← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§292.4-293.24

虔诚者的誓言与色诺芬尼比喻的解释

斯捷潘努斯注解亚里士多德《修辞学》1377a16–27,阐发虔诚诉讼人拒绝或接受誓言时的论据,解释并转化色诺芬尼的比喻,并讨论了手抄本异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#4

[1377 a 16] Καὶ ὅτι, εἰ ἦν φαῦλος, κατωμόσατο ἄν. ἔνστασίν τινα λύει ὁ φιλόσοφος· ἐπεὶ γὰρ ὁ ἐναγόμενος ἀντεπάγει τῷ ἐνάγοντι ὅρκον, ὁ δὲ ἐνάγων οὐ λαμβάνει τὸν ὅρκον ὡς εὐσεβής, τάχα ὑποπτεύει ὁ ἐναγόμενος, ὅτιπερ οὐχ ὡς εὐσεβὴς ὁ ἐνάγων εὐλαβεῖται τὸν ὅρκον, ἀλλὰ μᾶλλον ὡς κακός τε καὶ ἄδικος φοβεῖται ὀμόσαι, εὖ εἰδώς, ὅτι ψεύδεται, εἰς ἃ λέγει κατ’ ἐμοῦ. ἀπαντᾷ οὖν πρὸς τοῦτο ὁ εὐσεβὴς ἐνάγων καί φησιν ὅτι ‘ὦ οὗτος, εἰ ἤμην ἄδικος καὶ πονηρός, καὶ κατωμοσάμην ἄν, ἤτοι οὐκ εἰς μόνα τὰ ἑκατὸν νομίσματα ὤμοσα, ἀλλ’ εἰς ἑκατὸν λίτρας ὤμοσα ἄν· ἐπεὶ γὰρ ἄδικος ἤμην, ὡς λέγεις, καὶ ἔμελλον ὀμόσαι, καὶ εἰς πλείω ἂν ὤμοσα· ὃ μᾶλλον κατομόσαι ἐστίν· κρεῖττον γὰρ ἦν ἐπὶ μείζοσι καὶ πολλοῖς φαῦλον εἶναί με καὶ ἐπίορκον παρ’ ὃ ἐν ὀλίγοις· ἔμελλον γὰρ ἀσεβῆσαι ἐπιορκήσας. κἂν οὖν εἶχον ἀντὶ τῆς ἀσεβείας τὸν πολὺν πλοῦτον,1 ὃν ἔμελλον ἀπὸ σοῦ ἀναλαβεῖν κατομοσάμενος· ὥστε δι’ ἀρετὴν μᾶλλον καὶ εὐσέβειαν ἐγὼ προκρίνω τὸ μὴ ἤτοι τὸ οὐ λαβεῖν με τὸν παρὰ σοῦ μοι ἀντεπαγόμενον ὅρκον’. [1377 a 19] Καὶ τὸ τοῦ Ξενοφάνους. καὶ τοῦτο ἔνστασίν τινα ἀνακύπτουσαν λύει· εἶπε γὰρ ἂν ὁ ἐναγόμενος ὅτι ‘σὺ προκαλεῖς ἐμὲ εἰς τὸ ὀμόσαι με, ἐγὼ προκαλοῦμαί σὲ εἰς τὸ ὀμόσαι· σὺ δέδοικας ὀμόσαι· λοιπὸν ἄρα τὸ συνειδός σου κεκαυτηριασμένον φέρεις· ἄρα ψεύδῃ, ἐν οἷς ἐνάγεις κατ’ ἐμοῦ, καὶ διὰ τοῦτο εὐλαβῇ ὀμόσαι. ἐγὼ δὲ ὀμόσω· λοιπὸν ἀπὸ τούτου τοῦ μὴ δεδιέναι με περὶ τῷ ὅρκῳ φαίνομαι ἀληθεύων.’ πρὸς ταύτην τὴν ἔνστασιν τὸ τοῦ Ξενοφάνους προβάλλεται ὁ ἐνάγων καὶ λέγει ‘οὐκ ἔστιν ἴσον, ἐὰν σὺ προκαλῇς ἐμὲ εἰς ὅρκον καὶ ἐὰν ἐγὼ σέ· σὺ μὲν γὰρ ἔοικας ἰσχυρῷ παγκρατιαστῇ εἰς τὸ ὀμνύειν πολλάκις καὶ πολλάκις καὶ μυριάκις ὀμόσας, ἐγὼ δὲ ἔοικα ἀμαθεῖ καὶ δειλῷ καὶ ἄρτι τὴν κονίστραν εἰσιόντι· διὸ καὶ δέδοικα.’ [1377 a 20] Ἀλλ’ ὁμοία. μὴ οὕτως ἀνάγνωθι “ὅτι οὐκ ἴση ἡ πρόκλησις αὕτη εὐσεβεῖ πρὸς ἀσεβῆ, ἀλλ’ ὁμοία”, μὴ οὖν ὧδε στίξῃς· ἀδιανόητος γάρ σοι ὁ λόγος ἀποβήσεται· ἀλλ’ οὕτως εἰπὲ “ἀλλ’ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο”.2 οὐκ ἔστι, φησίν, ἴση κατὰ πάντα ἡ τοῦ ἀσεβοῦς πρὸς εὐσεβῆ καὶ ἡ τοῦ εὐσεβοῦς πρὸς ἀσεβῆ πρόκλησις, ἀλλ’ ὁμοία, εἰ καὶ ἰσχυρὸς ἀθλητὴς προκαλεῖται εἰς μονομάχιον τὸν ἀσθενῆ, ὥστε ἢ πατάξαι ἢ παταχθῆναι ἢ πλῆξαι ἢ πληγῆναι· προκαλούμενος γὰρ οὕτω λέγει ‘ἐλθὲ μονομαχήσων με, καὶ ἢ ἐγὼ σὲ πατάξω ἢ σὺ ἐμὲ πατάξεις’, τουτέστιν ‘ἢ ἐκδράσω ἢ πείσομαι’. διὸ τὸ μὲν πατάξω ἐπὶ τοῦ δρᾶσαι ἔθηκε, τὸ δὲ πληγῆναι ἐπὶ τοῦ παθεῖν. [1377 a 21] Εἰ δὲ λαμβάνει, ὅτι πιστεύει αὑτῷ. ὁ λαμβάνων τὸν ἀντεπακτὸν ἀπὸ τοῦ ἐναγομένου, μὴ διδοὺς δὲ ἐκείνῳ τὸν ἐπακτὸν ἐπιχειρήσει ὅτι ‘σὲ οἶδα ἐπίορκον καὶ οὐκ ἂν δῴην σοι ὅρκον· ἐγὼ δὲ ὀμόσω· θαρρῶ γὰρ ἑαυτῷ’. [1377 a 22] Καὶ ἐντεῦθεν μεταβλητέον τὸ τοῦ Ξενοφάνους καὶ ῥητέον, ὅτι ἴσον ἐστὶ καὶ προσφυὲς τὸ διδόναι μὲν τὸν ἀσεβῆ πρὸς τὸν εὐσεβῆ ὅρκον, ἐκεῖνον δὲ (τὸν εὐσεβῆ δηλαδὴ) λαμβάνειν. εἶπεν ἓν ἐπιχείρημα ὁ ἐνάγων τὸν ἀντεπακτὸν καταδεξάμενος τὸ ὅτι ‘σοί, ὦ ἐναγόμενε, οὐ πιστεύω τὸν ὅρκον, ἀλλ’ ὡς ἑαυτῷ’· τίθησι καὶ δεύτερον ἐπιχείρημα ὅτι ‘ὀμόσω καὶ καλῶς ποιήσω καὶ οὐκ ἀποφύγω τὸν ὅρκον ὡς κακόν τι· μάταιος γὰρ ἂν εἴην ἐγώ, εἰ τοὺς δικαστὰς ἀναγκάζω ὀμνύειν ἀπὸ τοῦ νόμου, ἵνα δίκαια κρίνωσιν, ἐγὼ δὲ τὸν ὅρκον παραιτοῦμαι’. οἱ γὰρ δικασταὶ ὤμνυον τὸ παλαιόν, καὶ οἱ παρ’ ἡμῖν κειμένων τῶν ἁγίων εὐαγγελίων ἐδίκαζον, ἀλλὰ καὶ οἱ συνήγοροι· ‘δεινὸν οὖν’, φησί, ‘τὸ μὴ θέλειν αὐτὸν τὸν ἐνάγοντα ὀμόσειν, ὑπὲρ ὧν τοὺς δικαστὰς καὶ τοὺς συνηγόρους ἀναγκάζει ὀμνύειν.’ [1377 a 25] Εἰ δὲ δίδωσιν, ὁ εὐσεβὴς ἐπιχειρεῖ λέγων ‘οὐ λαμβάνω τὸν ἀντεπακτόν, ὦ ἐναγόμενε, ἀλλὰ δικασάτωσαν οἱ θεοὶ καὶ ὄμοσον καὶ γίνωσκε ὅτι, εἰ ψεύσῃ, οἱ θεοὶ τιμωρήσουσί σε, ἐμὲ δὲ πλουτίσουσιν.’ [1377 a 27] Ἔνια οὖν τῶν ἀντιγράφων ἔχουσιν αὐτῷ γὰρ δίδωσι κρίνειν, ἄλλα δὲ ἔχουσιν αὐτοῖς γὰρ δίδωσι κρίνειν.

“并且因为,若他是个卑劣之人,他本会起誓到底。” 哲学家正在化解某项异议。因为既然被告向原告反向提起誓言,而原告因敬虔而不接受该誓言,被告或许便会怀疑原告并非因敬虔而戒惧誓言,而是作为邪恶与不义之人惧怕起誓,明知自己在反对我所言之事上是在撒谎。于是敬虔的原告回应此点并说道:“喂,你这个人,如果我是不义且邪恶的,我甚至本会起誓到底,也就是说,我不仅会为区区一百枚钱币起誓,甚至会为一百磅而起誓。因为正如你所说,如果我是不义的,且本来就要起誓,我也本会为了更多的数额起誓——这才是真正意义上的起誓到底。因为在更大且更多的事物上成为恶人与伪誓者,胜过于在细小之事上;因为我作伪誓本就会犯下不敬之罪。那么作为不敬的代偿,我本可拥有那笔通过起誓到底而将从你那里收回的巨额财富。因此,我选择不接受、即拒绝接受你向我反向提起的誓言,乃是更多地出于德性与敬虔。” “以及色诺芬尼的名言。” 这也化解了某项显现出来的异议。因为被告本可以说:“你敦促我起誓,我也敦促你起誓;你惧怕起誓;因此你的良心烙上了印记;可见你在控告我的事上撒了谎,为此你戒惧起誓。而我却要起誓;因此,从我不对誓言怀有惧怕这一点,便显出我是诚实的。”面对这一异议,原告提出了色诺芬尼的名言,说道:“你敦促我立誓与我敦促你立誓并不是对等的。因为在起誓一事上,你像一个强壮的拳击摔跤家,曾屡次三番乃至万次起誓;而我却像一个笨拙胆怯、刚刚踏入角力场的人;所以我才惧怕。” “但却是类似的。” 不要这样读:“这一敦促对于不敬者面前的敬虔者是不对等的,但却是类似的”,不要在此断句;因为这样文句对你而言将变得无法理解;而要这样说:“但与强健者敦促羸弱者击打或挨打是类似的。”他说,不敬者对敬虔者的敦促与敬虔者对不敬者的敦促在各方面并非对等,但却与一个强健的角力者敦促羸弱者进行单打独斗、以致要么击打要么挨打、要么击中要么被击中是类似的。因为敦促者如此说道:“来与我单挑,要么我击打你,要么你击打我”——也就是“要么我施加,要么我承受”。因此他把“击打”用于施加,把“挨打”用于承受。 “如果他接受,是因为他信任自己。” 从被告处接受反向提起的誓言、却不向对方给予提起的誓言之人将如此立论:“我知道你是个伪誓者,我不会给你誓言;但我会起誓;因为我信任自己。” “并且自此当转变色诺芬尼的名言而说:” 不敬者向敬虔者给予誓言,而那个人(显然即敬虔者)接受该誓言,乃是对等且适宜的。采纳了反向提起之誓言的原告陈述了一个论据,即:“被告啊,我并不把誓言托付给你,而是可以说〔托付〕给自己。”他也提出了第二个论据,即:“我将起誓并且将行得正当,不会把誓言当作某种恶事而予以回避;因为如果我依法律强令裁判官们起誓以使他们公正裁决,而我自己却推辞誓言,那我便是个荒谬之人了。”因为古时裁判官们会起誓,而我们时代的裁判官们也是在陈设神圣福音书的情况下审理判决,辩护人亦是如此。 “因此”,他说,“原告自己在强令裁判官与辩护人起誓的事项上,自己却不愿起誓,乃是怪异的。” “如果他给予,”敬虔者立论说道:“被告啊,我不接受反向提起的誓言,相反,让诸神来裁决吧,你来起誓;并且要知道,如果你说谎,诸神必惩罚你,却使我致富。” 因此,一些抄本写作“因为他把裁决交给他”,另一些抄本写作“因为他把裁决交给他们”。

语法注3 条
  1. 1.15κἂν οὖν εἶχον ἀντὶ τῆς ἀσεβείας τὸν πολὺν πλοῦτον

    κἂν 为 καὶ ἄν 之合音,与未完成过去时直陈式 εἶχον 连用,承接前句的条件从句(εἰ ἤμην... καὶ ἔμελλον ὀμόσαι),构成反事实条件句的主句(结论分句),意为“那么我本就会拥有巨额财富”。

  2. 1.15μὴ οὕτως ἀνάγνωθι... ἀλλ’ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο

    关于亚里士多德原文断句与句法归属的释义指导。注解者反对在 ἀλλ’ ὁμοία 之后断句使其成为独立小句,而是指出应将 ἀλλ’ ὁμοία 与 καὶ εἰ... 连读,理解为“但与强健者敦促羸弱者……是类似的”。

  3. 1.15δεινὸν οὖν... τὸ μὴ θέλειν αὐτὸν τὸν ἐνάγοντα ὀμόσειν, ὑπὲρ ὧν τοὺς δικαστὰς καὶ τοὺς συνηγόρους ἀναγκάζει ὀμνύειν

    带冠词不定式短语 τὸ μὴ θέλειν... ὀμόσειν 作谓语形容词 δεινόν(省略 ἐστί)的主语。关系从句 ὑπὲρ ὧν... 内含先行词,修饰不定式 ὀμόσειν,意为“就其强令裁判官等人起誓的那些事项起誓”。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:292.4-293.24