- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:311.27-313.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了散文中诗性文辞的节制使用以及隐喻的规则,阐述了文体上的斟酌与具体范例(词源、心理隐匿、比例隐喻等)。
2. [1404 b 3] Εἶπεν ἄν τις ὡς ‘ἐπεὶ οὐ ταπεινὴν δεῖ λέξιν ἐντίθεσθαι τῷ πεζῷ, οὐ ταπεινὴ δὲ ἡ ποιητική, πῶς αὐτὴν διώκεις;’ λύων οὖν τὴν ἔνστασίν φησιν, ὅτι ταῦτα ὀφείλει ἔχειν ἡ πεζὴ λέξις καὶ τοσαῦτα· τὸ σαφές, τὸ οὐ ταπεινόν, τὸ μὴ ὑπὲρ τὸ ἀξίωμα καὶ τὸ πρέπον· ὥστε λοιπὸν ἡ ποιητικὴ οὐ πρέπουσά ἐστι τῷ πεζῷ. [1404 b 8] Τὸ ἐξαλαπάξαι ἐτυμολογεῖται ἀπὸ τῆς λαπάθου· κενωτικὴ δὲ αὕτη βοτάνη χυμῶν. [1404 b 9] Ὥσπερ τοὺς ξένους τῶν ἀνθρώπων περιεργότερον ὁρῶμεν παρὰ τοὺς ἐθάδας πολίτας, οὕτω καὶ τὴν ποιητικὴν ὡς ξενίζουσαν λέξιν μᾶλλον οἱ ἄνθρωποι ἀποδέχονται καὶ ἐκπλήττονται· καὶ ἐνταῦθα συλλογισμὸς πλέκεται ἡδὺ καὶ θαυμαστόν ἀπόν1 ξενίζουσα λέξις ἡ ποιητικὴ λέξις. [1404 b 18] Διὸ δεῖ τοὺς λογογράφους ποιοῦντας ἤτοι ποιητικῶς φθεγγομένους μὴ δοκεῖν, ὅτι δι’ αὐτὸ τὸ θέλειν ποιητικεύεσθαι εἶπον τὴν ποιητικὴν λέξιν, ἀλλὰ πεφυκότως, ὅτι κατὰ φύσιν καὶ ὡς ἔχουσιν ἔθος ποιεῖν περὶ τὴν ἀπαγγελίαν ἀπαγγέλλουσι συνέπεσε τὸ τοιόνδε ποιητίκευμα·2 καὶ πολλάκις λανθάνει τοῦτο τοὺς πολλούς, ὡς τὸ παρὰ τῷ Θεολόγῳ “ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας”· εἰς πεζὸν γὰρ κατέληξε· καὶ τὸ τοῦ Λιβανίου ἐπὶ Ἰουλιανῷ “ὦ πόποι, ἦ μέγα πένθος οὐκ Ἀχαΐδα γαῖαν” καὶ τὸ τοῦ Ἰουλιανοῦ πρὸς τὸν μέγαν Βασίλειον “ὦ χρυσὸν ἀγγείλας ἐπῶν” καὶ τὸ τοῦ Λιβανίου πρὸς Ἰουλιανὸν ἤλυθας, Τηλέμαχε, γλυκερὸν φάος· μέχρι τούτου μοι χρηστέον τῷ ἔπει” καὶ τὰ ἑξῆς. καὶ πολλὰ τοιαῦτα εὑρήσεις παρὰ τῷ Θεολόγῳ· καὶ Ἑρμογένης πῶς ποτε χρηστέον τοῖς ἔπεσιν ἐν πεζῷ λόγῳ διδάσκει. [1404 b 20] Ἐπιβουλεύοντας ἤτοι ἐπιβουλευομένους λέγει.3 [1404 b 24] Κλέπτεται δ’ εὖ, ἐάν τις ἐκ τῆς εἰωθυίας τῷ προσώπῳ ἐκείνῳ ὃ μιμεῖται διαλέξεως τινὰς φωνὰς ἐκείνῳ καταλλήλους συνθήσει, ὡς εἴ τις ἀναγινώσκων τὸ μαρτύριον τοῦ ἁγίου Εὐστρατίου καὶ ταῖς Ἀρμενίων φωναῖς μιμούμενος τὸν μέγαν Μαρδάριον χρήσαιτο, ὡς καὶ ὁ κωμικὸς τὸ τοῦ Σκύθου πρόσωπον ὑποκρινόμενος πολλὰ Σκυθικὰ καὶ βαρβαρικὰ εἶπεν, ἢ ἐὰν Ἀττικὸς ἀνὴρ λογογραφῶν πολλὰ τῆς Ἀτθίδος διαλεκτικὰ εἴπῃ· ἑρμήνευε γὰρ καὶ οὕτως. [1404 b 29] Διπλᾶ ὀνόματα τὸ ἀεροβάμων, αἰθεροβάμων. [1405 a 9] Τὴν μεταφορὰν οὐκ ἔστι λαβεῖν παρ’ ἄλλου, ἀλλὰ παρ’ αὐτοῦ τοῦ πράγματος ἢ τοῦ εἴδους ἢ τοῦ γένους· ἀπὸ ἐμψύχου γὰρ εἰς ἔμψυχον ὁρμητέον μᾶλλον ἢ εἰς ἄψυχον· εἰπὲ γὰρ ‘ὡς ὁ λέων ἐβρυχήσατο καὶ ὁ βασιλεὺς ὀργισθείς’· ὅ τε γὰρ λέων τὸ θηρίον ἔμψυχον καὶ ὁ βασιλεὺς ἔμψυχον, καὶ ὁ λέων βασιλεὺς θηρίων καὶ ὁ βασιλεὺς βασιλεὺς ἀνθρώπων. οὕτω καὶ ὁ Ἑρμογένης ἐν τῷ περὶ τροπῆς εἶπε “κοινὸν εἶναι δυνάμενον καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωθεν ἐμφαινομένου, ὃ καλεῖται καὶ μεταφορά”. δεῖ γοῦν τὴν μεταφορὰν ἐκ τοῦ ἀνάλογον οἰκονομεῖν καὶ μὴ εἰς ἀπρέπειαν ὁρᾶν. [1405 a 13] Ὡς νέῳ φοινικίς. μὴ εἴπῃς ‘καὶ γέροντι φοινικὶς προσήκει’· ὡς γὰρ νεότης καὶ γῆρας ἐναντία, οὕτω καὶ φοινικὶς καὶ μέλαινα ἐσθὴς ἀντίκειται· τὸ μὲν γὰρ λαμπρόν, τὸ δὲ σκοτεινόν. [1405 a 14] Καὶ ἐάν τε κοσμεῖν. “ἡμέρας ἄρτι διαγελώσης” εἶπεν ὁ Ἡλιόδωρος· ἐτίμησε τὴν ἡμέραν ἀπὸ τοῦ περιθεῖναι αὐτῇ ἀνθρώπου ἰδίωμα τὸ γελᾶν. ‘ὡς ἡ θάλασσα κυμαίνεται, οὕτω καὶ ἡ τοῦδέ τινος ἀνθρώπου ψυχὴ ταράττεται’· ὕβρισε τὸν ἄνθρωπον οὕτως εἰπών. [1405 a 18] Τὸν πτωχεύοντα εὔχεσθαι.
2. 有人或许会说:“既然不应当在散文中采用卑俗的文辞,而诗性文辞并非卑俗,那你为何要排斥它?”于是他在化解这一异议时说,散文文辞应当具有并且只具有这几种品质:明晰、不卑俗、不过分高亢以及相宜;因此归根结底,诗性文辞对散文是不相宜的。 “洗劫(ἐξαλαπάξαι)”在词源上出自酸模(lapathos);这是一种能排泄体液的草药。 正如我们对人中的异乡人比对熟识的同邦公民投以更多好奇的目光一样,人们亦把诗性文辞视作陌生新奇的而更加予以接纳并感到惊奇;此处构建了一个三段论:“新奇之物是令人愉悦且引人惊奇的;诗性文辞是新奇之物;[所以诗性文辞是令人愉悦且引人惊奇的]”。 因此散文写作者在写作、亦即诗性地发声时,不应当显出是因为单单想要采取诗风而说出了诗性文辞,而应当显出是合乎本然的,即显出这种诗风乃是由于他们合乎自然、依其关于演说表达所惯常的做法来表达时偶然伴生的;并且这往往避开了大众的注意,正如在神学家那里:“他以言语驱遣震慑着高贵之辈”;因为这最终落到了散文之中。又如利巴尼乌斯论尤利安时说:“呜呼!大悲哀实未曾[袭向]阿开亚人的土地”;尤利安致大巴西尔说:“啊,传报黄金般言辞的人”;利巴尼乌斯致尤利安说:“特勒马科斯,你已到来,甜蜜的光明;我仅当在此限度内使用诗句”,诸如此类。在神学家那里你会发现许多此类情形;赫尔墨革涅斯亦教导人们究竟该如何在散文言论中运用诗句。 “设计陷害的人”,他是指被设计陷害的人。 “隐匿得很好”,如果有人从他所模仿的那个人物所习惯的话语中,组合出适宜于该人物的某些话语;就像有人朗读圣欧斯特拉提乌斯的殉道记,在模仿大马尔达里乌斯时使用了亚美尼亚人的话语;亦如那位喜剧诗人扮演斯基泰人的角色,说了许多斯基泰式的和异族的语言;或者如一个阿提卡人在写散文时说出许多阿提卡方言的特色;因为你亦当这样来解释。 双重复合词如“行于空中的(ἀεροβάμων)”、“行于以太的(αἰθεροβάμων)”。 隐喻不能取自别处,而必须取自事物本身,或者取自种,或者取自属;因为应当从有生命之物走向有生命之物,而非走向无生命之物;譬如说:“正如雄狮咆哮,国王动怒时亦〔咆哮〕”;因为狮子这种野兽是有生命的,国王亦是有生命的,狮子是百兽之王,国王则是万民之王。赫尔墨革涅斯在其《论转义》中亦这样说:“能够成为底层的承载物与从外部显现之物两者的共同之物,这亦被称为隐喻。”因此隐喻应当基于类比来安排,而不可着眼于不恰当之处。 “如同对年轻人而言是红袍”。不要说“红袍对老人亦相称”;因为正如青年与老年是相反的,红袍与黑衣亦相对立;因为前者是明艳的,而后者是黯淡的。 “以及无论是为了润饰”。赫利奥多罗斯说:“正当白昼微笑时”;他通过将人所特有的微笑赋予白昼,从而赞美了白昼。若说“犹如大海翻腾,某人的灵魂亦起伏骚动”,这样说的人便是贬低了这个人。 “行乞之人祈祷”。
- 3.2ἀπόν
写本中的 ἀπόν 在三段论的表述中疑似讹误(可能反映了大前提中缺失或损坏的成分)。此处依据注解者重构的三段论骨架进行理解,即大前提“新奇/不同寻常之物令人愉悦且惊奇”,小前提“诗性文辞是新奇之物”。
- 3.2μὴ δοκεῖν, ὅτι δι’ αὐτὸ τὸ θέλειν ποιητικεύεσθαι εἶπον τὴν ποιητικὴν λέξιν, ἀλλὰ πεφυκότως, ὅτι κατὰ φύσιν καὶ ὡς ἔχουσιν ἔθος ποιεῖν περὶ τὴν ἀπαγγελίαν ἀπαγγέλλουσι συνέπεσε τὸ τοιόνδε ποιητίκευμα
由 δεῖ 支配的带宾格的不定式结构(τοὺς λογογράφους... μὴ δοκεῖν)。在 μὴ δοκεῖν 之下并列了两个 ὅτι 从句(μὴ δοκεῖν, ὅτι... ἀλλὰ [δοκεῖν] πεφυκότως, ὅτι...)。在第二个 ὅτι 从句中,主动词是 συνέπεσε,其前置有说明方式或原因的状语成分(κατὰ φύσιν καὶ ὡς... ἀπαγγέλλουσι)。
- 3.2Ἐπιβουλεύοντας ἤτοι ἐπιβουλευομένους λέγει
注解者在此将亚里士多德原文中的现在主动分词 ἐπιβουλεύοντας(对设计谋算者)解释为被动含义,即等同于 ἐπιβουλευομένους(被设谋算计的人)。
