὸν τύραννον Διονύσιον οἱ μὲν ἐκολάκευον ἄγαν λέγοντες αὐτὸν σοφὸν καὶ τραγικὸν ἄριστον καὶ ἀνδρεῖον, οἱ δὲ κακῶς ἔλεγον αὐτὸν ὡς τύραννον· οὓς καὶ ἀπέκτεινε καὶ ἐπίπρασκεν. ἐκεῖνοι μὲν οὖν ὡς ἀληθεῖς τάχα καὶ ἐνάρετοι ἔσκωπτον τοὺς διονυσιοκόλακας, οἱ δὲ ἐπαινοῦντες ἑαυτοὺς ἔλεγον ὅτι ‘ἡμεῖς μᾶλλον παρ’ ὑμᾶς ἐσμεν τεχνῖται1 τέχνῃ τιθασσεύοντες τὸν τοιοῦτον θῆρα, ὑμεῖς δὲ μωροὶ μὴ εἰδότες οἰκονομεῖν τοὺς καιρούς’. [1405 a 26] Ἀδικεῖν ἐστι τὸ ἑκόντα τινὰ κατὰ προαίρεσιν ποιῆσαι τόδε τὸ κακόν, ἁμαρτεῖν δὲ τὸ ἀκουσίως· ὡς εἴ τις κατὰ κυνὸς ῥίψας λίθον ἐκείνου μὲν ἀποτύχῃ, βάλῃ δὲ ἄνθρωπον. ἐὰν οὖν τινα ἀδικήσαντα μέλλῃς τάχα τιμᾶν, εἴποις ἂν ὅτι ‘ἥμαρτεν οὗτος καὶ δεῖ τάχα συγγνώμην λαβεῖν’· καὶ ἐάν τινα ἁμαρτήσαντα μέλλῃς βλάψαι, εἴποις ὡς ‘ὁ παρὼν ἠδίκησε’. πολλάκις κλέπτει τις καὶ λέγω ὅτι ‘ὁ παρὼν ἔλαβεν’, ὃ τάχα οὐ τοσαύτη ὕβρις· ἐὰν δὲ εἴπω ὅτι ‘ὁ παρὼν ἐπόρθησεν’, ὕβρις τοῦτο. [1405 a 29] Διὰ τὸν Ἀχιλλέα λέγει τὸ ‘κώπης ἀνάσσων ἦλθεν’. [1405 a 31] Ἔστι δὲ καὶ ἐν ταῖς συλλαβαῖς. ὥσπερ ὁ Ἑρμογένης κατὰ πολλοὺς τοὺς τρόπους τὸ κακόζηλον λέγει γίνεσθαι, ἢ διὰ τὸ αἰσχρὸν ἢ διὰ τὸ εὐτελὲς ἢ τὸ ἀνακόλουθον καὶ τὰ λοιπά, καθ’ ὅσα τὸ προγύμνασμα ἢ ἀνασκευὴ γίνεται, οὕτω καὶ ὁ Ἀριστοτέλης ὧδε περὶ μεταφορᾶς διδάσκων καλῆς τε καὶ φαύλης λέγει, ὅτι οὐ μόνον ἐν ὀνόμασι καὶ ῥήμασι γίνεται φαυλότης ταύτης, ἀλλὰ καὶ ἀπὸ συλλαβῆς τραχείας καὶ σκληρᾶς καὶ ἀνηδύντου· οἷον καὶ ἐν τοῖς ἐλεγείοις τῆς χαλκῆς στήλης τοῦ τυράννου Διονυσίου εὕρηται· τοῦ γὰρ προσαγορεύει ἡ προ συλλαβὴ φαύλην ποιεῖ τὴν μεταφορὰν διὰ τὴν τραχύτητα τῆς φωνῆς, ἣν ἐποίησεν ἡ ἐπαλληλία τῶν συμφώνων τοῦ π καὶ τοῦ ῥω· μεταφορὰ δέ ἐστι τὸ προσαγορεύει ἐπὶ γὰρ τοῦ ἀσπαζομένου καὶ χαιρετίζοντός τινας τοῦτο λέγεται, ἄνθρωπος δὲ ὁ προσφθεγγόμενος, ἡ δὲ χαλκῆ στήλη ἄψυχος. [1405 a 33] ἀλλὰ καὶ ‘κραυγὴ Καλλιόπης’, ἡ ποίησις, μεταφορικόν ἐστιν· ἡ γὰρ κραυγὴ ζῴου ἐστὶ κραυγή, ἡ δὲ Καλλιόπη μουσικῆς ποιά δύναμις, μυθικῶς δὲ καὶ οὐκ ἀληθῶς ὡς θεὰ σωματοποιεῖται, ἀσώματον δὲ ἡ θεός, κἂν εἰ δοθείη αὕτη θεός.2 καὶ ἡ κραυ συλλαβὴ οὐκ ἔστιν ἡδεῖα ἀλλὰ τραχεῖα. [1405 a 34] ὅτι ἄμφω φωναί, καὶ ἡ προ καὶ ἡ κραυ, ἃς νῦν φωνάς, ἀνώτερον δὲ συλλαβὰς κέκληκε·3 φαύλη δὲ ἡ μεταφορὰ αὕτη διὰ τὸ ἄσημον καὶ δύσηχον τῆς φωνῆς.

某某与某某都进入殿宇,一人是为了乞求,另一人则是为了祈祷。因此,如果我想要贬低这乞丐,我就说“他为乞讨而入”;但若我想要抬高他,我就说“他为祈祷而入”。 在泰斯摩丰节中,侍奉德墨忒尔的人,有的为她点燃火炬和火把,有的则向想要的人出售头带,当作是献给女神之物,比方说是为了驱除头痛或其他疾患。 对于西西里的僭主狄奥尼修斯,一些人极力谄媚他,称他既聪慧又是最佳的悲剧诗人且勇敢过人;另一些人则斥责他为僭主;而对后者,他既予以处死亦予以出卖为奴。因此,那些人大概作为真诚且有德之人嘲讽狄奥尼修斯的谄媚者,而这些谄媚者自我标榜道:“我们比你们远更是手艺人,用技艺驯服了这样一头野兽;而你们则是不知道如何把握时机的蠢人。” “行不义”是指某人出于抉择自愿做了某种恶事,而“犯过错”则是指非自愿地行事;犹如有人向狗扔石头,没砸中狗,却砸中了人。因此,如果你大概打算抬高某个行了不义的人,你可能会说:“此人犯了过错,大概应当获得原谅”;而如果你打算伤害某个犯了过错的人,你会说:“此人行了不义”。往往有人偷窃,而我说“此人拿了”,这大概不是那么大的侮辱;但若我说“此人劫掠了”,这就是侮辱。 他是针对阿喀琉斯而言“主宰船桨而来”这句话的。 “而且亦在音节之中”。正如赫尔墨革涅斯说恶劣的拟作以多种方式产生,或因丑恶,或因卑俗,或因前后不连贯等等,凡属预备习作或驳论得以构成的依据皆然;亚里士多德在此讲授优美与拙劣的隐喻时亦同样指出,隐喻的拙劣不仅发生在名词和动词中,而且亦源自刺耳、粗粝且缺乏悦耳感的音节;正如在僭主狄奥尼修斯青铜圆柱上的短长格哀歌诗中亦可见到的那样。因为在“称呼(προσαγορεύει)”一词中,“pro(προ)”这个音节由于辅音π与ρ的连缀所产生的发音粗粝,使得这个隐喻变得拙劣;而“称呼”是一处隐喻,因为这是用于指拥抱并向某人致意之人,致意者是人,而青铜圆柱是无生命的。 而且,“卡利俄佩的呼号”用来指诗歌,亦是隐喻性的;因为呼号是动物的呼号,而卡利俄佩是音乐的某种能力,神话般地而非真实地被具象为一位女神,但女神是非肉身的,即使假定她是一位女神。而且“krau(κραυ)”这个音节不是悦耳的,而是粗粝的。 因为两者都是声音,“pro”与“krau”皆然,他此刻称之为“声音”,而此前称之为“音节”;这种隐喻之拙劣,是由于这声音的无意义与难听刺耳。

语法注3 条
  1. 3.2μᾶλλον παρ’ ὑμᾶς ἐσμεν τεχνῖται

    介词短语“παρ’ ὑμᾶς”与比较级副词“μᾶλλον”相呼应,表示比较中的优势(“比你们远更是手艺人”)。

  2. 3.2κἂν εἰ δοθείη αὕτη θεός

    由“κἂν εἰ”引导并后接希求式“δοθείη”的让步条件从句,表达假定性的让步(“即使假定她是一位女神”)。

  3. 3.2ἃς νῦν φωνάς, ἀνώτερον δὲ συλλαβὰς κέκληκε

    关系代词“ἃς”指代先行词“ἄμφω φωναί, καὶ ἡ προ καὶ ἡ κραυ”,在双宾格结构中作为“κέκληκε”的直接宾语,而“νῦν φωνάς”与“ἀνώτερον δὲ συλλαβὰς”分别作为谓语宾格(宾语补足语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:313.11-314.16