- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:281.2-282.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特法努斯注疏亚里士多德《修辞学》1367b7–31,阐释如何迎合特定听众谈论美好,辨析称赞(彰显品格之伟大)与颂词(颂扬行动与事迹)及共通论题的区别,并考订确立抄本中“品质状态(hexeos)”这一异文。
[1367 b 7] Σκοπὸν δὲ καὶ παρ’ οἷς· εἰ γάρ τις ἐπαινεῖ Ἀθηναίους ἐν Ἀθηναίοις, εὐπαράδεκτα καὶ καλὰ ἔσονται τὰ λεγόμενα ὡς καὶ εἰς αὐτοὺς τοὺς ἀκροατὰς διαβαίνοντα· εἰ δέ τις ἐπαινεῖ Ἀθηναῖον ἐν Λακεδαιμονίοις καὶ εἰσὶν εὐπαράδεκτα τὰ λεγόμενα Λακεδαιμονίοις καὶ ταῦτα ἀλλοτρίοις οὖσι καὶ ἐχθροῖς, καλὰ ἄρα ταῦτά εἰσι. σκώπτοντος δὲ τοῦ Σωκράτους οἶμαι τοὺς Ἀθηναίους ὡς συκοφάντας ὁ λόγος·1 δυνάμει γὰρ τοῦτο λέγει ‘οὐκ ἔστι θαυμαστόν, ἐὰν ἐπαινῆτε τοὺς Ἀθηναίους, ὦ Ἀθηναῖοι, ἀλλ’ ἐάν τις ἐπῄνει τοὺς Ἀθηναίους παρ’ ἄλλῃ πόλει καὶ ἄλλοις ἀκροαταῖς’· τότε γὰρ ἠλέγχθησαν ἂν παρ’ ἐκείνων τῶν ξένων οἱ ἐπαινοῦντες τοὺς Ἀθηναίους ὡς ψευδόμενοι· συκοφάντας γὰρ ἐπαινοῦσι καὶ ἀπανθρώπους καὶ σκληροὺς ἀνθρώπους καὶ μηδεμίαν πρός τινας ἀνθρώπους φιλίαν ἔχοντας. [1367 b 9] Δεῖ δὲ τὸ παρ’ ἑκάστοις τίμιον καὶ ὂν καὶ εὐαπόδεκτον φαινόμενον λέγειν, ὅτι ἔχουσι τοῦτο οὗτοι· οἷον ἐπεὶ Λακεδαιμονίοις τὸ κομᾶν ζηλωτόν, εἰπὲ ‘ὑμεῖς εὐχάριτες, ὦ Λακεδαιμόνιοι, ἐστέ, ἐμπρέποντες τῇ κόμῃ’, ἐπεὶ Σκύθαις τὸ τοξεύειν, ἐπανατίθου τούτοις αὐτὸ εἰπὼν ὅτι ‘ὃ θαυμαστόν ἐστιν ὄντως, παρ’ ὑμῖν καὶ μόνοις ὑπάρχει οὕτω καλῶς τε καὶ εὐτυχῶς’. [1367 b 11] Πᾶν μὲν καλὸν καὶ τίμιον ἀγαθόν, οὐ μὴν πᾶν ἀγαθὸν καλόν. [1367 b 19] Καὶ τὸ τοῦ Σιμωνίδου. ἔνιοι ἔφασαν ὡς τῆς Ἑκάβης ταῦτα τὰ ἔπη “ἡ πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ’ οὖσα τυράννων δυσδαίμων γενοίμαν πασῶν οἰκτροτάτα.” [1367 b 26] Ἔστι δὲ ἔπαινος. ἐπεὶ περὶ πανηγυρικοῦ λόγου ἐνταῦθα τεχνολογεῖ, ὁ δὲ πανηγυρικὸς διαιρεῖται εἰς ἐγκώμιον καὶ ψόγον, νῦν τέλειόν τι ποιῶν διδάσκει, τί διαφέρει ἐγκώμιον, ἔπαινος, μακαρισμός, ὡς δὴ καὶ ὁ ῥήτωρ ἐδίδαξεν ἡμᾶς διαφορὰν ἐγκωμίου, ὕμνου, ἐπαίνου. ἐνταῦθα οὖν λέγει ὁ Ἀριστοτέλης, ὡς καὶ ἐν τῷ τέλει τοῦ πρώτου τῶν Ἠθικῶν εἶπεν, ὅτι ὁ μὲν ἔπαινός ἐστι λόγος μέγεθος δεικνύων ἕξεώς τινος ἀρίστης, οἷον ἀνδρίας, δικαιοσύνης· ὡς ἐὰν εἴπῃς ‘δίκαιός ἐστιν ὁ Ἀριστείδης· τί λέγω δίκαιος; δικαιότατος ὑπὲρ ἅπαντα δίκαιον’. ‘ἀνδρεῖος ὁ δεῖνα, μᾶλλον δὲ εἰπεῖν ἀνδρειότατος καθ’ ὑπεροχὴν ἔχων τήνδε τὴν ἀρετήν’. διὰ τοῦτο εἶπε μέγεθος· ὁ γὰρ λέγων ‘ὁ δεῖνα ἀνδρεῖος’ οὐκ εἶπε μέγεθος ἀρετῆς, ἀλλ’ ἀρετὴν μόνον, ὁ δὲ εἰπὼν “μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας” καὶ ἀνδρείους ἐδήλωσε καὶ διὰ τὸν ὅρκον ηὔξησε σφίσι τὸν ἔπαινον τῆς ἀνδρίας· οἷα γὰρ θεοὺς αὐτοὺς ἐπῄνεσεν· εἰς γὰρ θεοὺς ὀμνύειν ἐστί. τοιοῦτον μὲν ὁ ἔπαινος. [1367 b 28] τὸ δὲ ἐγκώμιον, ὅταν καὶ τὰς πράξεις καὶ τὰ ἀποτελέσματα τῶν πράξεων ἤγουν τὰ ἔργα ἐξαίρῃς τῷ λόγῳ. τὰ δὲ κύκλῳ, φησίν, οἷον προγόνους, ἔθνος, πατρίδα, ἀνατροφήν, παιδείαν, πίστεις ἔχε τοῦ τοιοῦτον εἶναι κάλλιστον τὸν ἐγκωμιαζόμενον,2 ὅτι καὶ ἐκ τοιούτων προγόνων ὥρμητο καὶ οὕτως ἐτράφη καὶ ἐπαιδεύθη. ὥστε ὅρα τί ἔμαθες παραλαμβάνειν ἐγκωμιάζων ἐν τῷ βιβλίῳ τῶν Προγυμνασμάτων προγόνους, πατέρας, πατρίδα, ἔθνος, ἀνατροφήν, πράξεις, σύγκρισιν. αἱ μὲν οὖν πράξεις εἰσὶ τὸ συνεκτικώτατον αἴτιον τοῦ ἐγκωμίου, τὰ δὲ λοιπὰ πίστεις τῶν πράξεων. ἡ δὲ αὔξησις ἤγουν ὁ ἔπαινος ἢ ἀπὸ τῆς συγκρίσεως παραλαμβάνεται ἢ ὁ ὑπέρ τινος κοινὸς λεγόμενος τόπος· οὕτως ὑπέγραψεν αὐτὸν καὶ ὁ ῥήτωρ εἰπὼν “κοινὸς τόπος ἐστὶ λόγος αὐξητικὸς τῶν προσόντων τινὶ καλῶν”. [1367 b 31] Τὰ δ’ ἔργα σημεῖα τῆς ἕξεώς εἰσιν. οὕτω γραπτέον καὶ μὴ πράξεως,3 ὡς παρ’ ἐνίοις τῶν ἀντιγράφων φέρεται.
“目标,以及在谁面前[演说]”:因为如果有人在雅典人当中称赞雅典人,所说之话便会是合意且美好的,因为这也是及于听众自身的;但若有人在斯巴达人当中称赞雅典人,而所说之话被斯巴达人所接受——尤其在他们是异邦人与仇敌的情况下——那么这些话便是真正美好的。我认为这话乃是苏格拉底借以讽刺雅典人为诬陷者;因为他实际上在说:“雅典人啊,如果你们称赞雅典人,这不足为奇;但若有人在另一个城邦和另一群听众面前称赞雅典人,那才令人惊奇”;因为到那时,称赞雅典人的人必会被那些异邦人驳斥为在说谎;因为他们称赞的是诬陷者、野蛮残忍的人,是对任何人都不存丝毫友谊的人。 “应当说,各个人群所看重的、实际存在且显为合意的品质,正是他们所具有的”;例如,既然蓄长发在斯巴达人那里是为人效仿的,你就说:“斯巴达人啊,你们长发卓著,真是优雅”;既然射箭在斯基泰人那里是受看重的,你就把它归于他们,说:“那真正令人赞叹的技艺,如此美好而幸运地属于你们,且单单属于你们”。 一切美好与受尊重的事物都是善,但并非一切善的事物都是美好的。 “以及西摩尼德斯的诗句”:有些人说这些诗行属于赫卡柏:“我虽身为僭主之父之女、僭主之妻、僭主之姊妹,却成了众人中最可怜、最不幸的女子。” “称赞是……”:既然他在此系统论述的是发表演说的言说,而此类言说又被划分为颂词与指责,如今他便使论述完备,教导颂词、称赞与祝颂有何区别,正如那位修辞学家也曾教导我们颂词、颂歌与称赞的区别一样。因此亚里士多德在此处说——正如他在《尼各马可伦理学》第一卷末尾所说的那样——称赞是显明某种最善的品质状态之伟大的言说,如勇敢与正义;比如你若说:“阿里斯泰德是正义的;我何必说正义?他超越一切正义之人,是最正义的”;“某某人是勇敢的,或者更应说他是最勇敢的,卓越地拥有此种德性”。为此他用了“伟大”一词;因为说“某某人勇敢”的人并没有说到德性的伟大,而仅仅说到了德性;但那说出“指着在马拉松冒着危险的人们起誓”的人,既指明了他们是勇敢的,又通过誓言为他们增大了勇气的赞词;因为他是把他们当作神明来赞扬的;因为起誓是针对神明的。称赞就是这样的。 而颂词,则是当你用言辞连带提升行动及行动的成果、即业绩之时所作的。他说,至于“周围的事物”,如祖先、民族、祖国、抚养、教育,当把它们作为被颂扬者是如此优秀的凭据,因为他出身于这样的祖先,并在如此方式下受抚育和教养。因此,看一看你在《初阶预备练习》一书中为了颂扬而学到要采纳什么:祖先、父辈、祖国、民族、抚养、行动、对比。行动是颂词最根本的缘由,其余事物则是行动的凭据。而增益、亦即称赞,要么取自对比,要么取自为了某人的所谓共通论题;那位修辞学家也曾如此界定它,说:“共通论题乃是放大某人所具美好品质的言说”。 “业绩是品质状态的标志”。应当如此书写,而不是像某些抄本中所载的那样写为“行动的”。
- 1.9σκώπτοντος δὲ τοῦ Σωκράτους οἶμαι τοὺς Ἀθηναίους ὡς συκοφάντας ὁ λόγος
该句省略了系动词,主语为 ὁ λόγος(“此话”)。属格短语 σκώπτοντος τοῦ Σωκράτους 既可看作独立属格,亦可作表语性/属有性属格(“乃是讽刺雅典人的苏格拉底之话”)。结合后文以苏格拉底为主语的 δυνάμει γὰρ τοῦτο λέγει(“因为他实际上在说”),将其理解为表语性属格,意即“此话出自苏格拉底对雅典人的讽刺”。
- 1.9πίστεις ἔχε τοῦ τοιοῦτον εἶναι κάλλιστον τὸν ἐγκωμιαζόμενον
ἔχε 为现在时第二人称单数命令语气。带冠词的属格不定式短语 τοῦ ... εἶναι(“即……这回事”)修饰名词 πίστεις(“凭据/论据”),作说明性/宾格性属格。不定式的逻辑主语是宾格的 τὸν ἐγκωμιαζόμενον(“被颂扬者”),谓语部分为 τοιοῦτον ... κάλλιστον(“如此之优秀”)。
- 1.9οὕτω γραπτέον καὶ μὴ πράξεως
此句为无人称动词性形容词句式 γραπτέον(“须书写”)。副词 οὕτω(“如此”)指代引文中的 ἕξεως(“品质状态的”),而否定对比短语 καὶ μὴ πράξεως(“而非行动的”)承前省略了 [σημεῖα τῆς] πράξεως 或 [ἀντὶ ἕξεως] πράξεως,用以对抄本异文进行校勘判定。
