← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§310.19-311.26

散文中的诗性文辞与诗人物料的演变

斯忒法诺注解亚里士多德《修辞学》第3卷第1章(1404a12–35),讨论了诗性文辞引入散文的过程及其拟音起源,并指出诗人自身已从四音步句转向更近口语的抑扬格、放弃古老词汇,由此论证散文写作者盲目模仿诗性风格之荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

καὶ μετ’ ὀλίγα “τοῦτο ὑμῶν, ὦ ἄνδρες, δέομαι, ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου, δι’ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν οἱ πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα”. καὶ πάλιν μετὰ μικρὸν ‘δικαστοῦ μὲν γὰρ ἀρετὴ προσέχειν, εἰ δίκαια λέγω ἢ μή, ῥήτορος δὲ τἀληθῆ λέγειν’. [1404 a 12] Ἐκείνη μὲν οὖν ὅταν ἔλθῃ, ἡ τοιάδε λέξις καὶ ποιητική, ἐν τῷ πεζῷ ταὐτὸν δύναται τῇ ὑποκριτικῇ· ἀμφότερα γὰρ παρὰ τοῖς μοχθηροῖς ἀκροαταῖς εὐδοκιμοῦσιν. ἢ οὕτως· ἡ ἔντεχνος ὑποκριτική, ὅταν ἔλθῃ εἰς γνῶσιν ἡμῶν καὶ τεχνωθῇ, ταὐτὸν ποιήσει τῇ ἀτέχνῳ. [1404 a 19] Ἤρξαντο μὲν οὖν. οὕτω σύνταξον ‘ἤρξαντο οἱ ποιηταὶ μετακινῆσαι καὶ μεταβαλεῖν τὸ πρῶτον, ὡς πέφυκε’· συνάμα τοῦτο ἀναγνωστέον ἤγουν τὸ πρῶτον πεφυκὸς1 καὶ παρὰ τοῖς πράγμασιν αὐτοῖς ὄν· τὸ γὰρ φλοῖσβος καὶ τὸ δοῦπος παρὰ τοῖς πράγμασι μόνοις πρῶτον ἐπεφύκει, ὕστερον δὲ ἐμιμήσαντο ταῦτα καὶ οἱ ποιηταὶ διὰ τῆς γλώττης· μιμητικωτάτη γὰρ ἡ γλῶττα μιμουμένη καὶ μουσικὴν καὶ σάλπιγγα καὶ κώδωνα Λατινικὸν καὶ ἀηδόνας καὶ βατράχους, ὡς σήμερον παρ’ ἡμῖν οἱ ψάλται καὶ τότε ὁ κωμῳδὸς ‘βρεκεκεκὲξ’ καὶ τὸ ‘κοὰξ κοάξ’ καὶ τὸ ‘τίο τίο’ καὶ τὸ ‘θρεττανελὸ’ καὶ τὸ ‘ὒ ὗ’ καὶ ἄλλα μυρία τοιάδε. [1404 a 26] Γοργίας ἢ καὶ ποιητὴς ἦν ἢ καὶ αὐτὸς ὁ ῥήτωρ· καὶ τότε γὰρ οἱ μοχθηρότεροι τῶν ἀκροατῶν τὰς Γοργιακὰς λέξεις ἐθείαζον. ἀλλ’ οὐ δεῖ τὰς ποιητικὰς λέξεις συνάπτειν τῷ πεζῷ λόγῳ· ἀνοίκειοι γὰρ αὗται τούτῳ. [1404 a 28] δηλοῖ δὲ ὃ λέγω τὸ συμβάν· εἰ γὰρ αὐτοὶ οἱ ποιηταὶ τὰ οἰκεῖα ἔθη παρεῖδον (εἴασαν γὰρ τὸν ἀρχαῖον αὑτῶν τρόπον τὰ τετράμετρα καὶ νῦν ἐπετηδεύσαντο τὰ ἰαμβικὰ ὡς λογοειδέστερα καὶ σαφέστερα καὶ ταῖς ὁμιλίαις ταῖς ἀνὰ χεῖρα συνήθη), πολλῷ μᾶλλον δεῖ ἡμᾶς τοὺς λογογράφους ἐᾶν τὸ ποιητικεύεσθαι ὡς οὐδὲ οἰκεῖον ἡμῖν τοῖς πεζοῖς. [1404 a 32] Οὕτω καὶ τῶν ὀνομάτων ἀφείθη παρὰ τῶν εὐδοκιμούντων σήμερον δηλαδὴ ῥητόρων, οἷον φέρε εἰπεῖν τῶν περὶ Πλάτωνα, ὅσα παρὰ τὴν διάλεκτόν εἰσι, τὴν τοῦ πεζοῦ δηλαδὴ λόγου. ἢ καὶ οὕτως· ὥσπερ οἱ τραγῳδοὶ τὰ ἀρχαῖα μέτρα κατέλειψαν, οὕτω καὶ τὰ ἀρχαῖα ὀνόματα κατέλειψαν οὗτοι, ὅσα ἦσαν παρὰ τὴν διάλεκτον, δηλαδὴ τήν, ᾗ χρῶνται σήμερον. ἐὰν δὲ τὴν παρὰ πρόθεσιν ἀντὶ τῆς διὰ προθέσεως εἴπῃς,2 ἔσται καὶ οὕτως· ἀφῆκαν λοιπὸν οὗτοι καὶ τὰ ὀνόματα, ἀρχαῖα ὅσα ἦσαν διὰ τὴν διάλεκτον, τὴν ἀρχαίαν δηλαδή. [1404 a 31. 34] Τετράμετροί εἰσιν οἱ ἔχοντες ὀκτὼ πόδας, τρίμετροι δὲ οἱ ἔχοντες ἕξ, ἑξάμετροι οἱ ἔχοντες δώδεκα. [1404 a 35] Διὸ γελοῖον μιμεῖσθαι ἡμᾶς τοὺς λογογράφους ἐκείνους τοὺς καὶ τὰ οἰκεῖα καταργήσαντας. ἐμφαντικὸν δὲ τὸ οἳ αὐτοί, ἤτοι αὐτοὶ αὐτότατοι.3

稍后他又说:“各位,我向你们请求这一点:如果你们听到我通过我惯常说话的同样言论来为自己申辩,正是我在广场钱庄边——你们多数人在那里听过我说话——以及在别处所说的那样,请不要为此惊奇,亦不要喧哗”。不久之后他又说:“因为裁判官的德性在于留意我所说的是否正义,而演说家的德性则在于说出真话”。 “因此当那个到来时”,即这样一种亦带有诗意的文辞出现在散文中时,它具有与演辞表现相同的效力;因为二者在低劣的听众那里皆大受赞赏。或者也可以这样理解:当合乎技艺的演辞表现进入我们的认知并成为一门技艺时,它将产生与不合乎技艺的演辞表现同样的作用。 “因此他们开始了”。当如此组合句式:“诗人们开始依其本然去变动和改变那最初之物”。这应当连在一起读,即那依本然为最初且存在于事物本身之物;因为“轰鸣”和“重击声”起初仅依本然存在于事物之中,但后来诗人们亦通过舌头来模仿它们;因为舌头是最富模仿力的,能模仿音乐、小号、拉丁钟、夜莺和青蛙,正如今日我们这里的咏唱者,以及当年的喜剧诗人模仿“伯瑞凯凯克斯”、“扩阿克斯·扩阿克斯”、“提奥·提奥”、“特瑞塔涅罗”、“吁·吁”以及无数其他诸如此类的声音。 高尔吉亚要么亦曾是诗人,要么他本人就是那位演说家;因为在当时,较为低劣的听众亦把高尔吉亚式的文辞奉为神圣。但不应当把诗性文辞附会于散文言论中;因为这些文辞对散文是不相宜的。 “所发生的事表明了我所说的话”。因为如果诗人们自己都忽视了自身固有的习俗(因为他们放弃了自己古老的式样即四音步句,如今讲究抑扬格,视其更近于口语、更为明晰且合于眼下日常交谈),那么我们散文写作者就更应当放弃诗化作风,因为这对于我们散文家而言甚至是不适宜的。 “词语中亦同样被放弃了”,显然是被今日享有盛誉的人们放弃了,即演说家们,譬如说柏拉图周围的人,“凡是违反日常话语的”,显然是违反散文言论的日常话语的。或者亦可以这样解释:正如悲剧诗人们放弃了古老格律,这些人亦放弃了古老词语中凡是违反日常话语的一切词语,显然是指他们今日所使用的话语。但如果你把介词παρά理解为代替介词διά,意思亦可以成立:这些人随后亦放弃了由于日常话语而存在的古老词语,显然是指古代的日常话语。 四音步句是具有八个音步的,三音步句是具有六个音步的,六音步句则是具有十二个音步的。 “因此,散文写作者的我们去模仿那些人乃是可笑的”,即模仿那些甚至废除了自身固有之物的人。而“他们自己”是具有强调意味的,即“他们自己,正是他们本人”。

语法注3 条
  1. 3.1συνάμα τοῦτο ἀναγνωστέον ἤγουν τὸ πρῶτον πεφυκὸς

    对亚里士多德原文“ἤρξαντο οἱ ποιηταὶ μετακινῆσαι τὸ πρῶτον, ὡς πέφυκε”中词序与句读结构的指示。斯忒法诺主张将“τὸ πρῶτον”与“ὡς πέφυκε”合为一个语段(“依其本然为最初之物”)作为动词不定词的宾语来读。

  2. 3.1ἐὰν δὲ τὴν παρὰ πρόθεσιν ἀντὶ τῆς διὰ προθέσεως εἴπῃς

    针对亚里士多德原文中介词短语“παρὰ τὴν διάλεκτον”提出的替代性构词解说。除了将接宾格的παρά按常规理解为“违背/脱离”之外,斯忒法诺提出了将παρά视为表原因的διά(“由于/因……缘故”)之替代的另一语法解读。

  3. 3.1ἐμφαντικὸν δὲ τὸ οἳ αὐτοί, ἤτοι αὐτοὶ αὐτότατοι

    关于关系代词与强意代词连用“οἳ αὐτοί”的文法注解。斯忒法诺将其解释为强调性用法(“他们自己,正是他们本人”),用以突出诗人们自身废弃了自身固有格律这一事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:310.19-311.26