- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:290.12-292.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡努斯完成了关于誓言四分法中的第四种情形(给予而不接受的虔诚之人),解释了涉及过往伪誓的论点(1377a10),并分析了从不给予或不接受誓言等单纯项中引申出的个别修辞论据(1377a11)。
ἢ δίδωσι μέν, οὐ λαμβάνει δέ, ὁ εὐσεβὴς δηλονότι καὶ δεισιδαίμων καὶ μὴ τοὺς ὅρκους ἐσθίων ὡς λάγανα, μᾶλλον αἱρετισάμενος ἀπολέσαι τὰ πράγματα αὐτοῦ ἀπὸ τῆς ἐπιορκίας τοῦ ἀντιδίκου ἢ αὐτὸς ὀμόσαι ἀπηγορευμένου ὄντος τοῦ ὅλως ὀμνύειν παρὰ τοῖς σπουδαίοις·1 οὗτος ὁ εὐσεβὴς τοιγαροῦν ἐνάγων ἔχει τὸν ὅρκον τοῦ ἀντιδίκου αὐτοῦ2 (τοῦ ἐναγομένου δηλαδὴ) καὶ τὸ γενέσθαι τὸ θεῖον τιμωρὸν τοῦ ἀντιδίκου αὐτοῦ ἀντὶ τῶν χρημάτων αὐτοῦ. τετραχῶς οὖν περὶ τοὺς ὅρκους ἡ διαίρεσις ἐγένετο· ἢ δίδωσι καὶ λαμβάνει, ἢ οὔτε δίδωσιν οὔτε λαμβάνει, ἢ λαμβάνει μέν, οὐ δίδωσι δέ, ἢ δίδωσι μέν, οὐ λαμβάνει δέ. καὶ ἐσαφηνίσαμεν ταῦτα, ὡς δύναμις, παραλελοιπότες παντάπασι τὰς ἐνταῦθα τοῦ χωρίου τούτου παρὰ τῶν πρὸ ἡμῶν φιλοσόφων ἐκδεδομένας ἐξηγήσεις. [1377 a 10] Ἔτι καὶ ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται. τὰ ἐπιχειρήματα, δι’ ὧν δείξει τις, † ὅταν λάβω ὅρκον,3 ὅτι οὐ λάβω ὅρκον, ἢ ὅτι δώσω ὅρκον ἢ οὐ δώσω ὅρκον, καὶ δι’ ὧν κατασκευάσει τὸ αὐτὸ καὶ ἓν καὶ αὖθις ἀνασκευάσει, εἴπῃ μὲν ὅσον οὐδέπω καὶ ὁ φιλόσοφος, ἀλλ’ οὖν καὶ ἐγὼ προέφθασα ταῦτα ἐκφῆναι ἐν τῇ τετραχῇ γεγονυίᾳ περὶ τῶν ὅρκων διαιρέσει· νῦν δὲ ὃ λέγει ἄλλο τί ἐστι περὶ ὅρκους σκέμμα. ὁ δὲ ἔστιν, ἄκουε. σήμερον ὁ Πέτρος καὶ ὁ Παῦλος, ἐνάγων καὶ ἐναχθείς, λαβεῖν ἢ δοῦναι ὅρκον διισχυρίζοντο, εἶτα ἀλλήλους διαβάλλουσιν ὡς ποτὲ ψευδορκήσαντας ἐπὶ ἄλλαις καὶ ἄλλαις ὑποθέσεσιν· εἰ γὰρ ποτὲ ὑπ’ αὐτοῦ ἢ ὑφ’ αὑτοῦ (τοῦ ἐνάγοντος δηλαδή) ὠμόθη ὅρκος (ὁ συκοφαντικὸς δηλαδὴ ἢ μᾶλλον εἰπεῖν ὁ ἀντεπακτός, ὃς καὶ κυρίως ὅρκος ἐστί) καὶ ἀπηνέχθη ψευδὴς ἐκεῖνος ὁ ὅρκος τότε καὶ ἐπιορκήσας ἐφωράθη ὁ Πέτρος, σήμερον, εἰ ζητεῖ λαβεῖν τὸν ἀντεπακτόν, οὐκ ἐπιτεύξεται τούτου· ἀκούσει γὰρ τοῦ Παύλου λέγοντος ‘οὐ δώσω σοί ποτε τὸν ἀντεπακτόν, διότι ἐπίορκος εἶ καὶ ψευδῶς καὶ πάλιν ὀμόσεις καὶ ἀπολέσω τά, ἃ μέλλω καταβαλεῖν σοί’. ἢ εἰ ἐφωράθη ποτὲ ψευδορκήσας ὁ ἐναγόμενος ἐπὶ τῷ ἐπακτῷ ὅρκῳ, σήμερον δὲ ζητεῖ λαβεῖν τὸν ἐπακτόν, οὐ δώσει αὐτῷ τοῦτον ὡς ἐπιόρκῳ ἀποδειχθέντι. εἶπον ἂν ἐγὼ ἐνταῦθα καὶ τὰ ἐπιχειρήματα καὶ τὰς δικαιολογίας, δι’ ὧν ὁ καθ’ ἕνα τούτων ἐπὶ τῷ φανέντι ἐκείνῳ ψευδεῖ ὅρκῳ ὑπεραπελογήσαντο ἑαυτῶν· ἀλλ’ ἐπεὶ καὶ αὐτὸς ὁ φιλόσοφος μέλλει παρὰ πόδας ἐρεῖν τὰ τοιαῦτα, ἐκεῖ καὶ αὐτὸς αὐτοῖς ἐκθήσομαι τὴν σαφήνειαν. [1377 a 11] Οὐ δίδωσι μὲν οὖν, ὅτι ῥᾳδίως ἐπιορκοῦσι καὶ τὰ ἑξῆς. συνδυάσας ἄνω τὰ κατὰ τὴν λῆψιν ἢ τὴν δόσιν τοῦ ὅρκου ὡς ἐν προθεωρίᾳ συνόλως καὶ παχυλῶς νῦν ἄρχεται τῆς τῶν ἐπιχειρημάτων δείξεως· καὶ ἐπεὶ τοῦ συνδυασμοῦ καὶ τῆς συζεύξεως καὶ συνθέσεως προήγηται τὸ ἁπλοῦν, ἐπὶ τῶν ἁπλῶν τὴν διδασκαλίαν τῶν ἐπιχειρημάτων ἐκτίθεται· οὐδὲ γὰρ λέγει, πῶς ἐπιχειρήσει ὑπὲρ ἑαυτοῦ ὁ οὐ διδοὺς μὲν τῷ ἀντιδίκῳ ὅρκον, λαμβάνειν δὲ ἀξιῶν, ἀλλὰ ὅθεν κἀκ τίνων ἐπιχειρήσει ὁ οὐ διδοὺς ὅρκον τῷ ἐναντίῳ, εἶτα ἀπ’ ἄλλης αὖθις ἀρχῆς, ὅθεν κἀκ τίνων ἐπιχειρήσει ὁ οὐ λαμβάνων ὅρκον, εἶτα αὖθις, ὅθεν ἐπιχειρήσει ἰδίᾳ μὲν ὁ λαμβάνων, ἰδίᾳ δὲ ὁ διδούς· τέσσαρα γὰρ ταῦτα λαμβάνει· οὐ δίδωσιν ὅρκον, οὐ λαμβάνει ὅρκον, λαμβάνει ὅρκον, δίδωσιν ὅρκον. ὅταν δὲ συνδυασθῶσι, γίνονται συζυγίαι ἕξ, ὧν αἱ μὲν τέσσαρες συνίστανται, αἱ δὲ δύο ἀσύστατοι,4 ἥ τε λέγουσα ‘δίδωσιν ὅρκον, οὐ δίδωσιν ὅρκον’ καὶ ‘λαμβάνει ὅρκον, οὐ λαμβάνει ὅρκον’. [1377 a 11] 〈Οὐ〉 δίδωσι μὲν οὖν. οὕτως ἐπιχειρήσει ὁ μὴ ἐπάγων ὅρκον τῷ ἐναγομένῳ ‘οὐκ ἐπάξω σοι ὅρκον κακῷ ὑπειλημμένῳ παρὰ πάντων· ἐπιορκήσεις γὰρ ῥᾳδίως καὶ ἀπολέσω τὰ πράγματά μου· ὁ γὰρ ὀμνύων οὐκ ἀποδίδωσι μετὰ ταῦτα. † ἐπεὶ δὲ μὴ ὀμόσαντας ἐλπίζω καταδικάσαι ἀπὸ δικαστηρίου ἢ ἐλπίζω μετ’ αὐτῶν ἐμβιβασθῆναι· καὶ ὅτι κρεῖττον ἡγοῦμαι καταδικασθέντα με παρὰ τῶν δικαστῶν ἀπολέσαι τὰ χρήματά μου, ἅ σοι δεδάνεικα, ἢ οὕτω γελασθῆναί με παρὰ σοῦ ψευδορκήσαντος’. οὕτω μὲν οὖν καὶ τοσαῦτα τὰ ἐπιχειρήματα ἀπὸ μόνου τοῦ ‘οὐ δίδωσιν’ εὕρηται. ἴδε, πῶς ἐπιχειρήσει αὖθις καὶ ὁ οὐ λαμβάνων ὅρκον ἤγουν τὸν ἀντεπακτόν, ὁ εὐσεβὴς δηλαδὴ ἄνθρωπος· ‘οὐκ ὀμόσω ποτέ, ὃν ἀντεπάγεις μοι ὅρκον, ἀλλὰ σὺ ὄμοσον· κρεῖττον γὰρ ἔχω ἀπολέσαι με τὰ πράγματά μου μὴ ὀμόσαντα καὶ τὸ σοὶ εἶναι τὸ θεῖον ἐχθρόν τε καὶ τιμωρόν. ἐγὼ οὖν τὸν ὅρκον σου ἀντὶ τῶν χρημάτων μου’.
或者他给予[誓言],却不接受;这显然是指虔诚敬畏神明之人,他并不把誓言当成薄饼来吞食,宁愿因对方的伪誓而丧失自己的财产,也不愿自己起誓,因为在严谨之士中根本起誓本就是被禁止的。因此,这位虔诚的原告拥有其对方(显然即被告)的誓言,并拥有神明取代其钱财成为其对方的惩治者这一结果。因此,关于誓言的划分便作了四种:要么给予且接受,要么既不给予亦不接受,要么接受而不给予,要么给予而不接受。我们已尽可能讲明了这些,完全省去了我们之前的哲学家们就此处所发表的注解。 “此外,除这些之外还有别的情形,即如果已经起过誓。” 人们凭以证明在接受誓言时不应接受誓言、或者将给予誓言或不给予誓言的论据,以及凭以确立同一件单一之事又予以驳斥的论据,哲学家稍后即会陈述,但我自己也已在关于誓言所作的四分法中预先揭示了这些;然而他如今所言,则是关于誓言的另一项考察。其内容为何,且听分晓。如今原告与被告彼得和保罗坚决主张接受或给予誓言,随后他们彼此攻讦,指斥对方曾在各别案件中作过伪誓。因为若是他或他自己(显然即原告)曾经立过誓(显然即防止诬告之誓,或者更确切地说是反向提供的誓言,此誓方是严格意义上的誓言),而当年那一誓言被揭露为虚假,彼得被发现作了伪誓,那么如今他若寻求接受反向提供的誓言,将无法如愿;因为他会听到保罗说:“我决不会给你反向提供的誓言,因为你是伪誓者,你定会再次作假誓,而我将丧失我将要交付给你的财物。”或者,如果被告曾在提供的誓言上被发现作过伪誓,如今却寻求接受提供的誓言,[原告]便不会将此誓给予他,因他已被证明为伪誓者。我本也可以在此陈述他们每一个人针对当年所暴露的假誓为自己辩解的论据与辩词;但既然哲学家本人紧接着就要陈述此类事项,届时我亦将亲自对其陈明清晰意旨。 “因此他不给予,是因为他们容易作伪誓,等等。” 他在上文中如同导论一般,总括且粗略地结合了关于誓言之接受或给予的情形后,如今开始论据的论证;而既然单一者居于结合、成对与复合之先,他便基于单一项来阐发论据的教授。因为他并未陈述,那不给对方誓言却要求接受誓言之人将如何为自己立论,而是陈述不给对方誓言之人将从何处且根据哪些论点立论,随后又从另一始端陈述,那不接受誓言之人将从何处且根据哪些论点立论,随后再次分别陈述接受之人与给予之人将从何处立论;因为他采纳了这四项:不给予誓言、不接受誓言、接受誓言、给予誓言。当它们结合起来时,便产生六种对偶,其中四种可以成立,两种则不能成立,即断言“给予誓言,不给予誓言”与“接受誓言,不接受誓言”这两对。 “因此他〈不〉给予。” 不向被告提起誓言之人将如此立论:“我不会向被所有人视为恶人的你提起誓言;因为你会轻易作伪誓,而我将丧失我的财产;因为起誓者在此之后并不偿还;并且因为我期望法院判定未曾起誓之人有罪,或者我期望与他们一同被带入法庭;而且因为我认为,自己被裁判官们定罪而丧失我借给你的钱财,胜过被作了假誓的你如此戏弄。”因此,仅从“不给予”中便发现如此之多且这般的论据。看哪,那不接受誓言即不接受反向提供的誓言之人、即虔诚之人,随后又将如何立论:“我决不起你向我反向提起的誓言,相反,你来起誓;因为对于我而言,不起誓而丧失我的财产、并让神明成为你的仇敌与惩罚者,乃是更好的事。因此,我握有你的誓言以替代我的钱财。”
- 1.15ἀπηγορευμένου ὄντος τοῦ ὅλως ὀμνύειν παρὰ τοῖς σπουδαίοις
属格独立结构。带中性冠词的不定式 τοῦ ὅλως ὀμνύειν(根本起誓)作主语,完成时被动分词 ἀπηγορευμένου ὄντος 作谓语,表达原因:“既然在严谨之士中根本起誓本就是被禁止的”。
- 1.15οὗτος ὁ εὐσεβὴς τοιγαροῦν ἐνάγων ἔχει τὸν ὅρκον τοῦ ἀντιδίκου αὐτοῦ (τοῦ ἐναγομένου δηλαδὴ) καὶ τὸ γενέσθαι τὸ θεῖον τιμωρὸν τοῦ ἀντιδίκου αὐτοῦ ἀντὶ τῶν χρημάτων αὐτοῦ.
动词 ἔχει 的宾语由名词短语 τὸν ὅρκον 与带冠词的不定式短语 τὸ γενέσθαι τὸ θεῖον τιμωρὸν... 通过 καί 并列构成。这表明虔诚的原告拒绝自己起誓,从而换取了对方的誓言以及神明惩治对方的结果,以此代替金钱。
- 1.15ὅταν λάβω ὅρκον, ὅτι οὐ λάβω ὅρκον, ἢ ὅτι δώσω ὅρκον ἢ οὐ δώσω ὅρκον
底本中带剑号(†)的难读之处。此处以第一人称(λάβω, δώσω)转换视角引入诉讼当事人的陈述,在句法上充当 δείξει τις 的宾语从句(或间接引语),列举了当事人证明自己不接受誓言、或给予与不给予誓言的诸种情形。
- 1.15ὅταν δὲ συνδυασθῶσι, γίνονται συζυγίαι ἕξ, ὧν αἱ μὲν τέσσαρες συνίστανται, αἱ δὲ δύο ἀσύστατοι
关系代词 ὧν 指代先行词 συζυγίαι ἕξ,作部分属格。从四个单纯项(给予、不给予、接受、不接受)中两两组合产生6种对偶(4C2 = 6),其中形成自相矛盾的2种(如既给予又不给予)被判定为 ἀσύστατοι(不可成立),其余4种则 συνίστανται(逻辑上成立)。
