← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§297.2-298.5

第一卷论点总结与第二卷引论

斯忒法诺回顾了亚里士多德在《修辞术》第一卷中关于技术性说服手段(尤其是修辞推论)之首要性的论述,并指出第二卷转而关注如何通过情感与品格使听者和裁判官处于适当状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

Εἶπεν ἐν τῷ πρώτῳ ὁ φιλόσοφος, ὅτι ‘αἱ πίστεις ἔντεχνόν ἐστι μόριον1 ῥητορικῆς μόνον, τὰ δ’ ἄλλα προσθῆκαι’ ἤγουν τὰ προοίμια καὶ τὰ περὶ αὐτά, καὶ ὅτι ‘τὰ ἐνθυμήματα σῶμα τῆς πίστεως· διαβολὴ γὰρ καὶ ἔλεος καὶ ὀργὴ καὶ τὰ τοιαῦτα πάθη τῆς ψυχῆς οὐ περὶ τοῦ πράγματός ἐστι’ καὶ τὰ ἑξῆς. εἶπε δὲ καὶ περὶ νομοθεσίας ἐκεῖ, ὅτι ‘αἱ νομοθεσίαι ἐκ πολλοῦ χρόνου σκεψαμένων γίνονται’· ὁ γὰρ Λυκοῦργος ἐν ἐννέα ὅλοις χρόνοις2 ἐσκέπτετο τοὺς οἰκείους νόμους, ἐρήμοις μόνος ἐνδιαιτώμενος χώραις, ὡς καὶ Πλούταρχος παρασημειοῦται καὶ Πλάτων ὁ μέγας ἐν Νόμοις παραδίδωσιν. οὕτω πρὸ Λυκούργου καὶ Μίνως τὰς νομοθεσίας συνετίθετο παρὰ τοῦ πατρὸς Διὸς διδασκόμενος· καὶ Ὅμηρος περὶ τούτου φησὶν “ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής”. εἶπε δὲ πάλιν ἐν τῷ πρώτῳ, ὅτι ‘ἔντεχνοι πίστεις εἰσίν, ὅπως γένοιτό τις ἐνθυμηματικός’, καὶ ὅτι ‘τῶν διὰ λόγου ποριζομένων πίστεων (εἰσὶ γὰρ καὶ ἄλλαι πίστεις, αἱ ἄτεχνοι) τρία εἴδη ἐστίν· αἱ μὲν γάρ εἰσιν ἐν τῷ ἤθει τοῦ λέγοντος, αἳ δὲ ἐν τῷ τὸν ἀκροατὴν διαθεῖναί πως, αἳ δὲ ἐν αὐτῷ τῷ λόγῳ’. καὶ πάλιν εἶπε “πάντες δὲ τὰς πίστεις ποιοῦνται διὰ τοῦ δεικνύναι, ἢ παραδείγματα λέγοντες ἢ ἐνθυμήματα”. “τὰ δὲ ἐνθυμήματα ἐξ εἰκότων καὶ σημείων.” ‘εἰσὶ δὲ καὶ κοινὰ ἐνθυμήματα, ὧν εἰσιν οἱ τόποι κοινοί, οἷον ὁ ἀπὸ τοῦ μᾶλλον, ὁ ἀπὸ τοῦ ἧττον καὶ τῶν τοιῶνδε. εἰσὶ δὲ καὶ ἴδια ἐνθυμήματα τὰ φυσικοῖς μόνοις φέρε εἰπεῖν προσήκοντα καὶ ἄλλα ἴδια τὰ ἠθικοῖς.’ εἶπε καὶ ταῦτα ἐκεῖ ‘διαιρετέον τῶν ἐνθυμημάτων τά τε εἴδη καὶ τοὺς τόπους, ἐξ ὧν ληπτέον· λέγω δὲ εἴδη μὲν τὰς καθ’ ἕκαστον γένος ἰδίας προτάσεις, τόπους δὲ τοὺς κοινοὺς ὁμοίως ἁπάντων. πρῶτον δὲ λάβωμεν τὰ γένη τῆς ῥητορικῆς, εἶτα χωρὶς τὰ στοιχεῖα καὶ τὰς προτάσεις.’ εἶπεν ὅτι ‘τὰ δὲ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα προτάσεις εἰσὶ ῥητορικαί, καὶ ὁ ἐκ τούτων δὲ συλλογισμὸς ἐνθύμημα λέγεται.’ εἰ τοίνυν ἐν τῷ πρώτῳ οὐ τοσοῦτον ἐφρόντισε τῶν προοιμίων ταῖς ἐνθυμηματικαῖς πίστεσι τὸ ἐνδύναμον κυρώσας τῶν ἀποδείξεων, ἀλλ’ οὖν3 ἐν τῷ παρόντι βιβλίῳ μέλει τῷ φιλοσόφῳ καὶ τούτου τοῦ μέρους, ὅπως ποιόν τινα θήσεις τὸν κριτὴν καὶ τὸν ἀκροατήν.

哲学家在第一卷中曾说:“说服手段才是修辞术的技术性部分,而其余的只是附随物”,即开篇部分及其相关事项,且“修辞推论是说服的躯体;因为中伤、怜悯、愤怒以及此类心灵的情感并非关涉事实本身”,等等。他在该处论及立法时亦曾说:“法律是由经过长久深思熟虑者制定的”;因为吕库古整整九年都在思索自订的法律,独自幽居于荒旷之地,正如普鲁塔克所附记、伟大的柏拉图在《法律篇》中所传述的那样。同样在吕库古之前,米诺斯亦受教于其父宙斯而制定立法;荷马论及他时亦说:“每隔九年他在伟大宙斯的交心密谈中主政”。他在第一卷中又说:“存在着技术性的说服手段,以便人能善于运用修辞推论”,以及“在借由言辞提供的说服手段中(因为还有其他的说服手段,即非技术性的),有三种形式:因为有些在于说者的品格,有些在于使听者处于某种心境,有些则在于言辞本身”。他又说:“所有人都通过证明来进行说服,或举出例证,或陈述修辞推论”。“而修辞推论乃出于盖然事物与征兆”。“亦有共同的修辞推论,其论题是共同的,例如出于更多、出于更少以及诸如此类的论题。亦有特有的修辞推论,例如仅适用于物理学事物的,另有特有的适用于伦理学事物的”。他在该处亦说了这些:“必须区分修辞推论的形式以及应当从中获取〔它们〕的论题;我所说的形式是指每一类特有的前提,而论题是指所有事物同样共有的〔论题〕。但让我们首先把握修辞术的诸门类,然后分别把握其要素与前提”。他说:“论证性征象、盖然事物和征兆是修辞学的前提,而由这些组成的三段论则被称为修辞推论”。因此,即便在第一卷中他并未对开篇部分多加留意,而是将论证的效力赋予了修辞推论的说服手段,但在本书中,哲学家毕竟亦留心这部分内容,即如何将裁判官与听者置于某种状态。

语法注3 条
  1. 2.0αἱ πίστεις ἔντεχνόν ἐστι μόριον

    复数主语 αἱ πίστεις 搭配了单数系词 ἐστι 与中性单数表语名词 μόριον。系词并未与主语在数上保持一致,而是被表语名词(ἔντεχνον μόριον)所吸引,采用了单数一致。

  2. 2.0ἐν ἐννέα ὅλοις χρόνοις

    介词 ἐν 与表示时间的与格(ἐννέα ὅλοις χρόνοις)连用,表示动作持续的期间,即“整整九年”。虽然古典希腊语通常用宾格表示时间跨度,但在希腊化及拜占庭希腊语中,ἐν+与格常用于表示时间段。

  3. 2.0εἰ τοίνυν ἐν τῷ πρώτῳ οὐ τοσοῦτον ἐφρόντισε... ἀλλ’ οὖν

    由 εἰ ... 与归结句中的 ἀλλ’ οὖν(无论如何、然而毕竟)构成的让步关联句式:“即使在第一卷中没有那么顾及……但无论如何在这本书中……”。分词短语 κυρώσας 与主语亚里士多德在语法上一致,表达原因或手段(“由于将……确认给……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:297.2-298.5