← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§303.13-305.2

似是而非的省略三段论与言辞谬误

斯特凡诺斯注疏了亚里士多德《修辞学》第2卷第24章中关于拟似省略三段论(谬误)的讨论,解释了依凭言辞的谬误,包括未经推论径下结论、大前提的省略与误导、围绕星体与神明的双关语用,以及结合与分割之谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24#1

24. [1401 a 1] Τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει. αὐτὸς δὲ ἓν μέρος τούτων τίθησι τὸ μὴ συλλογισάμενον συμπερασματικῶς εἰπεῖν τὸ τελευταῖον·1 ὡς ὁ Παρμενίδης ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’. τελευταῖον δὲ εἶπε καὶ οὐ συμπέρασμα, ὅτι κυρίως συμπέρασμα τότε ἐστίν, ὅτε καὶ προτάσεις. [1401 a 5] Φαινομένως δὲ ἐνθύμημά ἐστι καὶ τὸ ἐν τοῖς ἐνθυμήμασι τὴν μείζονα πρότασιν καὶ παραλελειμμένην, ἣν καὶ ἀντικεῖσθαί φησι τῇ ἀληθεῖ, ἀντικειμένως, τουτέστι ψευδῶς, εἰπεῖν· ψευδοῦς γὰρ ὄντος τοῦ ὅτι ‘πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης’2 ἡ πρότασις καὶ μείζων καὶ παρελείφθη ἡ ἀντικειμένη ἀληθὴς ἡ ‘οὐ πᾶς’. [1401 a 4] Καὶ τὸ τοῖς ἐνθυμήμασι συνεστραμμένως. συνεστραμμένον τὴν μείζονα πρότασιν λέγει ὡς παραλειφθεῖσαν μέν, συστρέφουσαν δὲ καὶ ἐνάγουσαν τοὺς δικαστὰς πρὸς εὕρεσιν ἑαυτῆς. διὸ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἶπε ‘συμπείθουσι’· σὺν τῇ καθ’ ὅλου γὰρ τῇ παραλελειμμένῃ ἐκείνῃ ὅλον τὸν συλλογισμὸν οἷον ἀπαρτίσαντες ἐν ἑαυτοῖς οἱ δικασταὶ ἢ παρεῶσιν ἢ πείθονται. διὸ καὶ εἶπε πάλιν, ὅτι ἡ μείζων αὕτη καὶ παραλειφθεῖσα ψευδὴς οὖσα χώρα ἐστὶν ἐνθυμήματος, οὐ μὴν ἐνθύμημα, ἀλλὰ τόπον οἷον ἐνθυμήματος ἀποπληροῖ. [1401 a 7] Τὸ δὲ ‘καὶ ἔοικε δὲ τὸ τοιοῦτον παρὰ τὸ σχῆμα εἶναι τῆς λέξεως’ τοιοῦτόν ἐστιν, ὅτι ἐσχημάτισται κατὰ τὴν λέξιν ὁμοίως τῷ ἀληθεῖ, οὐ μὴν ἀληθῶς οὕτως ἔχει· ὥσπερ εἴ τις εἴπῃ ‘τὸ θῆλυ οὐδέτερον, τὸ ἄρρεν οὐδέτερον, τὸ ἄρρεν ἄρα θῆλυ’. [1401 a 9] Ὅτι τοὺς μὲν ἔσωσε. κεφάλαιον ὧδε εἶπε τὰ προβλήματα δεόμενα τῆς τῶν οἰκείων ἑκάστῳ προτάσεων δείξεως. [1401 a 11] Τὸ δὲ ‘ἐξ ἄλλων ἀπεδείχθη’ ἀντὶ τοῦ ‘ἀποδειχθῆναι ἐχρῆν’ εἴρηται.3 [1401 a 16] Τὸν ἐν τῷ οὐρανῷ ἤτοι τὸν κύναστρον ἢ τὸν τράγον ἐγκωμιάζων τὸν Πᾶνα τὸν θεὸν τὸν τραγοσκελῆ καὶ γενειήτην καὶ κερασφόρον εἰς τὸ ἐγκώμιον φέροι τοῦ χιμάρου. τὸ δὲ τοῦ Πινδάρου ᾆσμα οἱ μὲν εἰς τὸν Πᾶνα ἐκδεδώκασι κυνοειδῆ θεὸν ὄντα, ὡς ἔφησαν· παντοδαπὸν δὲ εἶπον ὡς συμμιγέντων πάντων τῶν θεῶν τῇ Ῥέᾳ ἢ τῇ Ἥρᾳ καὶ γεννηθέντος οὕτω τερατώδους τοῦ Πανός. ἐγὼ δὲ τὸν κύναστρον λέγω ὡς κύνα ἄλλον ἢ τῆς Ἀρτέμιδος ἢ ἄλλως· καὶ ἀνάγνωθι τὰ Φαινόμενα τοῦ Ἀράτου καὶ εὑρήσεις περὶ τοῦ κυνός. τινὰ δὲ τῶν βιβλίων κοινὸν μῖγμα καλέουσιν ἔχουσι· τότε γάρ, εἰ οὕτω γράφεται, τὸν Πᾶνα νόησον. [1401 a 18] Ἢ τὸ μηδένα εἶναι κύνα. ἢ τὸ τῶν φιλοσόφων κυνικὸν καὶ αὐστηρὸν καὶ φυλακτικὸν τῶν ὀρθῶν δογμάτων δηλοῖ ἢ τοῦ ζῴου φιλητικόν· κύω γὰρ τὸ φιλῶ λέγεται· φιλεῖ γὰρ τοὺς οἰκείους, καθυλακτεῖ δὲ τῶν ἀλλοτρίων. [1401 a 22] Οἱ ἀγαθοὶ οὐκ ἀξιοχρήματοι λέγονται ἀλλ’ ἀξιόλογοι. [1401 a 24] Ἄλλος τὸ διῃρημένον. καὶ οὗτος ὁ τόπος τῶν παρὰ τὴν λέξιν ἐστὶ σοφισμάτων· ἃ γὰρ ἐδίδαξεν ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ταῦτα, ἅ ἐστιν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. [1401 a 29] Καὶ ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες. τὰ μὲν εἰρημένα παρὰ τὴν σύνθεσιν ἦσαν σοφίσματα, τὸ παρὸν δὲ παρὰ τὴν διαίρεσιν· εἰ γὰρ τὰ εἴκοσι κεράτια τῆς ἐντεριόνης βλαβερὸν φάρμακον τῷ προσιεμένῳ, οὐδὲ τὸ ἥμισυ τούτων ἤγουν τὰ δέκα ἀβλαβὲς καὶ ὑγιεινόν· πῶς γάρ, ἐπεὶ τὰ εἴκοσιν ἐδόθησαν βλαβερά; εἰ γὰρ τὰ δέκα τούτων ὑγιεινόν, λοιπὸν οὐχὶ τὰ εἴκοσιν ἐδόθησαν βλαβερόν. ἀλλὰ μὴν ἐδόθησαν· εἰ γὰρ τὰ δύο νομίσματα καλόν τι, ἐξ ἀνάγκης καὶ τὸ ἓν τούτων τοιοῦτον. [1401 a 31] Ἄτοπον γάρ, εἰ τὰ δύο ἀγαθὰ ἓν κακόν ἐστι. τοῦτο πολλὰ πράγματα παρέσχε τοῖς διδασκάλοις ἡμῶν καὶ ἐξηγηταῖς· ἐγὼ δὲ ὡς ἔνι τὸ παρόν, ὡς οἶμαι, σαφηνίζω. ἀλλὰ πρῶτον ἄξιον προκαταστῆσαι τὸ νόημα τοῦ προτέρου σοφίσματος τοῦ καὶ ἐπεὶ 〈τὸ〉 δὶς τοσοῦτον νοσῶδες, μηδὲ τὸ ἓν φάναι ὑγιεινὸν εἶναι.

24. [1401 a 1] 依据言辞的诡辩(谬误)有六种产生方式。他本人将其中一种归为在未曾进行推论的情况下以结论的方式道出最后的命题;正如巴门尼德所言:“存在之外者乃是非存在,非存在乃是无,因此存在为一。”而他说“最后的命题”而非“结论”,乃是因为严格意义上的结论是在前提也[明确]存在时才构成的。[1401 a 5] 在省略三段论中,将那条被省略的大前提——他说这条大前提与真实命题相对立——以对立的方式,亦即错误地道出,这也是一种表面上的省略三段论;因为在“凡夜间徘徊者皆是盗贼”为假的情况下,该命题亦是大前提,且与之相对立的真命题“并非所有人皆是”被省略了。[1401 a 4] 以及“在省略三段论中以凝缩的方式[表达]”亦是如此。他将大前提称为“凝缩的”,乃是因为它虽然被省略,却能收紧并引导审判官们去发现它自身。因此他在《后分析篇》中亦说“他们协同说服”;因为审判官们在自身之中连同那条被省略的全称命题,仿佛将整个推论完满构成,从而要么放过它,要么被其说服。因此他又说,这条大前提在被省略且为假时,乃是省略三段论的余地,绝非省略三段论本身,而是仿佛填补了省略三段论的位置。[1401 a 7] “而且这类情形似乎是依据言辞的形象而产生的”,意思是:它在言辞方面被塑造成与真命题相似的形象,然而在真实中却并非如此;正如有人说“阴性是中性,阳性是中性,因此阳性是阴性”。[1401 a 9] “救了某些人。”他在此将需要通过各自固有前提予以证明的论题称为“要点”。[1401 a 11] “由其他事物得到了证明”是用来代替“本应当得到证明”的说法。[1401 a 16] 赞美天上之物,即犬星或山羊,从而将长着山羊腿、蓄须且生角的潘神引入对幼山羊的颂词中。有人将品达的诗歌解释为针对潘神的,正如他们所说,潘神乃是一位犬形的神;他们称他为“万殊之物”,乃是因为诸神皆与瑞亚或赫拉交合,从而诞生了如此怪异的潘神。但我认为是指犬星,作为另一只犬,或是阿尔忒弥斯的犬,或是别的犬;你去读阿拉托斯的《物象》,就会发现有关那只犬的记载。某些抄本写作“他们称之为共同的混合物”;因为如果是这样写的,那时就应当理解为潘神。[1401 a 18] “或者没有人是犬。”这或是表明哲学家们犬儒式的、严厉且谨守正确教条的品性,或是表明这种动物的亲爱之情;因为“kyō”被用来指“爱(philō)”;因为犬爱自己的家人,却对陌生人狂吠。[1401 a 22] 善人并不被称为“值钱的”,而是被称为“值得提及的(高尚的)”。[1401 a 24] “另一个是那被分割之物。”这个论题也属于依据言辞的诡辩;因为他在《辩谬篇》中所教授的正是这些:同音异义、含糊歧义、结合、分割、音调、言辞的形象。[1401 a 29] “又因两倍之量致病。”前面所说的是依据结合的诡辩,而当前这个则是依据分割的;因为如果二十克拉的药西瓜瓤对服药者是有害之药,其半数即十克拉也绝非无害且健康的;怎么可能健康呢,既然二十克拉已被设定为有害?因为如果其中的十克拉是健康的,那么归根结底二十克拉就未被设定为有害。然而它们确实被设定为有害;因为如果两枚钱币是某种好东西,必然其中一枚也是如此。[1401 a 31] “因为若两件善物是一件恶物,那是荒谬的。”这给我们的导师和注疏家们带来了许多麻烦;然而正如我认为的那样,我将竭尽所能澄清当下的文意。但首先应当预先确立前一个诡辩的含义,即“又因两倍之量致病,故亦不可言单份是健康的”。

语法注3 条
  1. 2.24τὸ μὴ συλλογισάμενον συμπερασματικῶς εἰπεῖν τὸ τελευταῖον

    在宾格不定式结构中,宾格分词 μὴ συλλογισάμενον 充当不定式 εἰπεῖν 的逻辑主语(意为“未曾推论者以结论的方式道出……”)。τὸ τελευταῖον 则是 εἰπεῖν 的直接宾语,指在缺少前提推导的情况下被给出的最后命题。

  2. 2.24ψευδοῦς γὰρ ὄντος τοῦ ὅτι ‘πᾶς ὁ νύκτωρ πλανώμενος κλέπτης’

    这是一个属格绝对结构,其中带有定冠词的 ὅτι 从句 τοῦ ὅτι...(“凡夜间徘徊者皆是盗贼这一事实”)充当主语名词短语,与分词 ὄντος 及表语形容词 ψευδοῦς 构成一致。

  3. 2.24ἀντὶ τοῦ ‘ἀποδειχθῆναι ἐχρῆν’ εἴρηται

    介词短语 ἀντὶ τοῦ... 带有定冠词属格以引出引用语,意为“用来代替‘本应当得到证明’”。注疏者在句法上将亚里士多德原文中的直陈式过去时 ἀπεδείχθη 解释为替代了由非人称过去动词 ἐχρῆν 与不定式构成的过去应然表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:303.13-305.2