← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§278.33-281.2

高尚之物、最伟大的德性与称赞对象的定义

斯忒法诺注解亚里士多德《修辞学》第1卷第9章,阐释高尚之物与最伟大的德性(正义与勇敢)的定义以及受称赞行为的性质,并结合苏格拉底、萨福和修昔底德等人的引文加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#1

9. [1366 a 29] Τὸ ἐπαινεῖν μετὰ σπουδῆς τινὲς τὸ μετὰ τέχνης εἶπον καὶ κανόνων ῥητορικῶν, τῶν ἐγκωμιαστικῶν δηλαδὴ κεφαλαίων. τὸ δὲ χωρὶς σπουδῆς ἤτοι ἐκ τοῦ παρατυχόντος. [1366 a 27] Δευτέρα πίστις τὸ ἦθός ἐστι, πρώτη δὲ τὰ ἐνθυμήματα· εἴρηκε γὰρ ἐν τῇ ἀρχῇ τοῦ βιβλίου τὸ “αἱ γὰρ πίστεις ἔντεχνόν ἐστι μόνον, τὰ δ’ ἄλλα προσθῆκαι”. ἴδωμεν δέ, εἰ δοκεῖ, τῶν πίστεων τὴν διαίρεσιν· καί ἐστιν αὕτη· [1366 a 33] Καλὸν ἐκεῖνο τὸ ἀγαθὸν λέγεται τὸ καὶ ἡδύ, τὸ μεθ’ ἡδονῆς. ὥστε εἴ τι μὲν καλόν, καὶ ἀγαθόν ἐστιν, οὐ μὴν εἴ τι ἀγαθόν, καὶ ἡδύ·1 ἡ γὰρ ἐπίδειξις τῆς ἀνδρίας καὶ τὸ μανθάνειν ἡμᾶς ἀγαθὰ μὲν εἰσιν, οὐ μὴν ἡδέα· πικρία γὰρ καὶ τραύματα ἔνεισι τούτοις. [1366 b 3] Μεγίστη ἀρετή ἐστιν ἡ μὴ ἑνί τινι περιοριζομένη, ἀλλ’ εἰς πολλῶν ὠφέλειαν γενομένη. οὕτως ἡ μὲν δικαιοσύνη καὶ ἡ ἀνδρία μεγίστη ἀρετή, σμικρὰ δὲ ἡ σωφροσύνη· παρὰ γὰρ μόνῳ ἐστὶ τῷ ἔχοντι αὐτήν. ὥστε ὃ εἶπεν ἄνω, ὅτι καλόν ἐστιν, ὃ ἂν δι’ αὑτὸ αἱρετὸν ὂν ἐπαινετόν ἐστι, τοιοῦτον ἔχει τὸν νοῦν· ἐκεῖνό ἐστι καλόν, φησί, δι’ ὃ ἐπαινεῖταί τις ἤγουν τιμᾶται, προσκυνεῖται, ἀγαλματοποιεῖται. ἆρα ἡ ἀνδρία ἐστὶ τοιοῦτον, οὐ μὴν ἡ σωφροσύνη·2 διὰ γὰρ τὴν ἀνδρίαν τοῦδέ τινος πάντες αὐτῷ ὑπεξιστάμεθα, προσκυνοῦμεν αὐτόν, ἀνδριάντας αὐτῷ χαλκεύομεν. ὥστε ἡ ἀνδρία ἐπαινετὸν μέν, οὐ μὴν ἡδύ. διὰ τοῦτο πολλοὺς τόπους καὶ διαφόρους δίδωσιν ὁ φιλόσοφος καὶ περὶ τοῦ καλοῦ νῦν, ὃ τέλος σκοπιμώτατον καὶ σκοπὸς δοκεῖ τελικώτατος τῷ πανηγυρίζοντι, ὡς δὴ ἔναγχος καὶ περὶ τοῦ συμφέροντος ἤτοι τοῦ ἀγαθοῦ πολυχουστέρους τόπους ἐξέδωκε τῷ συμβουλεύοντι. [1366 b 29] Σημεῖόν ἐστι τῆς ἀνδρίας τὸ μὴ ταράττεσθαι ἐν πολέμῳ, πάθος δὲ ἀνδρίας τὸ θυμοῦσθαι, τὸ σφάττεσθαι δὲ μᾶλλον ὧδε ἐγὼ λέγω, τὸ τραυματίζεσθαι, τὸ κατακόπτεσθαι. τὸ δὲ δικαίως πάσχειν, τὸ δικαίως τραυματίζεσθαι, τὸ δικαίως θνήσκειν κακόν· τῶν γὰρ κακούργων τὸ οὕτω πάσχειν· ὃ καὶ Σωκράτης ἐν τῇ εἱρκτῇ φρουρούμενος πρὸς τὸν ἑταῖρον αὐτοῦ δακρύοντα καὶ λέγοντα ‘ἀδίκως ἀποθνῄσκεις, ὦ Σώκρατες’ παρέδειξεν εἰπὼν ‘οἴει δέ με δικαίως ἀποθνῄσκειν;’ τοῦτο γὰρ τῶν κακούργων ἐστί. [1366 b 38] Καὶ ἃ μὴ αὑτῷ ἀγαθά· οἷον ἐκεῖνά εἰσι καλὰ ἤτοι ἐπαινετά, ἃ ποιοῦμεν χάριν ἄλλων, οἷον εἰ σκέπω πτωχούς, εἰ τροφὰς αὐτοῖς δίδωμι· εἰ γὰρ ἑαυτοῦ χάριν τραπέζας πολυτελεῖς ἵστω, οὐκ ἔστι τοῦτο ἐπαινετὸν καὶ τιμώμενον καὶ ὑμνούμενον. [1367 a 8] Εἴτε ὁ Ἀλκαῖος ὁ ποιητὴς ἤρα κόρης τινὸς ἢ ἄλλος τις ἤρα, παράγει οὖν ὅμως ἡ Σαπφὼ διάλογον· καὶ λέγει ὁ ἐρῶν πρὸς τὴν ἐρωμένην ‘θέλω τι εἰπεῖν πρὸς σέ, ἀλλὰ ἐντρέπομαι, αἰδοῦμαι, αἰσχύνομαι’, εἶτ’ αὖθις ἀμοιβαδὶς ἡ κόρη λέγει πρὸς ἐκεῖνον ‘ἀλλ’ ἐὰν ἦς ἀγαθὸς καὶ ὃ ἔμελλες πρὸς μὲ εἰπεῖν ἦν ἀγαθόν, οὐκ ἂν ᾐδοῦ3 καὶ ᾐσχύνου οὕτως, ἀλλὰ μετὰ παρρησίας ἔλεγες ἂν βλέπων πρὸς μὲ ἀνερυθριάστως’. [1367 a 34] Λέγε πολλάκις τὸν ἠλίθιον σώφρονα καὶ τὸν εὐλαβῆ δειλόν. οὕτω καὶ παρὰ τῷ Θουκυδίδῃ “τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα”.

9. 有人说,“带着认真去称赞”指的是凭借技艺、即凭借修辞规则,具体而言即凭借颂扬的要点。而“不带认真”则指出于信手拈来。 品格是第二种说服,而论辩式是第一种;因为他在全书开端曾说过,“因为说服手段才是唯一的技艺性要素,其他事物不过是附带物”。如果可行,让我们来看一看说服的划分;它是这样的。 所谓高尚者,是指那种同时也是愉悦的、伴随愉悦的善。因此,若某物是高尚的,它也是善的;但绝非若某物是善的,它就也是愉悦的;因为展现勇敢以及我们学习固然是善,却绝非愉悦之事;因为苦涩与伤痛存在于这些事物中。 “最大的德性”是指不局限于单个个体、而是惠及众人的德性。这样看来,正义与勇敢是最大的德性,而节制则是微小的德性;因为节制单单存在于具备它的人自身中。因此,他先前所说“凡因其自身值得选择且值得称赞的便是高尚”,具有如下含意:他说,高尚之物就是一个人因之而受称赞、即受尊崇、受顶礼、被铸立雕像之物。勇敢确实是这样一种事物,而节制绝非如此;因为因着某人的勇敢,我们众人都向其退让,向其顶礼,为其铸造铜像。因此勇敢虽是值得称赞的,却绝非愉悦的。为此,哲学家如今也就高尚提供了许多不同的论题,在发表演说者看来,高尚是作为最值得注目的目的与最究竟的目标,正如他不久前就有益、亦即善,向提建议者提供了更为充裕的论题一样。 在战争中不慌乱是勇敢的标志,但怒火中烧是勇敢的受动——或者按我在此所说,反倒是被屠戮、受创伤、被砍劈。然而公正地受难、公正地负伤、公正地死去则是恶;因为如此受难属于作恶之人。苏格拉底在狱中受押时也表明了这一点,面对哭泣并说着“苏格拉底,你死得不公”的同伴,他说道:“难道你以为我应当公正地死去吗?”因为这乃是作恶之人的特征。 “以及那些对自己并非善的事物”:例如,那些我们为了他人之缘故而做的事乃是高尚的、亦即值得称赞的,比如我庇护穷人、向他们分发粮食;因为如果我是为了自己而摆设豪华的筵席,这并非值得称赞、受尊崇与受赞美的事。 不论是诗人阿尔卡埃乌斯爱慕某位少女,还是别的人在爱慕,萨福无论如何引入了一段对话;求爱者向所爱的女子说:“我想向你说些什么,但我感到局促、敬畏与羞惭”,随后少女反过来对他说:“但如果你是善良的,且你将要对我说的也是善事,你便不会如此敬畏与羞惭,而是会毫无愧色地直视我,坦诚地诉说。” “要常常把愚蠢之人称为节制者,把谨小慎微之人称为怯懦者。”在修昔底德那里也是如此:“因为不顾后果的蛮勇被视为忠于同侪的勇敢,深谋远虑的迟疑被视为体面的怯懦,而节制则被视作不坚强之人的托词。”

语法注3 条
  1. 1.9ὥστε εἴ τι μὲν καλόν, καὶ ἀγαθόν ἐστιν, οὐ μὴν εἴ τι ἀγαθόν, καὶ ἡδύ

    在前后两个条件从句以及后半句归结从句的 καὶ ἡδύ 之后,系动词 ἐστί 均被省略。前半句归结从句中的 καί 起副词性添加作用(“也是”),后半句的 οὐ μήν 则引导强烈的限制与否定(“但绝非……”)。

  2. 1.9ἆρα ἡ ἀνδρία ἐστὶ τοιοῦτον, οὐ μὴν ἡ σωφροσύνη

    虽然 ἆρα 在古典希腊语中通常是引导疑问的助词,但在晚期及拜占庭注释中,它常用于修辞性肯定或推论断言(“确实”、“正是”)。在此处它用以强有力地肯定勇敢符合前文所述“受人顶礼并铸像”的高尚定义,与节制形成对比。

  3. 1.9ἀλλ’ ἐὰν ἦς ἀγαθὸς καὶ ὃ ἔμελλες πρὸς μὲ εἰπεῖν ἦν ἀγαθόν, οὐκ ἂν ᾐδοῦ

    这是一个反事实混合条件句:条件从句由 ἐάν 搭配兼具虚拟与未完成过去特征的形式(ἦς)及未完成过去直陈式(ἦν),归结从句则由 ἄν 搭配未完成过去式(ᾐδοῦ, ἔλεγες ἄν)构成。在反事实条件从句中用 ἐάν 取代 εἰ 是后古典期及拜占庭希腊语的常见用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:278.33-281.2