← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§288.27-290.12

服从制定法与誓言的种类及法理

斯捷潘诺斯以顺从医嘱为类比论证服从既定法律的必要性,随后简要评注了缺乏证据时依凭合情理之事及对待契约的方法,并在亚里士多德论誓言分类(1377a7)之前,借助彼得与保罗的具体案例阐释了提起誓言、反向提起誓言及防止诬告之誓的法理逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

καὶ πάλιν κακῶς λέγεις σοφιστικῶς ἀναιρῶν τὸν κείμενον νόμον· τὸ δὲ σοφίζεσθαι ἐπὶ τοῖς ἀναγκαίοις κακόν· ὥσπερ γὰρ εἰ ἄρρωστος ὢν καὶ παρά τινος ἰατροῦ θεραπευόμενος προσετάττου ὑπ’ ἐκείνου μὴ φαγεῖν ὑείων κρεῶν, σὺ δὲ κατήσθιες ἐκείνων, εἶτα ἐψεύδου καὶ παρελογίζου καὶ παρεσοφίζου τὸν ἰατρόν, μᾶλλον ἑαυτὸν ἔβλαπτες, οὕτω καὶ σήμερον διὰ σοφιστικῶν ἐπιχειρημάτων τὸν κείμενον νόμον παρασοφιζόμενος καὶ παραλογιζόμενος μᾶλλον ἑαυτὸν βλάπτεις, παρ’ ὃ ἐὰν ἠρρώστεις τὸ σῶμα,1 ποιῶν ἑαυτὸν ἀπειθῆ τῷ ἄρχοντι ἤτοι τῷ νόμῳ· [1375 b 22] οὐ γὰρ τοσοῦτον βλάπτει ἡ ἁμαρτία τοῦ ἰατροῦ2 ἤτοι ἡ εἰς τὸν ἰατρόν σου ἀνηκοΐα σου καὶ ἁμαρτία σου καὶ ἀπείθειά σου καὶ ἀπροσεξία σου, ὅσον τὸ τὴν ψυχήν σου κινδυνεῦσαι εἰς τὴν τῶν νόμων ἀπείθειαν. μὴ ζήτει οὖν εἶναι τοῦ νόμου σοφώτερος ἢ τοῦ κανόνος ὀρθότερος καὶ εὐθύτερος.’ [1376 a 18] ‘Ἐκ τῶν εἰκότων δεῖ κρίνειν’ εἰπέ, εἰ ἀπορεῖς μαρτύρων. οὕτω καὶ Αἰσχίνης εἶπεν ἐν τῷ κατὰ Τιμάρχου ὅτι ‘καὶ τοὺς ξένους οὐκ ἀπὸ τῶν μαρτύρων ἐν τοῖς δήμοις, ἀλλ’ ἀπὸ τῆς ἀληθείας εὑρίσκετε.’ [1376 b 20] Οὔκουν τοῦτο σκεπτέον, ἤγουν μὴ τὰς συνθήκας δέχου, ἀλλ’ ὡς ἔνι τὸ δικαιότερον ποίει, ἤγουν ὡς ὁ δικαστὴς ὀρθῶς δικάσει. [1377 a 7] Περὶ δὲ ὅρκων τετραχῶς ἔστι διελεῖν. ἄξιόν ἐστι πρὸ τοῦ ἐπεξιέναι τοῖς τοῦ Ἀριστοτέλους ῥητοῖς περὶ τῶν ἐνταῦθα χρησιμευόντων ὅρκων τεχνολογίαν διαλαβεῖν ἤγουν τοῦ ἐπακτοῦ καὶ τοῦ ἀντεπακτοῦ καὶ τοῦ συκοφαντικοῦ νομιζομένου καὶ λεγομένου καὶ αὐτοῦ ὅρκου. ἐνήγαγεν ὁ Πέτρος κατὰ τοῦ Παύλου διὰ χρέος ἑκατὸν νομισμάτων, ἠρνεῖτο ὁ Παῦλος, ἀπελύετο ὁ Πέτρος εἰς ἀποδείξεις (ὁ λέγων γάρ, οὐ μὴν ὁ ἀρνούμενος ἀποδείκνυσιν), ἠτόνησε περὶ τὰς ἀποδείξεις. ὁ ἐνάγων τότε λέγει πρὸς τὸν ἐναγόμενον ‘ἐπάγω σοι ὅρκον τὸν νεκεσσάριον παρὰ Ῥωμαίοις λεγόμενον ἤγουν τὸν τέλειον ὡς πληροφορητικὸν καὶ τμητικόν, ἐπεὶ ἀτονῶ περὶ τὰς ἀποδείξεις, καὶ ὄμοσόν μοι ὅτι ‘μὰ τοὺς θεοὺς οὐ χρεωστῶ τὰ ἑκατὸν νομίσματα τῷ Πέτρῳ’ καὶ ἐγώ σοι, εἰ βούλει, ὀμόσω πρώτως τὸν συκοφαντικὸν (οὗτος δὲ οὐ κυρίως ὅρκος, ἀλλὰ περιεκτικὸς μόνον τῆς ὑπολήψεως τοῦ ἐνάγοντος, οὐ μὴν τελειοῖ ὑπόθεσιν· οὐ γὰρ τῆς ὑποθέσεώς ἐστιν ὁ ὅρκος, ἀλλὰ τοῦ προσώπου) καὶ εἴπω ‘μὰ τὴν θείαν χάριν ταύτην οὐ συκοφαντικῇ γνώμῃ ἐνάγω σοι τὸν ὅρκον”. ἰδοὺ ἔμαθες περὶ τοῦ ἐπακτοῦ καὶ περὶ τοῦ συκοφαντικοῦ· ὁ γὰρ ἐνάγων ἐνάγει τῷ ἐναγομένῳ τὸν ὅρκον, ὁ δὲ ἐναγόμενος ἀπαιτεῖ τὸν συκοφαντικὸν ἀπὸ τοῦ ἐνάγοντος. εἶτα τῶν τοιούτων λόγων κροτηθέντων πολλάκις, εἰ βούλεται ὁ ἐναγόμενος, στρέφεται πρὸς τὸν ἐνάγοντα καὶ λέγει ‘οὔτε ἐγὼ ὀμόσω τὸν παρὰ σοῦ μοι ἐπαγόμενον τέλειον οὔτε σὲ ἀπαιτῶ τὸν συκοφαντικόν, ἀλλ’ ἀντεπάγω σοι ὅρκον τὸν καὶ ἀντεπακτὸν λεγόμενον, ἐπεὶ τὸ τὸν συκοφαντικὸν ᾑρετίσω ὀμόσαι, ὁμοῦ δὲ μέλλεις οὕτως εἰπεῖν ‘μὰ τὴν θείαν χάριν, οὐ συκοφαντικῇ σοι γνώμῃ ἐπάγω τὸν ὅρκον’· πεπληροφόρησαι πάντως ἐν τῇ ψυχῇ σου, ὅτι ἀληθῶς ἐδάνεισάς μοι τὰ ἑκατὸν νομίσματα; καὶ λοιπὸν μὴ τὸν συκοφαντικόν, ἀλλὰ τὸν ἀντεπακτὸν ὄμοσον, ὃς καὶ αὐτὸς νεκεσσάριος ἤτοι τμητικὸς τῆς ὑποθέσεως ὅρκος ἐστί, καὶ εἰπὲ ‘ὦ Πέτρε, μὰ τὴν θείαν χάριν ταύτην, ἐδάνεισα σοὶ τῷ Παύλῳ, ἃ λέγω, ἑκατὸν νομίσματα’ καὶ τότε ἀποδώσω σοι ταῦτα.’ ἐὰν μὲν οὖν ὁ ἀντεπακτὸς γένηται, οὔτε συκοφαντικὸς οὔτε ἐπακτὸς γίνεται· εἰ δὲ ἐπακτὸς γένηται, προήγηται ὁ συκοφαντικός. διὰ τοῦτο γράφεται ἐν τῷ παρεκβολαίῳ παρὰ τοῦ δικαστοῦ τὸ ‘χώραν ἔχοντος καὶ τοῦ ἀντεπακτοῦ’. ἴδε οὖν μετὰ ταῦτα τὸν Ἀριστοτέλη· φησὶ γὰρ ὡς συλλήβδην ἐρεῖν τὴν ἅπασαν τοῦ φιλοσόφου διάνοιαν· ἢ γὰρ δίδωσιν ὁ ἐνάγων τὸν ἐπακτὸν τῷ ἐναγομένῳ καὶ λαμβάνει καὶ οὗτος ὁ ἐνάγων ἢ τὸν συκοφαντικόν, ὡς εἴπομεν, ἢ τὸν ἀντεπακτόν, ἢ οὔτε δίδωσιν οὔτε λαμβάνει, ἀλλ’ ἢ ἄμφω συμβιβάζονται ἢ στέργουσιν ἄμφω τὸ δόξαν τοῖς δικασταῖς, ἢ οὐ δίδωσι μέν, λαμβάνει δὲ φοβούμενος ὅτι, ἐὰν ἐπαγάγῃ, ἴσως ὀμόσει ὁ ἀντίδικος αὐτοῦ ψευδῶς (ὁ ἐναγόμενος δηλαδὴ) καὶ ἀπολέσει ἐντεῦθεν τὰ πράγματα αὐτοῦ· διὰ τοῦτον τὸν φόβον μᾶλλον αὐτὸς αἱρεῖται ὀμόσαι τὸν ἀντεπακτὸν παρ’ ὃ δοῦναι τὸν ἐπακτὸν τῷ ἐναγομένῳ.3

“而且,你用诡辩推翻既定法律,这又是大谬之言;而在必要之事上玩弄诡辩乃是一件恶事。因为正如你若身患疾病并接受某位医师的治疗,被该医师吩咐不得食用猪肉,你却将其吞食,随后欺骗、蒙蔽并用诡计戏弄医师,你便会更多地伤害自己;同样,如今你通过诡辩论据对既定法律施加诡计与蒙蔽,相比于身体染病的情况,因使自己不顺从于统治者即法律,你会更加伤害自己。 因为触犯医师之过,即你对医师的忤逆、过犯、不顺从与疏忽,其危害远不及你的灵魂陷入对法律不服从之险境。因此,切勿企图比法律更聪明,或比准则更正直端正。” 若缺乏证人,你便当说:“‘必须依凭合情理之事作出裁决’”。正如埃斯基涅斯在《反提马尔科斯》中所言:“你们在自治区里发现异邦人,亦不是凭证人,而是凭真实情况。” “因此不可考虑此事,”即不可采纳契约,而当尽可能行更公正之事,即让裁判官公正地判决。 “关于誓言,可作四种区分。”在研读亚里士多德的原文字句之前,有必要先对在此适用的诸种誓言进行一番法理辨析,即提供的誓言、反向提供的誓言,以及其本身亦被视作并称为誓言的防止诬告之誓。彼得因一百枚钱币的债务起诉保罗,保罗予以否认,彼得被交付举证(因为断言者须举证,否认者则无须举证),他在证据上陷入困境。此时原告向被告说道:“因我在证据上陷入困境,我向你提供在罗马人中被称为必要誓言、即作为确证且终结诉讼的完全誓言;请向我起誓:‘指诸神起誓,我未曾欠彼得一百枚钱币’;而你若愿意,我先向你起誓发防止诬告之誓(此誓并非严格意义上的誓言,而仅涵盖原告的主观见解,绝非使诉求终结;因为该誓言并非针对诉由,而是针对当事人),并说:‘指此神圣恩典起誓,我绝非出于诬告之意向你提起誓言’。”看哪,你已知悉了关于提供的誓言与防止诬告之誓;因为原告向被告提起誓言,而被告向原告要求防止诬告之誓。随后,在常常进行了此类陈辞之后,被告若愿意,便转而对原告说:“我既不发你向我提起的那完全的誓言,亦不要求你发防止诬告之誓,而是向你反向提供被称为反向提供的誓言;既然你已选择发防止诬告之誓,同时你将如此说道:‘指神圣恩典起誓,我绝非出于诬告之意向你提起誓言’;你在心灵中是否全然确信你确实借给我了一百枚钱币?既然如此,就请勿发防止诬告之誓,而发反向提供的誓言,此誓本身亦是必要誓言,即终结诉讼之誓,你说:‘彼得啊,指此神圣恩典起誓,我借给了你保罗我所说的一百枚钱币’;随后我便将这些如数奉还给你。”因此,若实行反向提供的誓言,则防止诬告之誓与提供的誓言均不产生;若实行提供的誓言,则防止诬告之誓居先。为此,裁判官在裁判笔录中写道:“反向提供的誓言亦有一席之地”。因此在这之后请看亚里士多德;因为若要概括哲学家全部的思想,他实则是说:原告要么向被告提供誓言,并且该原告亦如我们所言,要么接受防止诬告之誓,要么接受反向提供的誓言;要么既不提供亦不接受,而是双方达成和解,或者双方均顺从裁判官的裁定;要么他不提供誓言,却接受反向誓言,这是因为他害怕一旦提供誓言,其对方(显然即被告)或许会作假誓,从而使自己丧失其财产;出于此种恐惧,他宁愿自己发反向提供的誓言,而不愿向被告提供誓言。

语法注3 条
  1. 1.15παρ’ ὃ ἐὰν ἠρρώστεις τὸ σῶμα

    由介词 παρά 与中性单数宾格关系代词 ὅ 结合,引导条件从句 ἐὰν ἠρρώστεις 的比较结构,用以承接前面的 μᾶλλον ἑαυτὸν βλάπτεις 作为比较基准,意为“相比于身体染病的情况[更加伤害自己]”。

  2. 1.15ἡ ἁμαρτία τοῦ ἰατροῦ

    此处承袭亚里士多德原文(1375b22)的用语,但正如随后的同位阐释(ἡ εἰς τὸν ἰατρόν σου ἀνηκοΐα σου...)所示,斯捷潘诺斯并未将属格 τοῦ ἰατροῦ 理解为主格性属格(医师犯下的错误),而是理解为客体属格或关系属格,即病患“对医师所犯的违逆”。

  3. 1.15παρ’ ὃ δοῦναι τὸν ἐπακτὸν τῷ ἐναγομένῳ

    介词 παρά 支配中性关系代词 ὅ 与不定式短语(δοῦναι...)构成的比较句式,与前面的 μᾶλλον ... αἱρεῖται 相呼应,表示比较基准,意为“相比于将提供的誓言赋予被告 / 而非将提供的誓言赋予被告”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:288.27-290.12