← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§301.21-303.12

基于相反判断与相似性的论题阐释

斯忒法诺阐释亚里士多德《修辞学》卷二第23章中的论题(topoi),说明了涉及相反判定、相似性、定义论证、结果推演、动机与阻碍因素以及词源说等具体例证与应用方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23

23. [1397 b 5] Ἡ Ἀλφεσίβοια ἢ γυνὴ ἦν Ἀλκμαίωνος ἢ ἀδελφὴ ἴσως. λυπουμένη οὖν ἐρωτᾷ τὸν Ἀλκμαίωνα, πῶς ἡ πόλις κατέκρινε τὴν Ἐριφύλην δικαίως ἀποκτανθῆναι· κατέκρινε δὲ ‘καὶ σὲ θανεῖν ὡς ἀποκτείναντα ταύτην.’ λύει οὖν ὁ Ἀλκμαίων ὡς ‘οὐχ ὑπ’ ἐμοῦ ἐχρῆν τὴν μητέρα μου θανεῖν, ἀλλὰ παρ’ ἑτέρου.’1 [1397 b 18] “Καὶ σὸς μὲν οἰκτρός.” οἶμαι ταῦτα πρὸς τὴν Ἀλθαίαν λέγειν τὸν Οἰνέα λυπουμένην δι’ ἀδελφὸν αὐτῆς ἀναιρεθέντα παρὰ Μελεάγρου καὶ διὰ τὸν πατέρα αὐτῆς λυπούμενον. φησὶ γοῦν ‘εἰ λυπεῖται ὁ πατήρ σου διὰ τὸν υἱὸν αὑτοῦ, οὐ δεῖ κἀμὲ πάνυ λυπεῖσθαι ὡς ἀπολέσαντα τὸν υἱόν μου Μελέαγρον;’ [1397 b 17] Ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ἀλλ’ ὁμοίως δηλαδή. [1398 a 15] Τὸ δαιμόνιον ἆρα θεὸς ἢ θεοῦ ἔργον; οἷον ὁ Σωκράτης κατηγορούμενος, ὅτι οὐκ οἴεται εἶναι θεούς, ἀλλὰ καινὰ καταγγέλλει δαιμόνια, ἐπεχείρησεν ἀπὸ ὅρου δεικνύων ἐντεῦθεν, ὅτι ἔστι θεός. [1399 a 4] Πατὴρ Νικοκλέους ἦν ὁ Εὐαγόρας. ἐπιτάφιον οὖν τῷ Εὐαγόρᾳ ποιήσας ὁ Ἰσοκράτης πέπομφε τῷ Νικοκλεῖ· ὑμνεῖ δ’ ἐν τούτῳ τῷ λόγῳ τὸν ἄνδρα, πρὸς ὃν καὶ Κόνων ἀρχηγὸς Ἀθηναίων κατέφυγε, τῶν Λακεδαιμονίων τυραννησάντων, οὓς Εὐαγόρας καταστρεψάμενος κατήγαγε πάλιν εἰς τὴν πατρίδα τὸν Κόνωνα. [1399 a 25] Τὸ ἕλος καὶ τὸ ἅλας, παροιμία ἐπὶ τῶν δυσὶν ἐναντίοις περιπεσόντων. αἱ ἁλυκαί εἰσιν ἀναγκαῖαι καὶ χρήσιμοι, κἄν τε ὀρυκτῶν ἁλῶν εἰσι, κἄν τε θαλαττίων. ἐπίπρασκεν οὖν τις ἁλυκήν, πλησίον δὲ ταύτης εἶχε καὶ τόπον ἑλώδη ἄχρηστον πάντως· βιάζεται γοῦν τὸν ἀγοράζοντα τοὺς ἅλας, τὸν εὔχρηστον δηλαδὴ τόπον, ἀγοράσαι καὶ τὸ ἕλος, τὸν ἄχρηστον· μονώτατα γὰρ ἄν τις οὐ πρίαιτο τὸν ἑλώδη τόπον.2 [1399 a 26] τὸ μὲν οὖν ἓν λέγεται ἔσω, τὸ δὲ ἕτερον ἔξω, τὸ δημοκοπούμενον παροιμιῶδες, ὃ καὶ βλαίσωσις λέγεται. [1399 b 11] Εἴτε γὰρ τὸν Ξέρξην βασιλέα ὑμῶν ἡγεῖσθε, εἴτε τὴν αἴτησιν αὐτοῦ πληρώσετε, τὸ δοῦναι αὐτῷ γῆν καὶ ὕδωρ, τὸ αὐτὸ καὶ ἓν ὑμῖν ἀποτέλεσμα, τὸ δουλεύειν αὐτῷ’. ληπτέον δέ, ὁποῖον χρήσιμον· εἰ γὰρ βούλει δεῖξαι μὴ καλὸν εἶναι τὸ δοῦναι γῆν καὶ ὕδωρ, λέγε, ἅπερ εἴπομεν, εἰ δὲ τοὐναντίον, ὅτι σύμβολον τοῦτο φιλίας μᾶλλόν ἐστιν. ἐζήτει δὲ ταῦτα ἐκεῖνος ἢ τῆς χώρας ἁπάσης καὶ τῆς ζωῆς αὐτῶν κυριεύειν μηχανώμενος ἐκ τῆς ἐκείνων θελήσεως ἢ καὶ τῶν σωμάτων αὐτῶν· ἅπασι γὰρ ἡ γένεσις ἐκ γῆς καὶ ὕδατος· διὸ καὶ ὁ μὲν τῶν ποιητῶν εἶπεν “ὕδωρ καὶ γαῖα γένοισθε”, ὁ δὲ “γαῖαν ὕδει φύρειν”. καὶ πάλιν, εἰ τὴν εἰρήνην βούλει κωλῦσαι, εἰπέ, ὃ εἴρηται κατὰ Φιλίππου, εἰ δὲ μή, ὅτι τὸ ζητεῖν τὸν Φίλιππον εἰρήνην σημεῖον μᾶλλον ἀγάπης. [1399 b 19] Τὸ οὗ ἕνεκα εἰ μὴ γένοιτο· ὡς ὁ Αἴας ἔλαβέ ποτε παρὰ τοῦ Ἕκτορος τὸ ξίφος, ὁ δὲ παρὰ τοῦ Αἴαντος τὸν ζωστῆρα, καὶ εἰς κακὸν ἀμφοῖν ταῦτα τὰ δῶρα γεγόνασι· ἐχθρῶν γὰρ ἄδωρα δῶρα’. [1399 b 30] Ἄλλος τόπος κοινὸς καὶ τοῖς δικανικοῖς καὶ τοῖς συμβουλευτικοῖς σκοπεῖν τά, δι’ ὧν προτρέπονται οὗτοι εἰς τὸ ἐργάσασθαι, καὶ τά, δι’ ὧν κωλύονται τόδε ποιῆσαι· οἷον εἰ ῥᾴδιον, εἰ δίκαιον τόδε τι, προτρεπόμεθά σε αὐτὸ ποιῆσαι. καὶ χάριν τίνος, οἷον φυλακῆς πόλεως. [1399 b 35] Ἢ ἐλάττων ἡ ζημία παρὰ τὸ πρᾶγμα τὸ πραχθέν, ὡς ἐπὶ τῆς ἀντιστάσεως ἔχει τὸ κόψαι τὸν στρατηγὸν τὸ τεῖχος, ἵν’ ἐξέλθοιεν οἱ στρατιῶται καὶ ἄκοντες καὶ συμμίξωσι τοῖς πολιορκοῦσι καὶ νίκην ἐργάσωνται. [1400 a 2] Ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσι· κατηγορῶ γάρ τινος λέγων ‘διὰ τί τόδε τι οὐκ ἐποίησας, καίτοι ῥᾴδιον καὶ συμφέρον;’ πάλιν ἀπολογοῦμαι ὑπέρ τινος λέγων ‘δικαίως οὐκ ἐποίησεν ὅδε τόδε· ἀδύνατον γὰρ ἦν καὶ ἀσύμφορον’. [1400 b 23] Ἀφροδίτη ἐξ ἀφροσύνης κέκληται. ἐν τῷ δράματι τῶν Τρῳάδων ὑπὲρ ἑαυτῆς δημηγορησάσης τῆς Ἑλένης πρὸς Μενέλαον ἀπολογεῖται ἡ Ἑκάβη πρὸς αὐτὴν καὶ δείκνυσιν αὐτὴν ψευδομένην. [1400 b 18] Ἀλλὰ καὶ ἐν τοῖς τῶν θεῶν ἐπαίνοις, ὡς ὁ Ζεὺς ὀνομάζεται ὡς ζωῆς ἡμῖν αἴτιος· τὴν δὲ αἰτιατικὴν Δία λέγομεν διὰ τὸ προνοητικὸν αὐτοῦ πρὸς ἡμᾶς καὶ φυλακτικὸν διὰ τὴν διά πρόθεσιν·3 δι’ αὐτοῦ γὰρ συντηρούμεθα.

23. [1397 b 5] 阿尔斐西博亚或是阿尔克迈翁的妻子,又或大约是其姐妹。因此她悲痛地询问阿尔克迈翁,城邦怎会判定厄里费勒被处死是正当的;但[城邦]也判处“作为杀死她的人,你也应当去死”。于是阿尔克迈翁解答道:“我的母亲本不该由我所杀,而是该由别人所杀。”[1397 b 18] “而你的命运固然可怜。”我认为这是俄纽斯对阿尔泰亚所说的话,她正因自己的兄弟被墨勒阿格罗斯所杀、且因自己的父亲悲痛而悲痛。总之他说:“如果你的父亲为自己的儿子悲痛,难道我不也当极其悲痛,因为我失去了我的儿子墨勒阿格罗斯吗?”[1397 b 17] “此外,若是既不更多也不更少”,也就是说,同样地。[1398 a 15] “精灵究竟是神,还是神的作品?”例如苏格拉底被指控不认为有诸神存在,反而宣扬新的精灵时,便从定义出发进行论证,由此证明神是存在的。[1399 a 4] 尼科克勒斯的父亲是厄阿戈拉斯。因此伊索克拉底为厄阿戈拉斯撰写了一篇悼词,寄给了尼科克勒斯;他在这篇演说中颂扬了此人,雅典人的统帅科农在拉刻代蒙人实行霸权时亦曾逃往他那里避难,而厄阿戈拉斯击败他们之后,又将科农送回了祖国。[1399 a 25] “沼泽与盐”,这是一句用于陷入两种相反境地之人的谚语。无论矿盐还是海盐,盐田都是必需且有用的。于是某人出售一处盐田,而在它附近他还拥有一处完全无用的沼泽地;总之他强迫购买盐的人,即购买有用之地的人,也买下沼泽这处无用之地;因为若是单单只有沼泽地,断不会有人购买。[1399 a 26] 因此一者在内被言说,另一者在外被言说,即在民众中流传的谚语,这也被称为曲说。[1399 b 11] “因为无论你们认为薛西斯是你们的王,还是满足他的要求给他土地与水,对你们而言结果都是同一件事,即作他的奴隶。”但应当把握哪一种是有用的;因为如果你想表明奉上土地与水是不好的,就说我们刚才所说的话;如果想表明相反的意思,就说这毋宁是友谊的象征。而那人索取这些,或是图谋凭依他们的意愿统治全地与他们的生活,或是图谋统治他们的肉体;因为对所有人而言,生成都是出于土地与水;因此诗人们一位说“愿你们化为水与土”,另一位说“以水揉土”。反过来亦然,如果你想阻止和平,就说针对腓力所说的话;如果不想,就说腓力寻求和平毋宁是善意的标志。[1399 b 19] “如果达不到那个目的”;正如大埃阿斯曾从赫克托耳处得到宝剑,而后者从埃阿斯处得到腰带,这些礼物对双方而言都成了灾祸;因为“敌人的礼物不成其为礼物”。[1399 b 30] 另一个法庭演说与议事演说通用的论题,是考察促使人们去从事某事的因素,以及阻止他们做此事的因素;例如,如果此事容易,如果此事正当,我们就劝你去做此事;又如为了何种目的,例如为了保卫城邦。[1399 b 35] “或者惩罚相比于所行之事较轻”,正如在抗辩中将领拆毁城墙那样,以便士兵们即便不情愿也必须出击,与围城者交战并取得胜利。[1400 a 2] 人们从劝阻的因素中提出辩护,从促成的因素中提出指控;因为我指控某人时说:“你为何不做此事,尽管它既容易又有益?”反之,我为某人辩护时说:“此人不做此事是正当的;因为它是既不可能又无益的。”[1400 b 23] “阿佛洛狄忒得名于愚妄。”在戏剧《特洛伊妇女》中,海伦向墨涅拉俄斯为自己公开演说后,赫卡柏对她进行了辩驳,证明她在说谎。[1400 b 18] 但在赞美诸神时亦然,正如宙斯被命名是因为他是我们生命的原因;而我们之所以说其宾格形式“狄亚”,乃是因为他对我们的眷顾与保护,也是因为介词“狄亚”;因为正是通过他,我们得以被保全。

语法注3 条
  1. 2.23λύει οὖν ὁ Ἀλκμαίων ὡς ‘οὐχ ὑπ’ ἐμοῦ ἐχρῆν τὴν μητέρα μου θανεῖν, ἀλλὰ παρ’ ἑτέρου.’

    连词 ὡς 用作引述性 ὡς(recitativum)以引出直接引语,将引文内容直接连接于主句动词 λύει。

  2. 2.23μονώτατα γὰρ ἄν τις οὐ πρίαιτο τὸν ἑλώδη τόπον.

    最高级副词 μονώτατα(完全单独地)配合 ἄν 以及希求法 πρίαιτο,再加上否定词 οὐ,构成了潜能结构:“若是全然单独,绝不会有人买下这片沼泽地”。

  3. 2.23τὴν δὲ αἰτιατικὴν Δία λέγομεν διὰ τὸ προνοητικὸν αὐτοῦ πρὸς ἡμᾶς καὶ φυλακτικὸν διὰ τὴν διά πρόθεσιν

    作为语法术语的宾格形式 Δία 在句首作为宾语被主题化,其后通过 διὰ τὴν διά πρόθεσιν(“由于介词 διά”)给出了基于神名 Δία 与介词 διά 同音的词源学解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:301.21-303.12