- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:298.6-299.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺注释了《修辞术》第二卷第一章开头(1377b16–19),指出修辞三门类中的推论立足于第一卷所论的诸种见解(幸福、美德、不义),并征引赫尔墨革涅斯加以确证。随后他阐释了第二卷第二章末尾(1380a2)关于愤怒与敌意的立论与驳论论题,并辨析了第十一章(1388b5)羡慕定义中的省略句法。
1. [1377 b 16] Ἐκ τίνων μὲν οὖν δεῖ προτρέπειν καὶ ἀποτρέπειν· περὶ γὰρ ὧν βουλεύονται πάντες οἱ συμβουλεύοντες, πέντε εἰσίν,1 ὡς ἔμαθες ἐν τῷ πρώτῳ· ταῦτα δὲ αἱρούμεθα δι’ εὐδαιμονίαν. [1377 b 18] Καὶ ποῖαι δόξαι. δόξαι περὶ εὐδαιμονίας πολλαί· οἳ μὲν γάρ φασιν αὐτὴν εὐπραξίαν μετ’ ἀρετῆς ἢ αὐτάρκειαν ζωῆς καὶ τὰ προηριθμημένα· μέρη δὲ αὐτῆς εὐγένεια, πολυφιλία καὶ τὰ προειρημένα. ἴδε δὲ καὶ δόξας περὶ ἀγαθοῦ, τί ἐστι τὸ ἀγαθόν, κἀντεῦθεν ὁρμώμενος ὡς ἀπὸ λημμάτων προτάσεις ποιήσεις τοῦ ἐνθυμήματος. ὁ περὶ πανηγυρικοῦ λέγων περὶ ἀρετῆς καὶ κακίας εἴπῃ τὰ δέοντα, ἐξ ὧν καὶ ποιός τις κατὰ τὸ ἦθος φανεῖται· ἥπερ ἦν δευτέρα πίστις. οὗτος οὖν ἐρεῖ τὰς δόξας τὰς περὶ τοῦ καλοῦ καὶ τοῦ καλλίονος. ἀλλὰ καὶ ὁ περὶ τοῦ δικανικοῦ εἴποι, τί ἐστι τὸ ἀδικεῖν καὶ τίνες ἀδικοῦσι καὶ οἵους καὶ ὅσων χάριν. [1377 b 19] Περὶ γὰρ τούτων καὶ ἐκ τούτων τὰ ἐνθυμήματα λέγονται· περὶ γὰρ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς τὰ ἐνθυμήματα λέγεται καὶ ἐκ τούτων, τῶν τριῶν δηλαδὴ δοξῶν καὶ τῶν τοιῶνδε προτάσεων· καὶ γὰρ τὰς συμβουλὰς κρίνομεν καὶ τὴν συμφέρουσαν ἐκλεγόμεθα, ἀλλὰ καὶ ἡ δίκη κρίνεται. διὰ τοῦτο καὶ ὁ Ἑρμογένης εἴρηκεν “ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα” καὶ αὖθις “περὶ ὧν ἡ βουλὴ ἢ τὸ δικαστήριον συνέστηκε”· καὶ πάλιν ἐν ταῖς Ἰδέαις φησὶν ὅτι “πολιτικὸν λέγομεν ἄνδρα καὶ ῥήτορα λέγομεν μόνον τὸν συμβουλευτικὸν ἢ δικανικόν, τὸν δὲ πανηγυρικὸν λογογράφον.”
1. [1377 b 16] “因此,应当根据什么来进行劝勉和劝阻”;因为所有提供建议者所审议的议题有五种,正如你在第一卷中所学到的;而我们为了幸福而选择这些。[1377 b 18] “以及怎样的见解。”关于幸福的见解有许多;因为有人说它是伴随美德的善行,或是生活自足以及先前列举的事物;而其部分则是出身高贵、广有朋友以及先前陈述的事物。亦要省察关于善的见解,即善是什么,并以此为出发点,如从假定前提着手般构成修辞推论的前提。论及演说修辞者应当就美德与恶德陈述所当言之事,由这些他亦将在品格上显出是怎样的人;而这正是第二种说服手段。因此,此人将陈述关于高尚与更高尚之物的见解。而且论及诉讼修辞者亦应当阐明,行不义是什么,谁人行不义,针对怎样的人行不义,以及为了何种目的行不义。[1377 b 19] “因为修辞推论乃是关乎这些且出于这些而陈述的”;因为修辞推论是关乎修辞术的三种形式且出于这些——即出于三种见解和此类前提——而陈述的;因为我们既评判劝议并挑选有利之策,但诉讼亦受到裁决。因此赫尔墨革涅斯亦曾说:“因为在论题中,我们要么裁决要么审议”,又说:“关于议事会或法庭设立所围绕的那些事项”;且在《文体论》中他又说:“我们称之为政治家并称之为修辞学家的,仅仅是审议演说家或诉讼演说家,而演说演说家则被称为演讲撰稿人。”
2. [1380 a 2] Δῆλον δ’ ἄν, ὡς δέοι κατασκευάζειν τῷ λόγῳ τοὺς τοιούτους ἐν τῷ τέλει περὶ τῆς ὀργῆς· ἀποδείξει γάρ τις ἐχθρὸν τὸν κεκρυμμένον ἐχθρὸν ἀπὸ τῶν παραδοθέντων περὶ ἐχθροῦ τόπων καὶ αὖθις ἀποδείξει φίλον τῇ πόλει ἢ τῷδέ τινι ἢ τῷ δικαστῇ τὸν μὴ ὑπολαμβανόμενον φίλον· ἀφ’ ὧν τόπων ὁρμώμενος ποιήσεις τὸν Ἀλκιβιάδην μὴ ὄντα ἐχθρὸν ἐχθρόν· ‘τί γάρ, ὅτι δι’ ὀργήν, οὐ μὴν δι’ ἔχθραν ἔλεγε κατὰ τοῦ Περικλέους σπεύδων ἀντιλυπῆσαι αὐτὸν προλυπήσαντα;’ ἢ πάλιν τὸν μὴ ὄντα φίλον τοῦδε ποιήσεις φίλον αὐτοῦ διά τινος τῶν ἀποδοθέντων τόπων· ‘πῶς γὰρ σοῦ, ὦ Περίκλεις, ἐχθρὸς ἂν νομισθείη Ἀλκιβιάδης ὁ πάντας ἀεὶ τοὺς δημαγωγοὺς ἀγαπῶν καὶ τοὺς ὑπὲρ τῆς πόλεως;’ καὶ αὖ φάσκοντος ὅτι ‘ἐχθρός εἰμι τοῦ Περικλέους’ διαλύσεις λέγων ὅτι ‘οὐ πιστευτέος σύ· πῶς γὰρ ὁ ἀεὶ τοὺς βουλευτὰς καὶ τοὺς δημαγωγοὺς καὶ ζηλῶν καὶ θαυμάζων τῆς πόλεως;’2 καὶ ἐκ τοῦ ἐναντίου πάλιν, εἰ λέγει φίλος εἶναι τοῦ Περικλέους, διαλύσεις ὡς ‘οὐχί· πῶς γὰρ ὁ ἔχων τοὺς ἐχθροὺς τοῦ Περικλέους φίλους; ἐχθρὸς ἄρα σύ.’ ἀπὸ τοῦδε τοῦ τόπου καὶ μεταβαλεῖς, εἰ βούλει, τὰ τῆς ἔχθρας εἰς ὀργὴν καὶ τὰ τῆς ὀργῆς εἰς ἔχθραν συναρπάζων τὸν ἀκροατὴν ἀπὸ τῆς οἷον ὁμοιότητος ‘ὁ μὲν γὰρ δι’ ὀργὴν λυπούμενος συγγνωστός, ὁ δὲ δι’ ἔχθραν ματαίαν οὐχί’· ὅταν γὰρ ὦσι περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς διάφοροι τόποι, τὸ αὐτὸ καὶ ἀνασκευάσεις δι’ ἄλλου καὶ κατασκευάσεις δι’ ἑτέρου, ὡς ἐπὶ τῆς ὁδοῦ ἔγνως· δείξεις γὰρ αὐτὴν καὶ ἀγαθὸν καὶ οὐκ ἀγαθόν, τὸ μὲν διὰ τοῦ ‘οὗ πάντα ἐφίεται’, τὸ δὲ διὰ τοῦ ‘κίνησιν ταύτην εἶναι καὶ λέγεσθαι.’ 11. [1388 b 5] Ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι·3 ζηλοῦσι γὰρ οἱ ζηλοῦντες τοὺς τὰ ἀγαθὰ ἔχοντας ἀγαθούς, ὅτι καὶ ἑαυτοῖς ἀγαθοῖς οὖσι προσῆκεν αὐτὰ ἔχειν. συντακτέον οὖν καὶ οὕτως, εἰ βούλει, διὰ τὸ σαφέστερον· ‘ζηλοῦσι γάρ’, λείπει ‘τοὺς τὰ ἀγαθὰ εὐτυχήσαντας ἔχειν’, ‘ὡς προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι’· διὰ τοῦτο γὰρ ζηλοῦσιν ὡς ἀγαθοὶ καὶ αὐτοί· εἶτα εἰπὲ ‘ὅτι προσῆκε τοῖς ἀγαθῶς ἔχουσι τὰ τοιαῦτα τῶν ἀγαθῶν’ ἤγουν τὰ ζηλωτά.
2. [1380 a 2] “应当如何通过言辞使此类人处于这种状态,当是清楚的”;在关于愤怒一节的末尾。因为人将根据关于敌人所传授的论题,证明隐秘的敌人确实是敌人,且再次向城邦、向某人或向裁判官证明未被视为朋友者确是朋友;以这些论题为出发点,你将使并非敌人的阿尔西比亚德斯成为敌人:“因为何以见得他是出于愤怒,而非出于敌意来攻击伯里克利,急于向先伤害他的人施以反击的伤害呢?”或者反过来,你将通过所给出的某个论题,使并非此人之友者成为其友:“因为伯里克利啊,那始终爱护所有民意领袖以及为城邦效力之人的阿尔西比亚德斯,怎会被视为你的敌人呢?”且当他声称“我是伯里克利的敌人”时,你将反驳道:“你不可置信;因为一个始终效法并赞赏城邦议员与民意领袖的人,怎会是敌人呢?”反过来,如果他说自己是伯里克利的朋友,你将反驳道:“绝非如此;因为一个将伯里克利的敌人视为朋友的人,怎会是朋友呢?因此你是敌人。”基于此一论题,若你愿意,亦可借由它们之间的相似性引导听众,将关涉敌意之事转化为愤怒,将关涉愤怒之事转化为敌意:“因为出于愤怒而感到痛苦者尚可原谅,但出于无谓敌意者则不可。”因为当关于同一事物存在不同论题时,正如你在涉及道路时所知晓的那样,你既可通过一个论题驳斥同一事物,亦可通过另一个论题立论;因为你将证明道路既是善又非善,前者通过“万物所向往之物”,后者则通过“这本身是且被称为一种运动”。11. [1388 b 5] “因为仿佛他们自身作为善人配得如此”;因为怀有羡慕之情的人羡慕拥有善物的善人,乃是因为对于作为善人的他们自身而言,拥有这些善物亦是相配的。因此,若你愿意,为了更加明晰亦当如此组织句式:“因为他们羡慕”——此处省略了“那些有幸拥有善物的人”——“仿佛他们自身作为善人配得如此”;因为正因此故,他们作为自身亦是善人而心怀羡慕;接着说“因为对于处于善好状态者而言,此类善物” ——即值得羡慕之物——“乃是相配的”。
- 2.1περὶ γὰρ ὧν βουλεύονται πάντες οἱ συμβουλεύοντες, πέντε εἰσίν
此处为破格句式(anacoluthon):前置词短语 περὶ ὧν... 融合了被省略的先行词(ταῦτα)置于句首,而主句谓语则是主格的 πέντε εἰσίν。逻辑上的骨干结构为 ταῦτα περὶ ὧν πάντες οἱ συμβουλεύοντες βουλεύονται πέντε εἰσίν(“建言者所审议的议题有五种”)。
- 2.2πῶς γὰρ ὁ ἀεὶ τοὺς βουλευτὰς καὶ τοὺς δημαγωγοὺς καὶ ζηλῶν καὶ θαυμάζων τῆς πόλεως;
反诘疑问句中谓语的省略。带冠词的分词短语(ὁ... ζηλῶν καὶ θαυμάζων)充当主语,而与前述声明(ἐχθρός εἰμι)相对立的谓语(如 ἐχθρὸς ἂν εἴη,“怎会是敌人呢?”)在语境中被省略。
- 2.2Ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι
对亚里士多德原文(1388b5)句法难点的评注。ὡς προσῆκον 是由非人称动词 προσήκει 的分词构成的宾格绝对结构(“仿佛……是理所应当的”),其与格 αὐτοῖς 与谓语形容词 ἀγαθοῖς 保持格一致。正如斯特凡诺所指出,主动词 ζηλοῦσι 的宾语(“拥有善物者”)在此处被省略,需要根据上下文予以补足。
