- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:306.16-308.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了《修辞学》第2卷第23章中的神话论题(忒修斯与狄奥斯库罗伊的劫掠及琉科忒亚的传说),辨析了第24章中基于结合与分割的诡辩以及表面的盖然性,最后概述了第3卷第1章开篇关于修辞学三分法(思想、文辞与布局)的论述。
23. [1397 b 20] Καὶ ὅτι εἰ μὴ Θησεὺς ἠδίκησεν. ὄπισθεν εἴρηται τοῦτο εἰς τὸν τέταρτον τόπον. ἡρπάγη γὰρ πρὸ τοῦ Ἀλεξάνδρου ἡ Ἑλένη ὑπὸ Θησέως, Ἕλληνος σώφρονος καὶ μεγάλου, υἱοῦ Αἰγέως τῷ φαινομένῳ, τῇ δ’ ἀληθείᾳ Ποσειδῶνος, οὔπω μὲν ἀκμάζουσα, εἴδει δὲ τῶν ἄλλων ἀκμάζουσα.1 εἰς Ἄφιδναν δὲ πόλιν τῆς Ἀττικῆς ταύτην ἐκόμισε παραθέμενος τὴν κόρην Αἴθρᾳ, τῇ Πιτθέως μὲν θυγατρί, μητρὶ δὲ ἑαυτοῦ· ὅτε καὶ οἱ Διόσκουροι λαφυραγωγοῦσι τὰς Ἀθήνας μὴ τυχόντες Θησέως, αἰχμαλωτίζουσι δὲ καὶ Αἴθραν τὴν αὐτοῦ μητέρα. [1397 b 21] Καὶ εἰ μὴ Τυνδαρίδαι, οὐδ’ Ἀλέξανδρος. Τυνδάρεως καὶ Ἀφαρεὺς καὶ Λεύκιππος ἀδελφοί. ὁ δὲ Λεύκιππος εἶχε θυγατέρας δύο, Φοίβην καὶ Ἱλάειραν, ἃς οἱ Διόσκουροι ἔτι παρθένους οὔσας ἐξήρπασαν. εἰ γοῦν μὴ οἱ Τυνδαρίδαι πρῶτοι περὶ τὰς ἐξαδέλφας αὐτῶν ἐμάνησαν, οὐδ’ ἂν Ἀλέξανδρος περὶ τὴν αὐτῶν ἀδελφήν. οὕτως ἐν τῷ γάμμα τὸ λεξικὸν τοῦ Ὁμήρου λέγει, εἰ καὶ ὁ Λυκόφρων ἄλλως λέγει περί τε τούτων ἀλλὰ καὶ περὶ τῶν τοῦ Ἀφαρέως υἱῶν, Ἴδου καὶ Λυγκέως. [1400 b 6] Περὶ δὲ τῆς Λευκοθέας τῆς ἐν τῷ κϛʹ τόπῳ μάνθανε, ὅτι ἡ Ἰνὼ Κάδμου θυγάτηρ ἦν, ἡ καὶ Λευκοθέα, ἢ καὶ Νηρηὶς γέγονε· περὶ ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ ‘‘ἡ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἐξέμμορε τιμῆς’’ καὶ Πίνδαρος ἐν τῷ ἐπινίκῳ Θήρωνος Ἀκραγαντίνου.
23. “并且,如果忒修斯没有行不义”。这在前面第四个论题中已被讨论过。因为在亚历山大之前,海伦便被忒修斯掳走,忒修斯是一位节制而伟大的希腊人,表面上是埃勾斯之子,实际上是波塞冬之子,当时海伦尚未达到适婚之龄,但在美貌上却冠绝众人。他将这少女带到阿提卡的阿菲德纳城,托付给皮特修斯之女、即他自己的母亲埃特拉;当时狄奥斯库罗伊兄弟因未找到忒修斯而劫掠了雅典,并掳走了他的母亲埃特拉。 “并且如果廷达瑞俄斯之子们没有[行不义],亚历山大也不会”。廷达瑞俄斯、阿法柔斯与琉基波斯是兄弟。琉基波斯有两个女儿,福柏与希拉厄拉,狄奥斯库罗伊兄弟在她们尚为处女时将她们强行掠走。因此,若非廷达瑞俄斯之子们首先为他们的堂妹们发狂,亚历山大也不会为他们的姐妹发狂。荷马词典在伽马词条下便是如此记载的,尽管吕科弗隆关于这些女性以及阿法柔斯之子伊达斯与林叩斯的说法与此不同。 关于第二十六个论题中的琉科忒亚,你要明白,伊诺是卡德摩斯之女,她亦称琉科忒亚,并成为了涅瑞伊得斯之一;关于她,荷马在《奥德赛》中亦言:“她昔日本为凡人且操人言,如今却在海涛中得享诸神的尊荣”,品达在致阿克拉伽斯的塞隆的凯旋颂中亦有述及。
24. [1401 a 33] Πάλιν τὸ Πολυκράτους εἰς Θρασύβουλον, ὅτι τριάκοντα τυράννους κατέλυσεν, ὅμοιον εἴ τις εἴπῃ, ὅτι ὁ ὦμος ἑκατὸν μεδίμνους ἐβάστασεν· οὐ γὰρ ἅμα, ἀλλὰ διῃρημένως ἀνὰ τέσσαρας ἢ ἀνὰ τρεῖς. τὸ δὲ σόφισμα γέγονε παρὰ τὴν σύνθεσιν. [1401 b 11] Οὗτοι γὰρ διὰ τὸν ἐπ’ ἀλλήλοις πόθον ὁμονοήσαντες ἀπέκτειναν τὸν τύραννον Ἵππαρχον. [1402 a 10] Εἰκός ἐστι πολλάκις καὶ τὸ μὴ εἰκὸς γίνεσθαι· οἷον τὸ μισεῖν τοὺς κακῶς πεπονθότας τὸν κακῶς ποιήσαντα εἰκός, ἀλλὰ πολλάκις ὁ κακῶς παθὼν ἀγαπᾷ τὸν κακῶς ποιήσαντα· ‘ἀγαπᾶτε’ γάρ φησι τὸ λόγιον ‘τοὺς κακῶς ποιήσαντας ὑμᾶς’. πολλάκις οὖν (ὑπὸ τοῦ ἐναρέτου δηλαδή) καὶ τὸ μὴ εἰκὸς γίνεσθαι γίνεται· τὸ δὲ μὴ εἰκὸς παρὰ τὸ εἰκός· τὸ παρὰ τὸ εἰκὸς ἄρα εἰκός, ἀλλὰ πῇ καὶ ποτέ, οὐ μὴν ἁπλῶς· εἰ γὰρ τὰ πλεονάκις οὕτω, τοῦτ’ ἔστιν εἰκὸς μᾶλλον· οἷον εἴ τις εἴπῃ ‘εἰκὸς τὸν εὖ παθόντα μισεῖν τὸν εὖ ποιήσαντα’, εἰπὲ ‘οὐκ εἰκὸς τοῦτο, ὃ λέγεις σύ, ἀλλὰ μᾶλλον, ὃ λέγω ἐγώ, ἐκεῖνό ἐστιν εἰκὸς τὸ τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ ποιήσαντα·2 διότι καὶ τῷ χρόνῳ τῷ μακρῷ οὕτως ὃ λέγω γίνεται, ἀλλὰ καὶ ἡ φύσις αὐτοῦ τοῦ πράγματος αὐτὸ ὅ φημι ἀπαιτεῖ’. Γ 1. [1403 b 6] Ἐπεὶ δὲ τρία ἐστίν. ἓν μὲν ἐδιδάχθημεν κεφάλαιον τὸ περὶ γνωμῶν, ἐνθυμημάτων, παραδειγμάτων καὶ ἁπλῶς εἰπεῖν, περὶ ὧν ἐμάθομεν ἐν ταῖς ἰδέαις τῆς Ἑρμογένους ῥητορικῆς ἐννοιῶν· ἃς ἐννοίας ὧδε ὁ Ἀριστοτέλης περὶ τὴν διάνοιαν κέκληκε· τὰ δὲ λοιπὰ δύο ἐν τῷ τρίτῳ βιβλίῳ διδαχθησόμεθα, ἅ ἐστι περὶ λέξεως. τοῦτο δεύτερον κεφάλαιον, καὶ τρίτον τὸ περὶ τάξεως, ὃ ἔοικε τῇ παρὰ Ἑρμογένει μεθόδῳ.
24. “再次,波吕克拉底关于色拉叙布洛斯的言论,即他推翻了三十个僭主”。这好比有人说肩膀扛了一百梅第诺斯;因为这并非一次性扛起,而是分开按每次四个或三个运载的。这个诡辩乃是源于结合。 因为这些人因彼此间的情爱而同心合意,杀死了僭主希帕耳科斯。 “不太可能发生之事,亦往往可能发生”。例如,受恶待之人憎恨施恶之人是合乎情理的,但受恶待之人亦往往爱施恶之人;因为神圣经文说“要爱那恶待你们的人”。因此,往往(显然是在有德之人那里)那不太可能发生之事亦会发生;而不合情理之事乃是违背合情理之事的;是以违背合情理之事亦是合情理的,但只是在某一方面且在某一时机,绝非无条件如此;因为若多数情况下如此,这才是更合情理的。例如若有人说“受惠之人憎恨施恩之人乃是合情理的”,你便当说:“并非如你所说这是合情理的,倒不如说我所说的那事才是合情理的,即受惠之人爱施恩之人;因为无论在长久的时间中我所说之事皆如此发生,抑且事物本身的自然本性亦正是要求我所说之事”。 Γ 1. “既然有三件事”。我们已受教于一个主要部分,即关于格言、修辞推论、例证,简言之,即我们在赫尔摩革涅斯修辞学的诸文风中所学到的概念;亚里士多德在此将这些概念称为关于思想的内容。其余两部分我们将在第三卷中受教,即关于文辞的内容。这是第二个主要部分,而第三个主要部分则是关于布局,这类似于赫尔摩革涅斯那里的方法。
- 2.23εἴδει δὲ τῶν ἄλλων ἀκμάζουσα
εἴδει 为表示限制或方面的与格(“在容貌/外表方面”),属格 τῶν ἄλλων 则作为比较属格,受分词 ἀκμάζουσα 所隐含的超越、拔萃之意支配。此处与前文的 οὔπω μὲν ἀκμάζουσα(“尚未到适龄期”)形成对比,同一个分词在前后两句中分别表示年龄的成熟与美貌的冠绝。
- 2.24τὸ τὸν εὖ παθόντα φιλεῖν τὸν εὖ ποιήσαντα
由中性单数冠词 τὸ 引导的带宾格的不定式短语,其中 τὸν εὖ παθόντα 为不定式的主语,τὸν εὖ ποιήσαντα 为直接宾语。整个短语与前面的指示代词 ἐκεῖνο 构成同位语,具体阐明其所指的内容。
