← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§305.2-306.15

分割与结合的谬误及其句读化解

斯蒂芬努阐述了亚里士多德《修辞学》1401a27–32中基于分割与结合的诡辩,并通过标点句读以及项的独立增减等结合方法,化解了关于药物剂量和善恶分割的疑难表述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24#2

ἀντίστροφόν ἐστι τόδε· ἐκεῖ μὲν γὰρ ἐπὶ δύο ἐδόθη ὁ λόγος βλαβερῶν καὶ ἐξ ἀνάγκης καὶ τοῦ ἡμίσεος τοιούτου, ὧδε δὲ ὡς ἐπὶ δύο ἀγαθῶν καὶ ἐξ ἀνάγκης καὶ τοῦ ἡμίσεος τούτων τοιούτου ἤγουν ἀγαθοῦ· εἰ γὰρ τὰ δύο ἀγαθά, καὶ τὸ ἓν τούτων ἀγαθόν· οὐ γὰρ τὰ δύο λοιπὸν ἀγαθὰ δέδονται· ἀλλὰ μὴν δέδονται. συντακτέον οὖν οὕτως ‘ἄτοπον γάρ ἐστι καὶ ἀτόπαστον καὶ οὐδενὶ ὑποληπτὸν τὸ ἓν κακόν, εἰ τὰ δύο εἰσὶν ἀγαθά’. ὑποδιαστολὴν οὖν τίθει εἰς τὸ δύο καὶ ἑτέραν εἰς τὸ ἀγαθὰ καὶ ἑτέραν εἰς τὸ ἓν καὶ ἑτέραν εἰς τὸ κακόν, τοῦ ἐσχάτου δηλαδὴ τοῦ ἔστι τῷ ‘ἄτοπον γάρ’ συνταττομένου.1 ἐμιμήσατο οὖν ὡς ἔοικεν ὁ δαιμόνιος τὸ παρὰ τὴν διαίρεσιν τοῦτο σόφισμα καὶ τοῖς πολλοῖς τούτοις διαιρετικοῖς σχήμασι ταῖς λεγομέναις ὑποδιαστολαῖς. [1401 a 27] Τὸ δὲ ‘τριήρης ἐν Πειραιεῖ’ σόφισμα παρὰ τὴν σύνθεσίν ἐστιν, ἡ δὲ λύσις τούτου παρὰ τὴν διαίρεσιν γίνεται. ὁμοίως καὶ τὸ ‘τὸ ἔπος οἶδεν ὃ καὶ τὰ στοιχεῖα’. τὸ δὲ ‘ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες’ καὶ τὰ ἑξῆς παρὰ τὴν διαίρεσιν μὲν ὡς σόφισμα, ἡ δὲ λύσις τούτου λοιπὸν παρὰ σύνθεσιν· εἰ γὰρ τὰ εἴκοσι κεράτια τὸ φάρμακον νοσοποιόν, τὸ ἥμισυ τούτων ἤγουν τὰ δέκα ὑγιεινόν· ἀλλὰ μὴν τὰ εἴκοσιν ἐδόθησαν νοσοποιόν· οὐκ ἄρα τὰ δέκα ὑγιεινόν. ὁρᾷς, πῶς ὁ ταῦτα λέγων σοφίζεται διαιρῶν τὰ εἴκοσιν εἰς δέκα καὶ δέκα καὶ τὴν μὲν μίαν δεκάδα τῆς εἰκοσάδος ἀγαθὸν τὴν δὲ ἑτέραν βλαβερὸν θέμενος· ὃ ἄτοπον, ὥς φησι· τὰ γὰρ εἴκοσι νοσερὸν ἐδόθησαν. ἀλλ’ οὐ δεῖ διαιρεῖν, ὦ οὗτος, τὰ εἴκοσιν, ἀλλὰ μενέτωσαν τὰ εἴκοσιν ἀδιαίρετα ὡς μέρος ἕν, εἶτα τίθει ἕτερα δέκα κεράτια ὑγιεινόν, ὡς ὁμοῦ τά τε βλαβερὰ τά τε ὑγιεινὰ τριάκοντα ἀριθμεῖσθαι· σὺ δὲ εἴκοσι τὰ πάντα ποιεῖς, ἀλλ’ οὐ τοῦτο. ἔστω οὖν ἡ σύνθεσις τῶν εἴκοσι σώα καὶ ἀδιαίρετος, τεθείσθω δὲ καὶ ἥμισυ τούτων ἕτερα δέκα καὶ μὴ ἡ ἐν αὐτοῖς δεκάς· ἡ γὰρ εἰκοσὰς σώα τηρείσθω, ὡς εἶπον· ὧδε δὲ δεικτέον. [1401 a 32] Οὐ γάρ ἐστιν ἓν κακὸν δύο ἀγαθά. καὶ τοῦτο τὸ ῥητὸν ταραχὴν πεποίηκε τοῖς ἐξηγηταῖς· ἀλλ’ οὕτω καὶ τοῦτο ὡς οἶμαι κατορθωθήσεται. ‘τὰ δύο’, φησίν, ‘ἀγαθὰ οὐκ ἔστιν ἓν κακόν’· καὶ τοῦτο παρὰ τὴν διαίρεσιν, ὡς εἴρηται, τὸ σόφισμα. καὶ ἐὰν μὲν εἶχε τὸν εἴ συναπτικὸν σύνδεσμον, οὐκ εἶχεν ὄχλησιν τὸ ῥητόν, ἵνα ᾖ οὕτω ‘οὐ γὰρ ἔστιν ἓν κακόν, εἰ δύο ἀγαθά’· εἰ γὰρ τὸ διπλάσιον ἀγαθόν, οὐκ ἄρα κακὸν τὸ αὐτοῦ ἥμισυ ἤγουν τὸ ἓν τῶν δύο· τὰ γὰρ δύο δέδοται ἀγαθά· καὶ ἐπελυσάμεθα ἀνώτερον. ἰδοὺ τὸ σόφισμα διὰ τῆς συνθέσεως σόφισμα μένον ἀπὸ τῆς διαιρέσεως. νῦν δέ, ἐπεὶ οὐκ ἔχει τὸν σύνδεσμον, δυσκολίαν φέρει τὸ ῥητόν· οὐ γάρ ἐστι κακὸν δύο ἀγαθά. φημὶ οὖν, ὡς οὐκ ἔστι τὰ δύο ἀγαθὰ διαιρούμενα πάντως εἰς ἓν καὶ ἓν ἓν κακόν (προσυπάκουε ‘καὶ ἓν ἀγαθόν’)· οὐ δεῖ γὰρ τὴν δυάδα τὸ ἀγαθὸν διαιρῆσαι εἰς ἓν κακὸν καὶ εἰς ἓν ἀγαθόν, ὅ, εἰ καὶ σεσιώπηται, ἀλλ’ οὖν τῷ προσέχοντι εἴρηται· τὰ γὰρ δύο δέδοται ἀγαθὸν ἤγουν τὸ ἓν καὶ τὸ ἓν τῆς δυάδος ἀγαθόν, ὡς καὶ δέδοται. καὶ λοιπὸν ψεύδη λέγων τὸ ἥμισυ κακὸν ἢ τὸ ἓν καὶ τὸ ἓν τῆς δυάδος κακά, καὶ λοιπὸν καὶ πάλιν ψεύδῃ· τὰ γὰρ δύο δέδοται ἀγαθόν. κἂν τοίνυν τὸ ἓν τῆς δυάδος φυλαττέσθω ἀγαθόν,2 τὸ δὲ ἕτερον ἔστω κακόν, καὶ πάλιν ψεύδῃ· τὰ γὰρ δύο δέδοται ἀγαθόν. τοῦτο γοῦν τὸ μέρος τῆς διαιρέσεως ἐνταῦθα παρέλαβεν εἰπὼν ὁ φιλόσοφος οὐ γὰρ ἐστιν ἓν κακὸν δύο ἀγαθά· ὥστε λυτέον καὶ τοῦτο, ὡς ἄνω παρ’ ἐμοῦ λέλυται· τὰ δύο φυλαττέσθωσαν κεράτια σῶα καὶ ἀδιαίρετα, εἶτα ἑτέρωθεν ἰδίᾳ λάμβανε ἕν, ἵν’ ᾖ, εἰ τὰ δύο ὑγιεινόν, τὸ ἕτερον ἓν ἐκεῖνο νοσῶδες, εἰ δὲ τὰ δύο νοσῶδες, τὸ ἕτερον ἓν ἐκεῖνο ὑγιεινόν. παρὰ τὴν διαίρεσιν οὖν τὸ ἁμάρτημα, λέλυται δὲ ἀπὸ τῆς συνθέσεως· ὃ ἔδει δεῖξαι.

这是相反的情况:因为在那里,论述是就两份有害之物而言的,必然其半数亦是如此;而在此处,则是就两件善物而言,必然其半数亦是如此,即善的。因为若两件是善的,其中一件亦是善的;否则,两件就不再被设定为善的了;然而它们确实被如此设定。因此应当这样句读:“因为若两件是善的,其中一件是恶的,乃是荒谬、极其怪诞且无人能接受的”。因此应当在“两”处加一读号,在“善”处加另一读号,在“一”处加另一读号,在“恶”处加另一读号,最后的“是”显然与“因为荒谬”相连。这位超凡的作者似乎正是通过这些许多起分割作用的符号,即所谓的读号,来摹拟这个基于分割的诡辩。 “皮拉埃乌斯的战舰”这一诡辩是基于结合的,而对其的解答则是通过分割达成的。同样,“他知道诗句,亦即知道其字母”也是如此。而“因两倍之量致病”及接下来的内容,作为诡辩是基于分割的,但对其的解答归根结底是通过结合:因为若二十克拉的药剂致病,其半数即十克拉就是健康的;然而二十克拉已被设定为致病;所以十克拉并非健康的。你瞧,说这些话的人是如何玩弄诡辩的:他把二十克拉分割为十和十,将二十中的一个十设定为善的,而另一个十设定为有害的;正如他所说,这是荒谬的;因为二十克拉已被设定为致病。但是,朋友啊,不应当分割这二十,而应让这二十作为一个不可分割的部分保留下来,然后另设健康的十克拉,从而有害的与健康的加在一起被数作三十;而你却把总数当作二十,但这并非实情。因此,让二十的结合保持完好且不被分割,并另设十克拉作为其半数,而非取其中的十;因为正如我所说,二十应当保持完好;且应当如下予以证明。 “因为两件善物不是一件恶物。”这段文句亦给注疏家们造成了混乱;但在我看来,这也将按如下方式得到理顺。“两件善物,”他说,“不是一件恶物”;正如所说,这也是基于分割的诡辩。如果它带有条件连接词“若(ei)”,文句便不会有困难,从而会是这样:“因为若两件是善的,便绝非一件是恶的”;因为若双倍是善的,那么其半数即二者之一便不是恶的;因为这两件已被设定为善;且我们在上面已经作了解答。看啊,这诡辩通过结合依然是源自分割的诡辩!但现在,由于缺乏该连接词,文句带来了困难:“因为两件善物不是恶的”。因此我说,两件善物无论如何被分割为一和一,绝不会成为一件恶物(暗中补充“以及一件善物”);因为不应当把善的二元组分割为一件恶物和一件善物,这一点即便未曾形诸文字,对细心的读者而言却已被道出;因为这两件已被设定为善,亦即二元组中的一和一皆是善的,正如已被设定的那样。因此,你若说半数是恶的,或者二元组中的一和一皆是恶的,你就是在说谎,再次说谎;因为这两件已被设定为善。因此,即使二元组中的一件被保留为善,另一件为恶,你依然在说谎;因为这两件已被设定为善。哲学家在此说“因为两件善物不是一件恶物”,正是采纳了分割的这一部分;因此这也应当按照我上面所作的方式予以解答:让两克拉保持完好且不被分割,然后另行单独取一克拉,从而使得:若那两克拉是健康的,这另外的一克拉便是致病的;若那两克拉是致病的,这另外的一克拉便是健康的。因此,谬误是基于分割的,而通过结合得到了解答;这就是所要证明的。

语法注2 条
  1. 2.24τοῦ ἐσχάτου δηλαδὴ τοῦ ἔστι τῷ ‘ἄτοπον γάρ’ συνταττομένου

    独立属格结构,用以说明句法联系:亚里士多德原文(1401a31)句末的动词 ἔστι 在句法上与句首的 ἄτοπον γάρ(“因为……是荒谬的”)相连接。斯蒂芬努指出通过读号(ὑποδιαστολή)分割中间诸词,从而使条件从句(εἰ τὰ δύο [εἰσὶν] ἀγαθά)和主语成分(τὸ ἓν κακόν)与主句谓语正确搭配。

  2. 2.24κἂν τοίνυν τὸ ἓν τῆς δυάδος φυλαττέσθω ἀγαθόν

    小词 κἄν(καὶ ἄν / καὶ ἐάν)接第三人称命令语气(φυλαττέσθω),用以表达让步条件句(“即使二元组之一被保留为善”)。古典希腊语通常在此处使用虚拟语气或祈愿语气,但在后期希腊语习惯中常以命令语气代之。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:305.2-306.15