- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:286.1-287.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
这是对亚里士多德《修辞术》第一卷第13与14章的评注,讨论了针对指控中的行为定义、数量及动机的具体抗辩实例,并基于意图的潜能分析了正义与不义的轻重,以及成文法与不成文风俗之间的关系。
13. [1374 a 1] Ἐπίγραμμα λέγεται ἡ ἐπιτίτλωσις ἤγουν ἡ αἰτίασις καὶ ἡ κατηγορία. διὸ καὶ ὁ Πιλᾶτος, φασίν, ἔθηκε τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ἤγουν τὸ ἐπίγραμμα. [1374 a 2] Πολλάκις ὁμολογοῦμεν λαβεῖν τὰ βιβλία σου, ἀρνούμεθα δὲ τὴν αἰτίασιν, ἣν καθ’ ἡμῶν ἐνάγεις λέγων, ὅτι ταῦτα ἐκλέψαμεν· λέγομεν οὖν ‘τὰ βιβλία σου ἀνελαβόμην οὐχ ὡς κλέψας, ὡς σὺ λέγεις, ἀλλ’ ὡς ἐνέχυρα, ἐφ’ οἷς σε ἐδάνεισα’.1 ἢ πολλάκις τὴν μὲν αἰτίασιν καταδέχομαι, τὸ δὲ ποσὸν ἀρνοῦμαι, ὃ λέγεις· οἷον λέγω οὕτως ‘ἀληθῶς ὑφήρηκα νομίσματά σου, ἀλλὰ τρεῖς λίτρας μόνας, οὐ μὴν ὅσας σὺ λέγεις’, τὰς ἓξ δηλαδή. [1374 a 3] ‘συγγενέσθαι τῇ Ξανθίππῃ ταύτῃ ὁμολογῶ, ἀλλὰ νόμῳ πορνείας, οὐ μὴν μοιχείας· ἀπολελυμένην γὰρ αὐτὴν ὑπελάμβανον καὶ ἠγνόουν ἄνδρα ἔχειν τὸν Σωκράτην.’
13. “铭文是指”标题,即控由与指控。因此,正如人们所说,彼拉多亦将他的罪名写下立起,即铭文。 我们常常承认拿了你的书,却否认你向我们提出并声称我们偷窃了它们的指控。于是我们说:“我拿走你的书,并不是如你所说的那样作为偷窃者,而是作为我借钱给你的抵押品。”或者常常是我承认指控本身,但否认你所说的数额;例如我这样说:“我确实偷拿了你的钱币,但仅仅是三磅,绝非如你所说的那么多”,即并非六磅。 “我承认与这位赞梯佩交合,但依从的是私通的法规,绝非通奸;因为我当时以为她是离异之人,并不知道她有苏格拉底为夫。”
14. [1374 b 24] Ἀδίκημα μεῖζόν ἐστι τὸ ἀπὸ μείζονος ἀδικίας· ὁ γὰρ τρεῖς ὀβολοὺς κλέψας ἀπὸ τοῦ ἱεροῦ τί ἂν οὐκ ἐποίησε κακὸν οὗτος μέγα, εἰ ἠδύνατο; μέγα δὲ δικαίωμα ἐκ τοῦ ἐναντίου πάλιν ἐστὶ τὸ ἀπὸ μείζονος δικαιοσύνης· ἐναντίον γὰρ δικαιοσύνῃ ἀδικία· οἷον ἡ χήρα ἡ δοῦσα τῇ γάζῃ τρεῖς ὀβολοὺς ἢ τὰ δύο λεπτὰ μείζονα δικαιοσύνην ἐποίησεν· εἰ γὰρ δύο λεπτὰ ἔχουσα ταῦτα ἔδωκε τῷ θεῷ, πόσα ἂν καὶ ποῖα ἀναθήματα προσέφερεν, εἰ πολύολβος ἡ τοιαύτη ἦν καὶ βαθύπλουτος; [1374 b 27] Ἔστι δὲ ταῦτα ἐκ τοῦ ὑπερέχειν τῇ δυνάμει· εἰ γὰρ τὸ τριωβόλιον μικρόν ἐστι κατὰ τὴν περιγραφὴν καὶ τὸ ὑποκείμενον, ἀλλά γε τῇ δυνάμει τῆς φαύλης προαιρέσεως ὑπέρκειται· καὶ εἰ τὰ δύο λεπτὰ τῆς ἱερᾶς χήρας μικρά εἰσι τῷ σταθμῷ, ἀλλ’ ὑπερβάλλει τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ δυνάμει τῆς ἀρετῆς. [1375 a 1] Ἢ οὗ ὁ παθὼν ἐτίμησεν ἑαυτόν. τὸ ἐτίμησεν ἀντὶ τοῦ ἀπετιμήσατο νόει. [1375 a 15] Καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος πολλῷ μᾶλλον περὶ τὰ ἔγγραφα· ὁ γὰρ περὶ τὰ ἔθη, οἷς οὐκ ἔστι νόμος, φυλάττων μὴ παραβαίνειν τὰ δίκαια τὰ ἔθιμα πολλῷ μᾶλλον ἔσται δίκαιος περὶ τοὺς ἀναγκαστικοὺς νόμους, οὓς οὐ δεῖ τὸν φρονοῦντα παραβαίνειν· ἀμείνονος γὰρ (ἢ ἀνθρώπου ἢ ἔθνους ἀκουστέον) τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι,2 ὃ περὶ τοὺς νόμους ἐστίν, ἀλλὰ παρὰ τῇ ἑαυτοῦ ἐξουσίᾳ κεῖσθαι καὶ τῇ προαιρέσει ἀγαθὸν καὶ δίκαιον εἶναι, ὃ περὶ τὰ ἔθη φαίνεται. [1375 a 17] Ἄλλον δὲ τρόπον, εἰ παρὰ τὰ γεγραμμένα. ἀνώτερον μὲν ἔδειξε μᾶλλον δίκαιον εἶναι τὸν τὰ ἔθη φυλάττοντα· πολλῷ γὰρ μᾶλλον οὗτος φυλάξει τὰ τοῦ νόμου· νῦν ὧδε τοὐναντίον ἀπὸ τοῦ ἀδικεῖν ἐπιχειρεῖ· εἰ γὰρ περὶ τοὺς νόμους ἀδικεῖ μὴ φοβούμενος αὐτοὺς διὰ τὰ ἐπικείμενα ἐπιτίμια, πολλῷ μᾶλλον ἀδικήσει οὗτος περὶ τὰ ἄγραφα, οἷς οὐ κεῖνται ἐπιτίμια καὶ ποιναί.
14. “出自更大不义的不义行为更为重大。”因为那个从神庙偷走三奥波尔的人,若是可能,还有什么大恶行做不出来呢?相反,出自更大正义的义行同样重大;因为不义与正义正相反对。例如,将三奥波尔或两个小钱投入宝库的寡妇做成了更大的正义;因为她若仅有两文小钱就将其献给神,那么倘若这样的妇人极其殷实且巨富,她又会献上多少、何等样的奉献之物呢? “而这些是由于在潜能上超越。”因为三奥波尔硬币在其外在规定和质料上虽小,但在卑劣意图的潜能上却占了优势;而神圣寡妇的两个小钱在重量上虽小,但在良善意图和美德的潜能上却超乎其上。 “或者受害者自作估定之处。”请将“估定”理解为“评定赔偿”。 “在不成文之事上公正之人,在成文之事上远为公正。”因为在没有制定法的风俗上守持不逾越习惯正义的人,在明智之人不可逾越的强制性法律上,将远为公正;因为不因强迫而行正义(这关涉法律),而是使行善正直取决于自身权能与抉择(这显现于风俗),乃是属于更卓越者(须理解为或人或民族)的特征。 “在另一种方式下,若违背成文之法。”上文中他表明守持风俗者更为公正;因为此人将远为更加遵守法律之规定。在此处他则相反地从行不义入手立论;因为一个人若在法律之事上行不义,并不因面临的刑罚而畏惧法律,那么此人在未设定刑罚与惩戒的不成文规范上,将远为更加行不义。
- 1.13ἐφ’ οἷς σε ἐδάνεισα
介词 ἐπί 支配中性复数与格关系代名词 οἷς,指代先行词 ἐνέχυρα(抵押品),表示“以此作为抵押/条件”。动词 ἐδάνεισα 可支配双宾格(人与金额),在此构成“以此为抵押我借给您[金钱]”的结构。
- 1.14ἀμείνονος γὰρ (ἢ ἀνθρώπου ἢ ἔθνους ἀκουστέον) τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι
ἀμείνονος 是表属性或从属的述语性属格(所有属格),意为“属于更卓越者(正如评注者在括号中所提示,需补出‘人’或‘民族’)”。全句的主语是带有定冠词的不定词短语 τὸ μὴ δι’ ἀνάγκην δίκαιον εἶναι ... ἀλλὰ ... εἶναι。
