- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:309.2-310.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯忒法诺在第三卷开头回顾了修辞学的三要素,探讨了演辞表现(声音特质与声调)的重要性及其接受史,并引用柏拉图《申辩篇》论证过分讲究修辞文饰之非必要性。
1. [1403 b 9] Καὶ ἐκ πόσων, ὅτι ἐκ τριῶν, περὶ ὧν εἴρηκε καὶ ἐν τῇ ἀρχῇ τοῦ δευτέρου βιβλίου· τρία γὰρ ταῦτα καὶ ἐκεῖ λέγει, τό τε ποιόν τινα φαίνεσθαι τὸν λέγοντα ῥήτορα ἤγουν σπουδαῖον, εὐλαβῆ, εὔνουν τῇ πόλει, ἀλλὰ καὶ τὸ αὐτοὺς τοὺς δικαστὰς καὶ τοὺς ἀκροατὰς ποιοὺς εἶναι ἤγουν ἢ πρὸς ἔλεον παρακεκινημένους ὑπὸ τῶν προοιμίων ἢ πρὸς ὀργὴν καὶ τὰ τοιάδε πάθη, καὶ τρίτον τὸ καλῶς ἀποδεικνύειν τὰ περὶ ὧν λέγει πράγματα καὶ πιθανῶς· ἃ καὶ ἐν 〈τῷ〉 παρόντι παρασημειοῦται τρίτῳ βιβλίῳ. [1403 b 14] Εἴδη μὲν ἐνθυμημάτων τὸ δεικτικόν, τὸ ἐλεγκτικόν, τόποι δὲ ἐνθυμημάτων οἵ τε κηʹ ἀλλὰ καὶ οἱ δέκα. [1403 b 22] Ἡ ὑπόκρισις μέγιστόν ἐστιν ἔν τε ποιήσει καὶ ἐν πεζοῖς λόγοις· ὡς ὁ Χρυσόστομος τὰ κατὰ τὸν Ἀβραὰμ μελετήσας ἐμιμήσατό τε τοῦτον ἄριστα καὶ τὴν Σάρραν καὶ Ἰσαὰκ καὶ τοὺς δούλους καὶ τοὺς Ἰσμαηλίτας· ὡς καὶ ἐκ τῶν περὶ Αἰσχίνην καὶ Δημοσθένην δεδήλωται· ἐτραγῴδησε μὲν γὰρ παρὰ Φίλιππον ἰὼν Αἰσχίνης καὶ καλῶς ὑπεκρίθη καὶ νενίκηκε καὶ ἐστεφάνωται, ὁ δὲ Δημοσθένης μὴ ἔχων εἰς τὴν ὑπόκρισιν1 ἡττήθη κἀντεῦθεν αὐτοῖς ἡ διαμάχη ξυνέπεσεν. [1403 b 27] ἔστιν οὖν ὑπόκρισις τὸ ἑκάστῳ πάθει κατάλληλον τὴν ἐξαγγελίαν διὰ τῆς ποιᾶς φωνῆς ποιεῖσθαι· εἰ μὲν γὰρ τύραννον ἢ Πολυμήστορα μιμοῖτο, δεῖ μεγάλῃ χρῆσθαι φωνῇ, εἰ δὲ γυναῖκα οἷον Ἑκάβην ἢ Πολυξένην, μικρᾷ καὶ οἷον ὑπὸ τοῦ πάθους διακοπτομένῃ. ἀλλὰ καὶ τοῖς τόνοις χρηστέον ἁρμοζόντως. διὰ τοῦτο καὶ οἱ τὰ ἅγια εὐαγγέλια ἀναγινώσκειν μανθάνοντες μυοῦνται πρῶτον τοὺς τόνους, ὀξεῖαν καὶ συρματικὴν καὶ βαρεῖαν καὶ λείαν ἐκπαιδευόμενοι. ἔστι μὲν οὖν ἁρμονία φθόγγος ἐξ ὀξέος καὶ βαρέος· ῥυθμοῦ δὲ ἴδιον τὸ ταχὺ καὶ βραδύ. [1403 b 32] Τὰ μὲν οὖν ἆθλα οἱ σκηνικοὶ ἐλάμβανον καλῶς ὑποκρινόμενοι, οὐ μὴν οἱ ποιηταί· ὥσπερ καὶ σήμερον οἱ ᾄδοντες τὰς περισσὰς ταύτας ᾠδὰς ἐν ταῖς παρ’ ἡμῖν ἑορταῖς λαμβάνουσι τὰς τιμάς, οὐ μὴν οἱ στιχουργήσαντες ταύτας, ἀλλ’ οἱ μελίσαντες. [1404 a 1] Ὅτι δὲ ἡ τῶν λέξεων ἐπιτήρησις οὔτ’ ἀναγκαῖον καὶ ὅτι ὕστερον οἷά τις λώβη τῷ λόγῳ ἐπεισεφθάρη καὶ ὅτι δεινὸς ῥήτωρ ὁ τὰ ἀληθῆ λέγων ἐστὶ μᾶλλον παρ’ ὃ ὁ διὰ λέξεων ἐξαπατῶν,2 ὁ Σωκράτης δηλοῖ ἐν τῇ πρὸς Ἀθηναίους ἀπολογίᾳ περὶ τῶν κατηγορησάντων αὐτοῦ λέγων “μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν, ὧν ἐψεύσαντο, τοῦτο, ἐν ᾧ ἔλεγον, ὡς χρὴ ὑμᾶς εὐλαβεῖσθαι, μὴ ὑπ’ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν· τὸ γὰρ μὴ αἰσχυνθῆναι, ὅτι αὐτίκα ὑπ’ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδ’ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν3 αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα καλοῦσιν αὐτοὶ δεινὸν λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ· οὗτοι μὲν γὰρ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι, μὰ Δί’, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ’ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασι· πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω”.
1. “以及由多少要素构成”,即由三者构成,关于这些他在第二卷开头亦已论及;因为他在那里同样提到了这三点:说话的演说家显得具有某种品质,即庄重、谨慎且对城邦怀有善意;此外裁判官和听众自身具有某种品质,即通过开场白被激起怜悯,或被激起愤怒及类似的情感;第三,将所谈论的事物论证得良好且具有说服力;这些他在现今的第三卷中亦加以注记。 修辞推论的种类有指示性的和反驳性的,修辞推论的论题则有二十八个以及十个。 演辞表现在诗歌和散文演说中皆至关重要;正如金口若望在论述亚伯拉罕之事时,极其出色地模仿了他本人以及撒拉、以撒、仆人们和以实玛利人;这亦从涉及埃斯基涅斯与德摩斯梯尼的事件中显明出来;因为埃斯基涅斯在出使腓力时悲剧式地朗诵,表演得极其出色,赢得了胜利并获得了冠冕,而德摩斯梯尼由于缺乏演辞表现的能力而告失败,他们之间的争斗便由此而起。 因此,演辞表现乃是通过某种特质的声音,做出与每一种情感相适宜的表达;因为若要模仿一位僭主或波吕墨斯托耳,就必须使用宏亮的声音;但若要模仿一位妇人如赫卡柏或波吕克塞娜,则须使用微弱且仿佛被情感打断的声音。此外亦当适度地运用声调。因此那些学习诵读神圣福音书的人,亦首先被传授声调,受训于锐音、拖曳音、钝音与平滑音。协调乃是由高音与低音构成的乐音;而快与慢则是节奏所特有的。 因此舞台演员们是通过出色的表演获得奖赏的,决非诗人们;正如今日在我们的节日中演唱这些精妙颂歌的人获得荣誉,决非用诗句写成它们的人,而是谱曲的人。 至于对文辞的讲究并非必需,且它后来宛如某种败坏渗入到言论之中,以及讲真话的人相较于用文辞欺骗的人更是高超的演说家,苏格拉底在《致雅典人申辩篇》中论及控告他的人时表明了这一点,他说:“但在他们所说的许多谎言中,我尤其对一件事感到惊讶,即他们说你们应当小心,免得被我欺骗,理由是我长于辞令;因为他们毫不感到羞耻,即只要我显得在辞令上无论如何都不高明,他们立刻就会被我用事实驳倒,这在我看来乃是他们最不知羞耻之处,除非他们自己把讲真话的人称为长于辞令之人;因为他们若真是指此而言,那我本人倒承认自己是个演说家,只是不同于他们的方式;因为这些人没有说出任何真话,但你们将从我这里听到全部的真理,然而凭宙斯起誓,雅典人啊,绝非像他们那样在动词和名词上词藻华美且修饰整饬的言论,而是你们将听到用手头偶遇的词语信口说出的话;因为我相信我所说的乃是正义的”。
- 3.1μὴ ἔχων εἰς τὴν ὑπόκρισιν
动词 ἔχω 搭配介词短语 εἰς τὴν ὑπόκρισιν(“就演辞表现而言”),表示缺乏演辞表现的才能或资质。可视为省略了表示才能或能力的宾语名词,亦可视为 ἔχω εἰς(“对……具有资质”)之否定惯用表达。
- 3.1μᾶλλον παρ’ ὃ ὁ διὰ λέξεων ἐξαπατῶν
比较级 μᾶλλον 后面的 παρ’ ὅ 起比较连接词作用(“相较于……”、“而不是……”),引出被否定的比较对象。此处 παρά 表示比较与对照的基准,其后承接起对比作用的实体化分词 ὁ διὰ λέξεων ἐξαπατῶν。
- 3.1τὸ γὰρ μὴ αἰσχυνθῆναι ... τοῦτό μοι ἔδοξεν
引自柏拉图《申辩篇》17b。带冠词的不定词短语 τὸ μὴ αἰσχυνθῆναι, ὅτι...(“对于……毫不感到羞耻”)先置于句首,后由作为主句动词 ἔδοξεν 之主语的指示代词 τοῦτο 加以呼应和复指,构成首部先置与复指代词的同位结构。
