- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:287.7-288.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯忒法诺阐述了当成文法不利于己方时,如何诉诸自然法及裁判官良识原则以推翻该法,分析了含义双关之法的处理,并反过来论证了当成文法利于己方时,应如何正当诠释裁判官良识之规定以维护制定法的权威。
15. [1375 a 27] Ἐὰν μὲν ἐναντίος ᾖ τῷ πράγματι ἤγουν τῇ ὑποθέσει σου ὁ γεγραμμένος νόμος, ὃν ὁ ἀντίδικος προβάλλεται κατὰ σοῦ, κάκιζε καὶ ἀναίρει αὐτὸν ἐπιχειρῶν ὅτι ‘ὁ φυσικὸς νόμος κρείττων ἐστὶ καὶ διὰ τοῦ φυσικοῦ νόμου θέλω δικασθῆναι’· οἷον ἐδάνεισάς τινι ἑκατὸν νομίσματα, διῆλθε τριακονταετία, ζητεῖς αὐτὸν τὰ νομίσματά σου, ὁ δὲ χρώμενος τῷ νόμῳ τῷ γεγραμμένῳ περὶ οὐσουκαπτίωνος παραγράφεται σε λέγων ‘διῆλθεν ἡ τριακονταετία· καὶ ἐὰν καὶ ἀληθῶς ἐχρεώστουν σοι, οὐ δώσω σοί τι’· εἰπὲ οὖν σὺ ‘ἀλλ’ ἀπὸ τοῦ φυσικοῦ νόμου ἔνοχος εἶ δοῦναί μοι τὸ χρέος· δι’ οὗ φυσικοῦ νόμου θέλω δικάζεσθαι’, καὶ πολλὰ ἂν εἴποις ἐπιχειρῶν πρὸς τὴν τοῦ γεγραμμένου νόμου ἀναίρεσιν πρῶτον μέν, ὅτι ὁ φυσικὸς νόμος κοινὸς Ἕλλησι καὶ βαρβάροις, δεύτερον, ὅτι, εἰ τοῖς ἐπιεικέσι πιστεύομεν, διαπίπτει ὁ γραπτὸς νόμος, τρίτον, ὅτι προτροπὴ κοινή ἐστιν, ὅτι δεῖ τὸν δικαστὴν γνώμῃ τῇ ἀρίστῃ χρώμενον δικάζειν· ἐπεὶ οὖν ὀφείλει ὁ δικάζων γνώμῃ τῇ ἀρίστῃ δικάζειν, λοιπὸν ὀφείλει, ὃ νοήσει δίκαιον, ἐκεῖνο προτιθέναι· ἀναιρήσει ἄρα οὗτος τὸν νόμον φορτικὸν ὄντα καὶ ἄδικον· εἰ γὰρ μὴ τοῦτ’ ἔμελλε ποιεῖν ὁ δικαστὴς ποτέ, οὕτως ἂν ἦν ἡ κοινὴ προτροπή, ὅτι δεῖ τὸν δικαστὴν κατὰ τοὺς κειμένους ἐγγράφους νόμους ἀεὶ δικάζειν καὶ μηδέποτε παραβαίνειν αὐτούς. διαπίπτει ἄρα καὶ οὕτως ὁ γραπτὸς νόμος καὶ ἐκ τῶν εἰκότων δικάσει ὁ δικαστὴς ποτὲ τὸν νόμον παρακρουσάμενος. [1375 b 11] Καὶ εἰ ἀμφίβολός ἐστι νόμος, ὥστε στρέφεσθαι εἰς τὸ νοεῖσθαι καὶ κατὰ τοῦ Ἀλκιβιάδου οὕτως καὶ ὑπὲρ τοῦ Ἀλκιβιάδου ἄλλως καὶ ὁρᾶν, εἰς ποίαν διαγωγὴν δικαιοτέρως νοεῖται ἢ συμφερόντως, εἶτα τούτῳ χρᾶσθαι καὶ τοῦτον προβάλλεσθαι. ῥιπτέσθω καὶ οὗτος ὁ νόμος διὰ τὸ ἀμφίβολον· βλάπτει γὰρ ἐνίους κακῶς ἐκλαμβανόμενος, οἷός ἐστιν οὗτος ὁ νόμος ἀμφίβολος ‘δεῖ τὸν ξένον εὖ ποιεῖν τὴν πόλιν’·1 διχῶς γὰρ νοεῖται καὶ χρήσαιο τούτῳ καὶ ὑπὲρ τοῦ ξένου καὶ κατὰ τοῦ ξένου. καὶ αὖθις καὶ οὗτος ὁ νόμος ‘ἑταίρα χρυσία εἰ φοροίη, δημόσια ἔστω’ ἢ ‘δημοσία ἔστω’. [1375 b 16] Ἐὰν δὲ ὁ γεγραμμένος. ἔμαθες ὅτι, ἐάν σε βλάπτῃ ὁ γεγραμμένος νόμος εἰς τὸ πρᾶγμά σου ἤτοι εἰς τὴν ὑπόθεσίν σου, σπεῦδε αὐτὸν ἀναιρεῖν, αἷς ἔγνως ἐπιχειρήσεσιν· ἐὰν δὲ τὸ ἀνάπαλιν ὠφελῇ σε μᾶλλον ὁ γεγραμμένος, βλάπτῃ δὲ τὸν ἀντίδικόν σου καὶ ὁρμᾷ ἐκεῖνος κατασεῖσαι τὸν νόμον, σὺ μᾶλλον ἐπιστήριζε τὸν νόμον δι’ ἐπιχειρήσεών τινων· καὶ ἐὰν προβάληται ὁ ἀντίδικός σου εἰς τὴν ἀναίρεσιν τοῦ νόμου τὴν κοινὴν προτροπήν, ἥτις ἐστίν, ὅτι δεῖ τὸν δικαστὴν γνώμῃ τῇ ἀρίστῃ χρώμενον δικανίζειν, ὥσπερ δὴ καὶ σὺ προεβάλου πρὸ μικροῦ εἰς τὴν τοῦ νόμου ἀναίρεσιν, ἀντίστηθι γενναίως εἰπὼν πρὸς τὸν ἀντίδικον ‘οὐ νοεῖς, ὡς ἔχει ἡ προτροπή, οὐδὲ συνίης, τί βούλεται τὸ γνώμῃ τῇ ἀρίστῃ· οὐδὲ γὰρ τοῦτο προτρέπεται ἡ προτροπή, ὅτι, ὦ δικαστά, ἐνίοτε καὶ παρὰ τὸν γεγραμμένον νόμον δίκαζε, ἀλλὰ τοῦτο δηλοῖ, ὅτι, ὦ δικαστά, πολλάκις ἀγνοεῖς τὸ τί λέγει ὁ νόμος περὶ ταύτης ἢ ταύτης τῆς ὑποθέσεως. μὴ οὖν ἀμαθῶς δίκαζε θαρρῶν εἰς τὸ ἀξίωμά σου καὶ αἴρων τὴν ὀφρῦν καὶ δικάζων, ὡς θέλεις· μὴ τοῦτο ποίει, ἀλλὰ γνώμῃ τῇ ὀρθῇ χρώμενος δίκαζε ἤγουν, ἐὰν ἀγνοῇς τὸν νόμον, ψηλάφα τὰς βίβλους τῶν νόμων, τὸν ἔγγραφον νόμον ἀνέλιττε καὶ τοῦτον εὑρὼν κατ’ ἐκεῖνον δίκαζε καὶ οὐκ ἂν ἐπιορκήσῃς, εἰ λέγεις, ὅτι μὰ τοὺς θεοὺς δίκαια ἐδίκασα ὑμῖν, ὦ οὗτοι. εἰ μὲν οὖν ἀναγνοὺς τὸν νόμον δικάσεις, οὐκ ἂν ἐπίορκος φανείης λέγων, ὅτι μὰ τοὺς θεοὺς ἀληθῶς μέλλω δικάσειν (ὅρκοι γὰρ τὸ παλαιὸν προέβαινον καὶ παρὰ τῶν δικαστῶν) ἢ ὅτι μὰ τοὺς θεοὺς ἀληθῶς ἐδίκασα. εἰ δὲ μὴ ἀναγνοὺς αὐτὸν δικάσεις, εἶ δὲ ἀμαθὴς τοῦ νόμου, οὔτε οὖν γνώμῃ ἀρίστῃ ἔκρινας, ἀλλὰ καὶ ἐπίορκος ὀπτάνῃ.’ [1375 b 20] Καὶ ὅτι οὐδὲν διαφέρει μή. ‘ἄνθρωπε σὺ ὁ ἀναιρῶν τὸν γεγραμμένον τοῦτον νόμον, κακῶς λέγεις, ἵνα μὴ χρώμεθα τῷ νόμῳ τούτῳ τῷ τεθέντι παρὰ τῶν ἀρχαίων καὶ σοφωτάτων νομοθετῶν. εἰ οὖν κεῖται, δεῖ αὐτῷ χρᾶσθαι ἡμᾶς· εἰ γὰρ οὐκ ἐμέλλομεν αὐτῷ χρᾶσθαι, οὐδ’ ἂν ἔκειτο. ἐὰν οὖν κεῖται μέν, ὡς καὶ κεῖται κεκυρωμένος τοῖς ἀρχαίοις, οὐ χρώμεθα δὲ αὐτῷ, ἔστι λοιπόν, ὡς οὐδὲ κεῖται· οὐδὲν γὰρ διαφέρει τοῦ μηδὲ ὅλως κεῖσθαι τὸ μὴ χρᾶσθαι ἡμᾶς.2
15. “若成文法与事由,”即与你的诉由相抵触,而诉讼对方针对你援引此法时,你当贬损并推翻它,立论道:“自然法更显优越,而我愿依照自然法接受裁判。”例如,你借给某人一百枚钱币,三十年过去了,你向他索要你的钱币,而他利用关于取得时效的成文法向你提出抗辩,说道:“三十年已过;即便我确曾欠你,我也不会付给你任何东西。”此时你当说:“然而依自然法,你负有偿还我债务之责;我愿依此自然法接受裁判。”而且在论证推翻成文法时,你可以提出诸多论据:其一,自然法为希腊人与异邦人所共有;其二,若我们信从公平的裁判,成文法则归于无效;其三,有此共同劝谕,即裁判官应当依凭最善之明见裁决案情。既然裁判者有义务凭最善之明见裁决,那么他就有义务将自己所认定的正义置于首位;因此他将废弃严苛且不公的法律。因为若裁判官绝无如此行为之意,则共同劝谕本会是:裁判官必须始终依照既定的成文法律裁决,绝不可逾越之。因此,依此方式成文法亦归于无效,裁判官有时亦会弃置法律而依凭合情理之事进行裁决。 “若法律具有双关含义,”以至于能被转而解释为对阿尔基比亚德不利,亦可换一种方式解释为对阿尔基比亚德有利,且察看在哪种生活方式下被理解得更为公正或有益,随后便应用此法并援引之。这一法律亦当因其双关性而被抛弃;因为若被错误理解,它会损害某些人,正如这条双关的法律:“异邦人当善待城邦[或城邦当善待异邦人]”;因为它有两种理解方式,人们既可用它来维护异邦人,亦可用它来反对异邦人。又如这条法律:“艺妓若佩戴金饰,当充公[或当充作公娼]”。 “若成文法[支持你]。”你已获知,若成文法在你的事由即诉由上有损于你,你当依你所知的论据力求推翻它;但若反过来,成文法更有益于你而有害于你的诉讼对方,且对方企图撼动该法,你则更当通过某些论据来支持该法。若你的诉讼对方为了推翻法律而援引那条共同劝谕——即裁判官当以最善之明见进行裁判(正如你不久前为了推翻法律所援引的那样)——你当有力地回击对方并说:“你并不懂得劝谕的本意,亦不明白‘凭最善之明见’意指为何;因为此劝谕所鼓励的并非是:‘裁判官啊,你有时亦当违背成文法而判决’,而是表明:‘裁判官啊,你往往不知晓法律对这一或那一案由作何规定。因此切莫倚仗自己的官阶、高扬眉毛随心所欲地判决,从而盲目无知地下判;不可如此行,而当以正确的明见判决’,即你若不通晓法律,就当查阅法律书卷,展开成文之法,并在找到它之后依法判决,这样若你说‘指诸神起誓,我公义地为你们作出了裁决,列位’,便不致发假誓。因此,你若读过法律后再行判决,说‘指诸神起誓,我必作真实裁决’(因为古时裁判官亦须宣誓)或‘指诸神起誓,我已作了真实裁决’,便不致显为背誓者;但你若未经研读便作裁决,对法律全然无知,则你既未凭最善之明见审断,亦必显为背誓之人。” “而且不[使用与根本不存在]毫无二致。”“你这位企图废止该成文法的人,你说我们不应当使用古代极明智的立法者所制定的这条法律,这是大谬之言。若法律已然立定,我们便当使用它;因为若我们不打算使用它,它当初便不会被确立。因此,若法律一方面由古人核准而立定存在,另一方面我们却不去使用它,那么到头来它就如同未被确立一样;因为我们弃之不用,与它根本未曾被立定全无分别。”
- 1.15δεῖ τὸν ξένον εὖ ποιεῖν τὴν πόλιν
此处展现了由 εὖ ποιέω(支配宾格,意为“善待某人/某物”)所构成的“宾格加不定式”结构的句法歧义(amphibolia):两个宾格名词 τὸν ξένον 与 τὴν πόλιν 均可作不定式的主语或宾语,既可理解为“异邦人当善待城邦”,亦可理解为“城邦当善待异邦人”。
- 1.15οὐδὲν γὰρ διαφέρει τοῦ μηδὲ ὅλως κεῖσθαι τὸ μὴ χρᾶσθαι ἡμᾶς
该句主语为带冠词的不定式短语 τὸ μὴ χρᾶσθαι ἡμᾶς(“我们不使用它”),非人称表达 οὐδὲν διαφέρει 统辖表示比较对象的属格短语 τοῦ μηδὲ ὅλως κεῖσθαι(“根本未曾被确立”)。
