- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:284.13-285.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯捷潘努斯注解了亚里士多德《修辞术》第一卷第十二章关于修辞各门类共通的可能与不可能,以及行不义的条件与对象(隐匿手段、疏忽大意之人、异邦人与农夫、先发制人的情境等),并穿插了自身经历与历史轶事。
12. [1372 a 10] Τὸ δυνατὸν καὶ ἀδύνατον κοινά ἐστι τοῖς τρισὶν εἴδεσι τῆς ῥητορικῆς· ὃν γὰρ ἐπαινεῖ ὁ πανηγυρικὸς ῥήτωρ, δείκνυσι δύναμιν ἔχοντα ποιῆσαι τόδε κατόρθωμα καὶ ποιήσαντα, ὅντινα δ’ αὖθις ψέγει, δείκνυσι δύναμιν ἔχοντα τόδε ποιῆσαι ὑπὲρ τῆς πόλεως καὶ μὴ ποιήσαντα ἢ ὡς ἀδυνάτοις ἐπιχειρήσαντα καὶ ἐντεῦθεν τὴν πόλιν βλάψαντα. [1372 a 32] Ἀδικοῦσι καὶ οἷς κρύψις ἐστὶν ἢ τρόπος, ὡς ὁ Σίσυφος ἐκεῖνος ἐποίει περὶ τὰ σύσσημα τῶν ζῴων βλέπων αὐτὰ καὶ μετασχηματίζων· καὶ ἴδε τὴν ἱστορίαν ἀπὸ τοῦ Ὁμήρου. [1372 a 33] Καὶ εἰ εἰσὶν ἰδίᾳ που θέσεις εὔποροι, ἤγουν εἰ εἶεν λαβύρινθοί τινες καὶ κρύψεις ἐν αὐτοῖς τὰ φώρια.1 γράφεται καὶ διαθέσεις εὔποροι ἤτοι μηχαναὶ εὐφυεῖς καὶ πλούσιαι καὶ ποικίλαι τρόπων. [1372 b 8] Ἐναντίοι τοῖς ἤθεσιν εἰσὶν οἱ διὰ χρήματα ὀνείδη καὶ ἀτιμίας ὑφιστάμενοι καὶ οἱ ὑπὲρ γονέων καὶ φίλων ἑαυτοὺς κινδύνοις διδόντες καὶ διὰ τὴν ἐπ’ ἐκείνοις ἀγάπην καὶ αἰκιζόμενοι καὶ ζημιούμενοι καὶ ἐξοριζόμενοι· ἐκεῖνοι μὲν γὰρ φαύλου ἤθους εἰσὶ καὶ μικρόψυχοι, οὗτοι δὲ σπουδαίου τε ἤθους καὶ μεγαλόψυχοι. [1372 b 28] Ἀδικοῦσι καὶ τοὺς μὴ εὐλαβεῖς ἤγουν τοὺς μὴ φοβουμένους ἢ μὴ προσέχοντας, ὥστε μὴ ἀπολεσθῆναι τὰ πράγματα αὐτῶν, ἀλλὰ καταπιστεύοντας παντὶ ἀνθρώπῳ εἰσέρχεσθαι εἰς τὴν οἰκίαν αὐτῶν, ὅπου βιβλία ἢ εἰκόνες ἢ νομίσματα κεῖνται. οὕτως ἐγώ ποτε ἀπώλεσα βιβλίον μου, τὸν Φιλόστρατον τὸν νῦν ἐν Ἐφέσῳ, κοντάκιόν μου εἰς τὴν γεωμετρίαν καὶ εἰς ἄλλ’ ἄττα, καταπιστευόμενος μαθηταῖς καὶ φίλοις. ῥᾴδιον γάρ ἐστι λαθεῖν τοὺς τοιούτους πάντας τοὺς ἀφυλάκτους. [1372 b 37] Καὶ πρὸς οὓς ἔχουσι πρόφασιν. ἀδικοῦσι καὶ ἐκείνους, εἰς οὓς ἔχουσι πρόφασιν, λέγοντες ὅτι ‘ἀπὸ τῶν προγόνων ὑμῶν ἢ ὑφ’ ὑμῶν ἢ ὑπὸ συμμάχων καὶ φίλων ὑμῶν ἐζημιώμεθα ἢ ἐμέλλησαν καὶ ἐφρόντισαν οἱ ὑμέτεροι βλάψαι ἡμᾶς ποτε, κἂν οὐκ ἠδυνήθησαν’. [1373 a 7] Καὶ οἷς μὴ λυσιτελεῖ. ἀδικοῦσι ξένους, Αἰγυπτίους φέρε εἰπεῖν ἢ Κορινθίους, οἳ οὐ δύνανται ἐπιμεῖναι τῇ Κωνσταντίνου καὶ ἐπιτηρῆσαι δίκαια κατὰ τοῦ ἀδικήσαντος καὶ ζητῆσαι ἀπ’ αὐτοῦ ποινὰς καὶ ἐκτίσεις ὑπὲρ ὧν ἠδικήθησαν, διότι πολλάκις καὶ μέχρι δύο ἐνιαυτῶν οὐ τελειωθήσεται τὰ δικαστήρια αὐτῶν· καὶ τί ἂν ποιήσωσι ξένοι ὄντες; ἀλλὰ καὶ οἱ γεωργοὶ συντόμως συμβιβάζονται· οὐδὲ γὰρ δύνανται καθ’ ἡμέραν παρίστασθαι τῷ δικαστηρίῳ καὶ ἕλκειν τὸν ἀδικήσαντα· τίς γὰρ αὐτοῖς τὴν ἄμπελον ἢ τὰ λήϊα ἐργάζοιτο καὶ φυλάττοι ἕτερος; [1371 a 21] Καὶ τοὺς ὑπ’ ἄλλων μέλλοντας, ἂν μὴ αὐτοί. ἀδικοῦσι καὶ τοὺς Βενετικοὺς τοὺς ὑπὸ τοῦ Σικελοῦ μέλλοντας ἀδικηθῆναι Ῥωμαῖοι· ἂν γὰρ μὴ οἱ Ῥωμαῖοι αὐτοὺς ἀνδραποδίσωνται, προφθάσας ὁ Σικελὸς ληΐζεται τούτους. [1373 a 21] Ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι.2 τὸ ἐνδεχόμενον ἀντὶ γενικῆς κατὰ Ἀττικὸν ἀρχαϊσμὸν ἐξενήνεκται ἀντὶ τοῦ ἐνδεχομένου. [1373 a 23] Τὰ δὲ κοττάβια οἱ μέν φασιν, ὡς ἐν τῇ Σούδᾳ εὕρηται, τύμπανα ἢ σκυλάκια ἢ ἐκπώματα ἢ κωμύδρια οὕτω λεγόμενα. ‘‘κότταβος γάρ ἐστι’’, φασίν, ‘‘ἢ λάταξ χαλκῆ φιάλη, ἣν μεταξὺ τοῦ οἴνου ἐτίθεσαν οἴνου πεπληρωμένην, εἶτα εἰς μικρὰ ποτήρια ἐμβαλόντες ἀπὸ ὕψους ἐρρίπτουν ἐπὶ τῷ ψόφον ἀποτελέσαι, ὃς ἐκαλεῖτο κότταβος· ἐπῃνεῖτο δὲ ὁ μείζονα ψόφον ποιῶν καὶ μεθυσοκότταβοι ἐλέγοντο οἱ τοῦτο ἐργαζόμενοι.’’ ‘‘κοτταβίζει ἤτοι ποτήριον ἀναρρίπτει, ὃ ἐποίουν οἰνιζόμενοι.’’ ‘‘κοτταβίζειν· παίζειν εἰς χαλκᾶς φιάλας.’’ καὶ φησὶν ὁ κωμικὸς ‘συνεπίνομέν τε ἀλλήλοις καὶ συνεκοτταβίζομεν’. ὥσπερ ὁ Αἰνεσίδημος Γέλωνι τῷ Συρρακουσίων τυράννῳ ἔπεμψε σκυλάκια Μολοττικὰ λεγόμενα θηροκτόνα ἀνδραποδισαμένῳ τὴν Γέλαν, οὐ μὴν αὐτὴν κατασχόντι. ἔπεμψε ταῦτα ὡς χάρισμα, ὅτι ἔφθασεν ἤτοι προέλαβε τὸν Γέλωνα καὶ κατέσχε τὴν Γέλαν, ὡς καὶ αὐτὸς μέλλων ἤτοι ὁ Γέλων, εἰ ἠδυνήθη. τινὲς δὲ τὸ ἀνάπαλιν εἶπον ἐπὶ Αἰνεσιδήμου καὶ Γέλωνος. τὸ δ’ ἀληθέστατον τῆς ἱστορίας γραφήσεται κάτω ἐν τῷ τέλει τοῦ λόγου. ὁ Αἰνεσίδημος εἰδώς, ὅτι μέλλει αὐτῷ ὁ Γέλων διὰ τὰ κοττάβια ἀδικεῖν, ἔφθασεν αὐτῷ ταῦτα προπέμψαι.
12. “可能与不可能对于修辞术的三种类型是共通的。”因为节庆演说家所赞扬的人,他表明此人有能力成就这一功绩并且确实成就了;而对于他所谴责的人,他表明此人有能力为城邦做成此事却没有去做,或者企图做不可能之事并由此损害了城邦。 “那些拥有隐匿之所或手段的人亦会行不义,”正如那个著名的西绪福斯在牲畜的标记上所做的那样,他观察它们并改变其形状;关于这一记载,可参见荷马。 “以及若在私下某处有便利的处所,”也就是若有某些迷宫以及在其中隐藏赃物的藏匿处。亦有写作为“便利的机谋”,即巧妙、丰富且方式多样的计策。 “在品性上正相反对的人是”那些为了金钱而忍受侮辱与耻辱的人,以及那些为了父母和朋友而置身于危险之中,并因对他们的爱而受拷打、遭罚款和被流放的人;因为前者品性低劣且心胸狭隘,而后者品性高尚且心胸宽广。 “他们亦对不谨慎的人行不义,”即那些不畏惧或不留心以防财物丢失,反而信任任何人都可进入其存放书籍、圣像或钱币之住宅的人。我本人就曾这样丢失了一本书——即如今在以弗所的那本斐洛斯特拉托斯著作——以及我关于几何学和其他一些事物的小论著,因为我信任了学生与朋友们。因为瞒骗所有这些毫无防备之人是很容易的。 “以及对其持有借口的人。”他们亦对那些他们对其持有借口的人行不义,声称:“我们因你们的祖先、或因你们、或因你们的盟友和朋友而蒙受了损失;或者你们的人曾企图并谋划伤害我们,即使他们未能得逞。” “以及对其无利可图的人。”他们对异邦人行不义,比方说埃及人或哥林多人,这些人无法长久留在君士坦丁堡并对作恶者坚持诉讼,为其所受的损害向对方索求惩罚与赔偿,因为他们的审判往往历经两年亦不得了结;而身为异邦人,他们又能如何做呢?此外,农夫们亦会很快和解;因为他们无法每天出庭并揪住作恶者不放;毕竟还有谁会替他们耕作并看守葡萄园或庄稼呢? “以及那些若自己不下手就将遭他人侵害的人。”罗马人亦对那些将遭西西里人侵害的威尼斯人行不义;因为如果罗马人不将他们掠为奴隶,西西里人便会先发制人掳掠他们。 “仿佛不再可能加以谋划。”“可能”一语根据阿提卡古风表达,被用来替代属格,即替代了“当其可能之”。 “至于科塔比亚,”正如在《苏达》中所见,有人说它是被称为此名的鼓、或小狗、或酒杯、或短喜剧。因为他们说:“科塔博斯或是残酒,或是铜碗,他们在饮酒间歇将其放好并盛满酒,然后倒入小杯中从高处扔掷,以发出被称为科塔博斯的声响;发出更大声响的人受到赞扬,做此事的人被称为醉酒科塔博斯者。”“玩科塔博斯,即掷起酒杯,这是他们在饮酒时所为。”“玩科塔博斯:朝铜碗游戏。”喜剧诗人亦说:“我们彼此对饮,并一同玩科塔博斯。”正如埃涅西德莫向叙拉古僭主格隆送去了被称为猎兽犬的莫洛西亚小狗,当时格隆虽未占领盖拉,却将盖拉人掠为奴隶。他将这些作为礼物送去,是因为埃涅西德莫抢在格隆之前,即先发制人占领了盖拉,正如格隆本人若有能力也本打算做的那样。但有些人关于埃涅西德莫与格隆讲了相反的情节。关于此事最真实的记载将写在下文论述的末尾。埃涅西德莫知道格隆将因科塔比亚之故对他行不义,便抢先将这些预先送给了他。
- 1.12κρύψεις ἐν αὐτοῖς τὰ φώρια
将 κρύψεις 视作名词 κρύψις(隐藏、隐匿处)的复数形式,与 λαβύρινθοι 并列,意为“迷宫以及在其中隐藏赃物(τὰ φώρια)的藏匿处”。虽然在形式上亦可拼读为动词 κρύπτω 的第二人称单数将来时(“你将隐藏”),但根据前后名词并列的句法结构,将其作名词理解更为自然。
- 1.12Ὡς οὐκέτι ἐνδεχόμενον βουλεύσασθαι
此处为宾格绝对独立结构(accusative absolute)。正如斯捷潘努斯本人所指出的(“ἀντὶ γενικῆς... ἀντὶ τοῦ ἐνδεχομένου”),非人称分词的中性单数宾格与 ὡς 连用,代替了属格绝对结构(οὐκέτι ἐνδεχομένου),用以表达条件或主观理由。
