← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§295.21-296.36

历史与神话典故注记及罗马法誓言

注释家解释了亚里士多德《修辞学》第一卷中的神话与历史典故(忒斯提俄斯诸子、科塔博斯与西西里历史、梭伦对萨拉米斯归属的论证及佩里安德),并提出了基于罗马法分类的各类誓言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

7. [1365 a 12] Οἱ Θεστιάδαι, οὓς Μελέαγρος ἀνεῖλεν, οὗτοί εἰσιν οἱ αὐτοῦ μητράδελφοι οὕτως ὠνομασμένοι· Πλήξιππος, Ἴφιτος, Εὐρύπυλος, Πολυφόντης, Φάνης. οὗτοι Θεστίου παῖδες· ὧν ἀδελφαὶ Λήδα, Ἀλθαία, Ὑπερμνήστρα, † Πολύξενος καὶ ἄλλαι. αἱ δὲ Μελεάγρου ἀδελφαὶ αὗται· Φοίβη, Ἀντιόπη, Ἐρατώ, Μενεσθώ, Εὐρυδίκη, Ἱπποδάμεια, αἳ καὶ μετεβλήθησαν εἰς ὄρνιθας τὰς λεγομένας Μελεαγρίδας.

7. 梅列阿格罗斯所杀的忒斯提俄斯诸子,乃是如此命名的他的舅父们:普勒克西波斯、伊菲托斯、欧律皮罗斯、波吕丰忒斯、法涅斯。这些是忒斯提俄斯的儿女;他们的姊妹是勒达、阿尔泰亚、许珀耳谟涅斯特拉、波吕克塞诺斯[波吕克塞娜]以及其他人。而梅列阿格罗斯的姊妹则是这些人:福伯、安提俄珀、厄剌托、墨涅斯托、欧律狄刻、希波达墨亚,她们也被变成了被称为梅列阿格里斯的鸟。

§1.12

​12. [1373 a 23] Λάταξ ὁ ἦχος τῶν κοτταβίων παρὰ τοῖς ἀττικισταῖς ὠνόμασται. τὰ δὲ κοττάβια ἀγγεῖα ἐτύγχανον πλατέα χάλκεα ἢ κεράμεια, οἷς ἔχουσιν ἔνδον ὕδωρ1 ἐνέβαλλον οἱ βουλόμενοι σφαιρικοὺς λίθους, ὅσοι τε ἢ ἐρῶντες ἦσάν τινων ἢ ἁπλῶς ποθοῦντές τινας ἐν ἀλλοτρίᾳ διάγοντας· ὧν κοτταβίων ποικίλως περιαγομένων ἐντὸς ἐκινοῦντο πολυειδῶς καὶ οἱ βόλοι κἀντεῦθεν ποιός τις ἦχος ἐτελεῖτο, ὃς ἐκαλεῖτο λάταξ, οἶμαι ποιά τις φωνὴ τῆς ἐκείνων συγκροτήσεως καὶ συγκρούσεως· ἐδήλου δέ τινα περὶ τῶν ἀποδημούντων σημεῖα. ἐκαλοῦντο δὲ κότταβοι οὐ μόνον τὰ ἀγγεῖα, ἀλλὰ καὶ τὰ ἐμβαλλόμενα βόλια· οἷα καὶ νῦν ἐν τοῖς ἱππικοῖς θεάτροις δημοσιεύεται παρὰ τῷ ἀγγείῳ τῶν κλήρων τοῖν ἀντιθέτοιν μεροῖν ἢ καὶ ἐν ξυλίνοις κλιμακοειδέσι λαβυρίνθοις παιδιᾶς χάριν παρά τισι τρυφῶσιν οἴκοι τελεῖται. ἐκλήθη δὲ κότταβος, ὥς γε μοὶ δοκεῖ, παρὰ τὸν κόττον τὸν ἐν τοῖς κλήροις τυχηρῶς ἀποβαίνοντα. Θήρων υἱὸς Αἰνεσιδήμου ὁ τῆς Ἀκράγαντος κρατῶν θυγατέρα αὑτοῦ ἐξέδοτο Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα, πρὸς γάμον Γέλωνι τῷ ἀδελφῷ Ἱέρωνος τοῦ βασιλέως τῶν Αἰτναίων, λαβὼν καὶ αὐτὸς γυναῖκα τὴν θυγατέρα Πολυζήλου τοῦ ἀδελφοῦ Γέλωνος. ἀποθνῄσκοντος δὲ Γέλωνος διάδοχος καὶ τῆς στρατηγίας αὐτοῦ καὶ τῆς γυναικὸς ὁ ἀδελφὸς αὐτοῦ Πολύζηλος ἐχρημάτισε κατὰ τὰς τοῦ Γέλωνος προστάξεις· ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς Πολύζηλον μετατεθεῖσθαι. ἐπεὶ δὲ τοῦ Ἱέρωνος ἐγκοτοῦντος τῷ ἀδελφῷ Πολυζήλῳ ὑπεραγανακτήσας θυγατρὸς ἅμα καὶ γαμβροῦ2 ὁ Θήρων συνέρραξε μάχην Ἱέρωνι περὶ Γέλαν τὸν Σικελικὸν ποταμόν, ἐν τῇ πόλει Γέλᾳ πάλιν ἐγένοντο αἱ καταλλαγαὶ τούτων ὑποθήκαις τοῦ λυρικοῦ Σιμωνίδου· ὅτε καὶ γυναῖκα ἠγάγετο ἑαυτῷ ὁ Ἱέρων τὴν ἀδελφὴν Θήρωνος. Αἰνεσίδημος οὖν ὁ τῶν Ἀκραγαντίνων οἰκιστὴς τὴν Γέλαν ὑπέταξεν, ἧς ἦσαν ἄποικοι οἱ Ἀκραγαντῖνοι ἀνέκαθεν. ταῦτα ἀκριβέστερον ἂν γνοίης ἐντυχὼν Πινδάρῳ τὸν ὀλυμπιονίκην ἐπίνικον συγγεγραφότι ἐπὶ Θήρωνι τῷ υἱῷ Αἰνεσιδήμου.

​12. 拉塔克斯是在拟阿提卡派中对科塔博斯器之声的称呼。科塔博斯器是宽浅的青铜或陶制器皿,凡有意者——无论是恋慕某人,还是单纯思念身居异乡的某人——在器内盛有水时便将球形石子投入其中;当这些科塔博斯器被以各种方式旋转时,内部投掷的石子也以多种形态运动,由此产生某种声音,称为拉塔克斯,我想那是它们击打与撞击的某种响声;它预示着关于远行之人的某些征兆。被称为科塔博斯的不仅是器皿,还有投掷进去的石子;正如如今在赛马场中、在对立两派的抽签器皿旁公开展示的那样,或者在某些豪奢之人的宅第中为了玩乐而在梯状木质迷宫中所做的那样。而在我看来,科塔博斯之所以得名,乃是源于抽签中偶然出现的点数。 阿克拉嘎斯的统治者埃涅西得摩斯之子泰隆,将自己的女儿德玛瑞忒——德玛瑞忒翁钱币亦因她得名——嫁给了埃特纳人之王希埃隆的兄弟盖隆,他自己也迎娶了盖隆之弟波吕泽罗斯的女儿为妻。盖隆去世时,其弟波吕泽罗斯依照盖隆的指令,接替了他的统帅职位并继承其妻;从而泰隆与盖隆的姻亲关系转移到了波吕泽罗斯身上。但当希埃隆对兄弟波吕泽罗斯怀恨在心时,泰隆因同时为女儿和女婿极大义愤,在西西里岛的盖拉河畔与希埃隆交战,但经由抒情诗人西摩尼得斯的劝告,他们在盖拉城再次达成和解;当时希埃隆亦迎娶了泰隆的姊妹为妻。阿克拉嘎斯人的建立者埃涅西得摩斯征服了盖拉,而阿克拉嘎斯人自古即是盖拉的殖民者。如果查阅曾为埃涅西得摩斯之子泰隆作奥林匹亚胜捷歌的品达,你将对此有更准确的了解。

§1.15

​15. [1375 b 30] Βουλόμενος δεῖξαι Σόλων ὁ Ἀθηναῖος, ὅτι ἄνωθεν ἡ Σαλαμὶς ὑπὸ Ἀθηναίους ἦν, ἔγραψεν εἰς τὴν δίκην καὶ στίχους ἀπὸ τῆς Βοιωτίας Ὁμήρου “Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, στῆσε δ’ ἄγων, ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.” ταῦτα οὕτω παρασημειοῦται καὶ Πλούταρχος ἐν τῷ τοῦ Σόλωνος παραλλήλῳ. [1375 b 31] καὶ Περίανδρος δὲ ὁ Κορίνθιος, οὗ καὶ αὐτοῦ πολὺν λόγον ποιεῖται οὗτος ὁ Χαιρωνεὺς ἐν τῷ τῶν ἑπτὰ σοφῶν Συμποσίῳ, σοφώτατος ἦν χιλίων ἐλεγείων ποιητὴς Σόλωνι συνακμάσας. [1377 a 7] Νεκεσσάριος ὅρκος3 λέγεται ὁ τέλειος ἤγουν ὁ ἐπακτὸς καὶ ἀντεπακτός. δεύτερος ὅρκος ὁ ἰουδικιάλιος, ὃς ἀπὸ τοῦ δικαστοῦ δίδοται. τρίτος ὁ βολουντάριος, ὁ θελήματι ἰδίῳ τῶν μερῶν ἀμφοῖν συνιστάμενος καὶ βουλήματι. τέταρτος ὁ ἰν λίτεμ, ὁ ποίνιμος, ὁ μονομερής· ὁ γὰρ ἐπηρεαστικὸς ὅρκος ὁ καλουμνίας, ὁ λεγόμενος παρ’ Ἕλλησι συκοφαντικός, κυρίως ὅρκος οὐκ ἔστιν.

​15. 雅典人梭伦为了表明萨拉米斯自古即臣属于雅典人,亦将荷马《波奥提亚卷》中的诗句写进诉状:“埃阿斯自萨拉米斯率领十二艘战船,引军驻扎在雅典军阵列阵之处。”普鲁塔克在其《梭伦传》中亦如此记述了这些事。 科林斯人佩里安德——这位喀罗尼亚人在《七贤共饮录》中亦对他大加论述——乃是极有智慧之人,是曾作千行哀歌诗的诗人,与梭伦同时达到鼎盛。 完全的誓言,即提起之誓与反提之誓,被称为必要誓言。第二种誓言是司法誓言,由裁判官给予。第三种是自愿誓言,由双方当事人各自的意愿与意图确立。第四种是诉讼标的誓言,是惩罚性且单方面的;因为蓄意侵害的誓言,即诬告誓言,在希腊人中被称为诬告性誓言者,严格说来并不是誓言。

语法注3 条
  1. 1.12οἷς ἔχουσιν ἔνδον ὕδωρ

    关系代词与格 οἷς 指代先行词容器(ἀγγεῖα),由复合动词 ἐνέβαλλον(“投入”)支配。现在分词与格 ἔχουσιν 与 οἷς 一致,表示伴随状况或状态(“在它们内部装有水时”)。

  2. 1.12ὑπεραγανακτήσας θυγατρὸς ἅμα καὶ γαμβροῦ

    分词 ὑπεραγανακτήσας(“极其愤慨”)支配表示情感起因或对象的属格 θυγατρὸς ἅμα καὶ γαμβροῦ(“为了/由于其女儿以及女婿”)。表示情感的动词常接属格以表示引起该情感的人或事。

  3. 1.15Νεκεσσάριος ὅρκος

    此处列举的各类誓言名称(Νεκεσσάριος, ἰουδικιάλιος, βολουντάριος, ἰν λίτεμ, καλουμνίας)是将罗马法专门术语(necessarius, iudicialis, voluntarius, in litem, calumniae)音译为中世纪希腊语的借词,带定冠词充当名词性短语。尤其是 ὁ ἰν λίτεμ,整个拉丁语介词短语被希腊语冠词实体化为名词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:295.21-296.36