← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§293.24-295.20

宣誓的组合与西摩尼得斯诗句注解

斯特法努斯梳理了由四种基本宣誓情形衍生出的六对组合(其中两对因矛盾而不能成立),并详述在过往曾立誓的情形下原告与被告各自的立论方式;随后对《修辞学》第一卷第六章引述的西摩尼得斯诗句(“伊利昂不怪罪科林斯人”)展开注解,结合尤刻诺尔与格劳科斯双方参战的史事阐明其涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#5

τὸ μὲν οὖν αὐτοῖς νόει ἀντὶ τοῦ ‘τοῖς θεοῖς’· τὸ δὲ αὐτῷ νόησον οὕτω· λέγω ὁ ἐνάγων ‘οὐκ ὀμόσω, ὦ ἐναγόμενε, ποτὲ ἐγώ, ἀλλὰ σὺ ποίησον τὴν κρίσιν· δίκασον ἐν τῷ συνειδότι σου καὶ ὄμοσον καὶ ἕπομαί σοι· εἰ γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον ἐξετάσεις, οὐκ ἂν ὀμόσῃς πάντως, ἀλλὰ δώσεις μοι, ἅ μοι χρεωστεῖς, εἰ δὲ ὀμόσεις, ἕξεις τὸ θεῖον τιμωρόν’. [1377 a 29] Ἐπεὶ δὲ καθ’ ἕκαστον δῆλον. διδάξας τὰ ἁπλᾶ τέσσαρα νῦν συνδυάζει ταῦτα καὶ ποιεῖ ἓξ συζυγίας, ὧν αἱ δύο ὡς ἀντιφατικοὶ ἀσύστατοι. καὶ πρῶτον μὲν συνδυασμὸν τίθησιν ἀπολαμβάνειν καὶ μὴ διδόναι, δεύτερον τὸ διδόναι καὶ μὴ λαμβάνειν, τρίτον τὸ λαμβάνειν καὶ διδόναι (λαμβάνει γὰρ ὁ ἐνάγων τὸν συκοφαντικὸν καὶ δίδωσι τὸν ἐπακτόν), τέταρτον τὸ οὐδὲ λαμβάνειν οὐδὲ διδόναι· καὶ ἐσαφήνισα ταύτας τὰς συζυγίας ἐν ἀρχῇ τῆς τοιαύτης θεωρίας καὶ ἐν τῷ τετραγώνῳ σχηματισμῷ· ἐκ τῶν εἰρημένων γὰρ ἁπλῶν ὀνομάτων ἀνάγκη συγκεῖσθαι τὰς τοιαύτας συζυγίας, ὡς καὶ τοὺς λόγους ἤτοι τὰς ἐπιχειρηματικὰς δικαιολογίας, οἵας ἐν τοῖς ἁπλοῖς ἐποίεις, ποίησον ἐνταῦθα συνδυαζόντως. [1377 b 3] Ἐὰν δ’ ᾖ γεγενημένος. ὅπερ ἀνώτερον εἶπεν “ἔτι ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται”, τοῦτο νῦν διεξοδικῶς κατασκευάζει ἐὰν ᾖ γεγενημένος ποτὲ ὅρκος παρὰ τοῦ ἐνάγοντος, ἐφάνη δὲ ὁ ὅρκος ἐναντίος ἤτοι ψευδὴς καὶ διὰ τοῦτο ὡς ἐπίορκος σήμερον ὁ ἐνάγων διαβάλλεται καὶ παρὰ τοῦτο οὐδὲ παραδεκτέος εἰς τὸ ὀμόσαι τῷ ἐναγομένῳ νομίζεται, πῶς ἐπιχειρήσει ὑπὲρ ἑαυτοῦ καὶ ὑπεραπολογήσεται τοῦ μὴ ἐπίορκος εἶναι;’ καίτοι εἴπῃ1 ‘εἰ καὶ ψευδής, ὡς λέγεις, ὁ ὅρκος μου ἐκεῖνος ἐφάνη, ἀλλ’ ἐγὼ οὐκ ἐπιώρκησα· τὸ γὰρ ἐπιορκεῖν ἀδικεῖν ἐστι, τὸ δὲ ἀδικεῖν ἐστι τὸ ἑκουσίως καὶ εἰδότα τινὰ ἀδικεῖν, ἐγὼ δέ, εἰ καὶ ὤμοσα τότε, ἀλλ’ ἄκων καὶ βιασθεὶς ἢ παρὰ τυράννων ἢ παρὰ δικαστῶν παρανόμων· τοῦτο δὲ οὐδὲ ὀμόσαι ἐστίν’. ‘ἐγὼ δέ, εἰ καὶ ὤμοσα τότε, ἀλλ’ ἁπλούστερος τὴν ψυχὴν ὢν ἠπατήθην ἢ παρὰ δικαστῶν ἢ παρ’ ὡντινωνοῦν’. ‘ἐγὼ δέ, εἰ καὶ ὤμοσα τότε, ἀλλ’ οὐκ ᾔδειν τὴν δύναμιν τοῦ ὅρκου ἢ τὸ πῶς δεῖ ὀμνύειν.’ καὶ συνάγαγε, ὅτι ἐπιορκεῖν ἐστιν οὐ τὸ στόματι μόνον λέγειν τὸν ὅρκον, ἀλλὰ καὶ εἰδότα, ἀλλὰ καὶ μὴ βιασθέντα· ‘ἐγὼ δὲ οὐκ ᾔδειν, ἀλλὰ καὶ ἐβιάσθην, ἀλλὰ καὶ ἠπατήθην· οὐκ ἄρα ἐπιώρκησα, οὐκ ἄρα ἠδίκησα’. [1377 b 7] Ἐὰν δὲ τῷ ἀντιδίκῳ ᾖ. ἐὰν δὲ ὁ ἐναγόμενος σήμερον ὤμοσέ ποτε καὶ ἐψεύσατο, καταδρομὴν κατ’ αὐτοῦ ποιήσει ὁ ἐνάγων ὅτι ‘οὐ δέχομαι αὐτὸν σήμερον μέλλοντα ὀμόσαι· ὁ γὰρ ἐπίορκος πάντα ἀναιρεῖ, δικαστήρια, πολιτείαν, νόμους· διὰ γὰρ τοῦτο καὶ οἱ δικασταὶ πρῶτον ὀμόσαντες εἶτα δικάζουσι, τοῖς νόμοις χρώμενοι καὶ ὅταν ὀμνύωσιν (ὁ νόμος γὰρ αὐτοῖς τοῦτο προσέταξε) καὶ ὅταν δικάζωσι, καὶ ἀπὸ τῶν νόμων ὁρμώμενοι οἱ δικασταὶ μετὰ τὴν περὶ τὰς ἀποδείξεις ἀτονίαν ἀπολύουσιν εἰς ὅρκους τοὺς ἀμφισβητοῦντας’. εἶτα πρὸς τοὺς δικαστὰς ὁ ἐνάγων στραφεὶς λέγει ‘καὶ ὑμᾶς μὲν ἀξιοῦμεν πρῶτον ὀμνύειν, εἶτα δικάζειν, καὶ τῷ ὅρκῳ ἐμμένοντες δικαίως κατὰ τοὺς νόμους καὶ τοὺς ὅρκους ὑμῶν δικάζετε, ἡμεῖς δὲ οὐκ ἐμμενοῦμεν οἱ ὑμῖν εἴκοντες, ἀλλὰ ψευδῶς ὀμόσομεν; καὶ τίς ἡμῖν ἔσται συγγνώμη; ἀσύγγνωστος ἄρα καὶ ὁ ἀντίδικός μου ἐπίορκος πολλάκις ἐλεγχθείς.’ 6. [1363 a 16] “Κορινθίοις δ’ οὐ μέμφεται τὸ Ἴλιον.” οἶδας μέν, ὃ δηλοῦται. μάταιος δὲ ἦν ὁ οὕτως αὐτὸ ἐξηγησάμενος, ὅτι οὐ μέμφεται τὸ Ἴλιον τοῖς Κορινθίοις· οὐδὲ γὰρ συνεμάχησαν τοῖς Ἕλλησιν οἱ Κορίνθιοι κατὰ τῶν Τρώων· καὶ γὰρ τοῖς Ἀχαιοῖς Εὐχήνωρ Κορίνθιος, υἱὸς Πολυΐδου τοῦ μάντεως, ἐπεκούρησε· καί φησιν Ὅμηρος “ἦν δέ τις Εὐχήνωρ, Πολυΐδου μάντιος υἱός, ἀφνειός τ’ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων”. ὃ γοῦν ὁ Σιμωνίδης λέγει, τοῦτό ἐστιν, ὅτι Κορινθίοις οὐ μέμφεται τὸ Ἴλιον ὡς τάχα πολεμήσασιν αὐτοῖς διὰ τοῦ Εὐχήνορος, ὡς εἰρήκαμεν, ἀλλὰ ἑτέρωθεν καὶ εὐχαριστεῖ αὐτοῖς μᾶλλον ὡς συμμαχήσασι τῇ Ἰλίῳ διὰ Γλαύκου τοῦ εἰς Βελλεροφόντην τὸν Κορίνθιον τὸ γένος ἀναφέροντος τὸν Γλαύκου τοῦ Σισύφου, ὃς ἀνεγνώρισε Διομήδην. κάλλιστα δὲ τὴν θεωρίαν ταύτην ἐξαπλοῖ ὁ λυρικὸς Πίνδαρος ἐν τῷ εἰς Ξενοφῶντα Κορίνθιον σταδιοδρόμον ἐπινίκῳ, ὅτε λέγει “τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ πρὸ Δαρδάνου τειχέων ἐδόκασαν ἐπ’ ἀμφότερα μαχᾶν τέμνειν τέλος, τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλένην ἀνακομίζοντες, οἳ δ’ ἀποπάμπαν εἴργοντες·2 ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖς μὲν ἐξεύχετ’ ἐν ἄστει Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον.” οὕτω δὲ καὶ Σιμωνίδης ἐποίησε “Κορινθίοις δ’ οὐ μανίει οὐδὲ Δαναοῖς”, τὸ Ἴλιον δηλαδή.

因此将“交给他们”理解为“交给诸神”;而将“交给他”如此理解:原告说道:“被告啊,我绝不起誓,但你来作裁决;在你的良心里判决并起誓,我就遵从你;因为你若照着内在之人省察,无论如何不会起誓,而是会偿还你欠我的事物;但你若起誓,必有神圣力量作为惩罚者。” “既然就每一项而言都是明白的。” [亚里士多德]讲授了四种简单情形之后,如今将它们组合起来,构成了六对组合,其中两对因矛盾而不能成立。他将接受而不给予作为第一种组合,将给予而不接受作为第二种组合,将接受且给予作为第三种组合(因为原告接受诬告性的誓言并给予提起的誓言),将既不接受也不给予作为第四种组合;我在对此类考察的开端以及正方形图解中阐明了这些组合;因为这类组合必然由上述简单名辞构成,正如你在简单情形中所作的论证,即论据性的辩护理由那样,在此你也当依组合来行。 “如果曾经立过誓。” 关于他前文所说的“此外在这些情形之外,如果曾经立过誓”,他如今详细加以论证:如果原告过去曾立过誓,但该誓言显出是相反的、即虚假的,且原告今日因此被诬为伪誓者,并因此被被告视为甚至不应被接纳起誓,那么“他将如何为自己立论,并为自己并非伪誓者进行辩护?”不过他可以说:“即使如你所说,我的那个誓言显出是虚假的,但我并没有作伪誓;因为作伪誓乃是不义之举,而不义之举乃是出于自愿且明知地行不义;而我当时纵然起过誓,却是违背意愿、被迫于僭主或不法的裁判官;而这甚至根本算不上起誓。”或者说:“我当时纵然起过誓,但我因心灵过于纯朴而受了裁判官或无论何人的欺骗。”或者说:“我当时纵然起过誓,但我不知道誓言的效力或当如何起誓。”并且得出结论:作伪誓并非仅仅用嘴说出誓言,而是要明知且未受强迫;“我并不知晓,而是既受强迫又受欺骗;因此我没有作伪誓,因此我没有行不义。” “如果是由对方立过誓。” 如果今日的被告曾经立誓并且撒了谎,原告将对他发起猛烈攻击:“我不接纳他今日将要起誓;因为伪誓者毁灭一切——法庭、城邦政制、法律;因为裁判官们也正因此先起誓然后裁决,无论在起誓时(因为法律向他们如此规定),还是在裁决时,均依据法律;且在证据效力不足之后,裁判官们依据法律将诉讼双方交付于誓言。”随后原告转向裁判官们说道:“我们要求你们先起誓然后裁决,而你们坚守誓言,依据法律与你们的誓言公正裁决;难道服从你们的我们反而不坚守,却要作虚假的起誓吗?那我们还能得到何种宽恕呢?因此,我的屡次被证实为伪誓者的对手也是不可宽恕的。” 6. “伊利昂不怪罪科林斯人。” 你自然明白其含义。但这样解释的人是荒谬的:即伊利昂不怪罪科林斯人,是因为科林斯人没有同希腊人联手对抗特洛伊人;因为预言家波吕伊多斯之子、科林斯人尤刻诺尔确实援助了阿开奥斯人;荷马亦说道:“有一人名尤刻诺尔,乃预言家波吕伊多斯之子,富裕而高贵,居住在科林斯的府邸中。”无论如何,西摩尼得斯所言乃是此意:伊利昂并不像我们所言的那样,因科林斯人或许通过尤刻诺尔与他们作战而怪罪他们,而是在另一面更感谢他们,因为他们通过格劳科斯同伊利昂结盟作战,这位格劳科斯世系上溯至科林斯人柏勒罗丰,即西叙福斯之子格劳科斯之子,他曾与狄俄墨得斯互相认出。抒情诗人品达在为科林斯短跑运动员色诺芬所作的胜捷歌中,在说道以下诗句时最精妙地展开了这一考察:“他们昔日在达耳达诺斯城墙前英勇奋战,似乎在两方决断战争的终局,一方随亲爱的阿特柔斯族类夺回海伦,另一方则彻底加以阻拦;而从吕客亚而来的格劳科斯令达那奥斯人颤栗。他向他们夸耀,在佩瑞涅之城有他父亲的统治、深厚的领地与宫室。”西摩尼得斯亦如此作诗道:“对于科林斯人并不发怒,对达那奥斯人亦然” ——显然即伊利昂。

语法注2 条
  1. 1.15καίτοι εἴπῃ

    虚拟式 εἴπῃ 属于后期语法用法,用于引出潜势或让步性质的假设言论(“不过他可以说”、“假定他说”)。与古典时期 καίτοι 搭配直陈法不同,此处用于引出设想的辩护理由。

  2. 1.15τοὶ μὲν ... ἀνακομίζοντες, οἳ δ’ ἀποπάμπαν εἴργοντες

    在品达的引文中,主格分词短语 τοὶ μὲν ... οἳ δὲ ... 与限定动词 ἐδόκασαν 中所隐含的主语(科林斯人)构成部分同位语(全体与部分结构)。两者并置展现了对立的两个阵营:一方与阿特柔斯族人共同夺回海伦,另一方则在特洛伊阵营彻底加以阻止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:293.24-295.20