← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§282.17-283.32

建议与称赞的相互转化及演说中的增益手法

斯特法诺斯结合具体例证解释了亚里士多德关于建议与称赞的相互转化、出自时机与时世的论据、与他人的对比法、以及增益在发表演说的言说中的优先性等论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9#3

[1367 b 33] Μακαρισμὸς δὲ καὶ εὐδαιμονισμός, ὁ ὕμνος, ἐστὶ τῶν θεῶν, τῶν ἡρώων τῶν πᾶσαν ἀρετὴν συλλαβόντων. [1368 a 7] Ὥσθ’ ὅταν ἐπαινέσαι βούλῃ, ἤτοι ὅρα τί ἂν συμβουλεύσῃς τῷ νῦν προκειμένῳ εἰς ἔπαινον, εἰ ἔλθοι καιρός, ὥστε αὐτῷ ταῦτα ἢ ἄλλῳ συμβουλεύσασθαι τὰ τοιαῦτα· καὶ ὅταν μέλλῃς τινὶ συμβουλεύσασθαι καὶ συμβουλεύῃς, ὅρα πῶς ἂν αὐτὸν εἰς ταῦτα καὶ διὰ ταῦτα ἐπῄνεσας, εἰς ἃ νῦν αὐτὸν προτρεπόμενος συμβουλεύεις. [1368 a 8] Ἡ λέξις, φησίν, ἔστω ἀντικειμένη, ἐκεῖ μὲν κωλύουσα καὶ ἀποτρεπομένη τὸ πρᾶγμα, ἐνταῦθα δὲ οὐ κωλύουσα· ἐκεῖ μὲν γὰρ λέγεις “οὐ μοιχεύσεις, οὐ κλέψεις”, ἐκεῖ δὲ ‘οὐκ ἐμοίχευσεν, οὐκ ἔκλεψεν’ ἢ ‘οὐ μοιχεύει, οὐ κλέπτει’. εἶπεν ὅτι [1367 b 37] μετατεθέντα τῇ λέξει καὶ πάλιν εἶπε [1368 a 3] μετατιθέναι δεῖ, εἶτ’ εἶπε καὶ στρέφειν, εἶτ’ ἐπὶ τούτοις εἶπεν ἡ δὲ λέξις ἀντικειμένη ἔσται ἐξ ἀνάγκης. μετάθεσιν οὖν καὶ στροφὴν οἶμαι λέγεις, ὅτε οὕτως εἴπῃς ‘οὐ δεῖ σε μέγα φρονεῖν ἐπὶ τῷ πλούτῳ’ συμβουλεύων, καὶ αὖθις ἐπαινῶν οὕτω μεταθήσεις τὸ οὔ λέγων ‘μέγα φρονῶν Ἀλκιβιάδης οὐκ ἐπὶ τῷ πλούτῳ’. ἀντικειμένη δὲ ἡ λέξις τότε σοι νοεῖται, ὅταν ὧδε μὲν κωλύῃς τὴν πρᾶξιν, ἐκεῖ δὲ οὐ κωλύεις. τὸ δὲ κωλύειν καὶ οὐ κωλύειν τόδε ἀντίθεσις. [1368 a 12] Καὶ τὰ ἐκ τῶν χρόνων1 καὶ τῶν καιρῶν, πῶς ταῦτα ἄλλα καὶ ἄλλα καὶ οὐχὶ τὰ αὐτά εἰσιν ἐνθυμήματα. ἢ τῶν καιρῶν μὲν εἰπὲ ὡς ‘ἐν καιρῷ πολέμου, λιμοῦ, χειμῶνος, θερινοῦ καύματος ὁ δεῖνα ἠνδρίσατο μὴ φεισάμενος ἑαυτοῦ’, τῶν δὲ χρόνων εἰπὲ ‘καὶ τότε ὁ δεῖνα ἠνδρίσατο ἐν τοιούτοις καιροῖς νέος ὤν, παιδίον ιεʹ ἐνιαυτῶν’. [1368 a 19] Κἂν μὴ καθ’ αὑτὸν εὐπορῇς ἤτοι κἂν ὁ ἐπαινούμενος οὐδὲν ἀγαθὸν πώποτε ἔπραξεν οὐδ’ ἐπιχειρημάτων ἀφορμάς σοι ἐπιχορηγῇ, πρὸς ἄλλους αὐτὸν ἀντιπαράβαλλε λέγων ὅτι ‘τῶν ἄλλων πάντων φυγόντων τῶν ἐν τῷ πολέμῳ οὗτος μόνος οὐκ ἔφυγε’. τὸ δὲ ἀντιπαραβάλλειν καὶ ὁ Ἰσοκράτης ἐποίει, ἡνίκα ὑπερηγόρει τινὸς ἐν δικαστηρίῳ· ἀδέξιος γὰρ ὢν δικάζεσθαι οὗτος ὁ πανηγυρικώτατος ἄνθρωπος, ὅτε ὑπερεμάχει τινός, παρέβαλλε τοῦτον τὸν αὐτῷ προσφυγόντα ἢ μετὰ τοῦ ἀντιδίκου αὐτοῦ ἢ καὶ μετ’ ἄλλων τινῶν. [1368 a 26] Ὅλως δὲ τῶν κοινῶν εἰδῶν ἅπασι. κοινὰ εἴδη μὴ νοήσῃς τὰ τρία τῆς ῥητορικῆς εἴδη, ὡς ἔνιοι εἶπον, ἀλλὰ γνῶθι, ὅτι εἰσί τινα πᾶσι τοῖς ῥητορικοῖς λόγοις κοινὰ καὶ χρήσιμα ἤγουν δικανικοῖς, συμβουλευτικοῖς, πανηγυρικοῖς. ποῖα ταῦτα τὰ κοινά; τὸ ἐνθύμημα, τὸ παράδειγμα, ἡ αὔξησις, οἱ ἀπὸ τοῦ μᾶλλον τόποι καί τινα τοιαῦτα· ἔστι γὰρ ἐν πανηγυρικῷ λόγῳ χρήσασθαί σε καὶ παραδείγμασι καὶ ἐνθυμήμασι καὶ τῇ αὐξήσει, ἔστι τοῖς τοιούτοις χρήσασθαί σε καὶ ἐν δικανικῷ λόγῳ καὶ συμβουλευτικῷ· ἀλλὰ νῦν φησιν, ὅτι πλεονάζει ἕκαστον ἐν τῷ οἰκείῳ, οἷον ἐν μὲν τῇ ἐπιδείξει καὶ τῷ πανηγυρικῷ λόγῳ μᾶλλον ἡ αὔξησις χρήσιμος παρ’ ὃ ἐν τοῖς ἄλλοις εἴδεσι.2 πῶς δὲ ἡ αὔξησις χρήσιμος; ὅτιπερ τὰς πράξεις ἐγκωμιάζεις τοῦ ἐπαινουμένου, αἳ δὲ ἀληθεῖς εἰσι πάντως κατεργασθεῖσαι παρὰ τοῦ ἐγκωμιαζομένου, λοιπόν, κἄν τε θέλῃ, κἄν τε μὴ θέλῃ ὁ ἐγκωμιάζων, αἱ πράξεις εἰσίν, οἷαί εἰσὶ καὶ οἷαι ἐγένοντο. ἁρμόζει οὖν τῷ πανηγυρίζοντι μὴ οἷαί εἰσὶ ταύτας εἰπεῖν, ἀλλ’ αὐξῆσαι αὐτὰς καὶ λαμπρῦναι, ὡς ὁ μέγας Θεολόγος ἐν τῷ Ἐπιταφίῳ μεγαλύνει· “τίς εἶδε; τίς ἤκουσε τοιοῦτον θήραμα; ἔλαφοι τῶν λόφων ποθὲν ὑπερφανέντες” καὶ τὰ ἑξῆς.

“祝颂与福祉视之,即颂歌,乃是属于神明以及汇聚了全部德性的英雄们的。” “因此当你想要称赞时”,即看一看,如果有适宜的时机向如今被提出予以称赞的人建议这些事、或向他人建议此类事,你会向他提出什么建议;而当你将要向某人提出建议并正在建议时,看一看你会如何就这些事物并因这些事物而称赞他——即如今你激励他并向他建议的那些事物。 “文辞”,他说,“应当是对立的”,在前者中阻拦并劝阻该行为,在后者中则不予阻拦;因为在前者中你说是“不可奸淫,不可偷盗”,而在后者中[你说]“他不曾奸淫,他不曾偷盗”或“他不奸淫,他不偷盗”。他曾说“在文辞上倒换”又曾说 “应当倒换”随后又说“扭转”,在此之上他又说“而文辞必然会是对立的”。因此我认为,当你在提出建议时如此说“你不应因财富而自视甚高”,而在称赞时又如此倒换否定词“不”,说“阿尔基比亚德虽自视甚高,却并非因财富”时,你便是在谈论倒换与扭转。而当你在这一方阻拦行动,在另一方不予阻拦时,文辞便被你理解为对立的。而阻拦与不阻拦,这便是对立。 “以及出于时世与时机的论点”:这些论点如何互不相同而非相同的修辞推论。或者说,就时机而言,你可以说“在战争、饥荒、严冬、夏日酷暑之时,某某人奋勇向前,未曾爱惜自身”;就时世而言,你可以说“即便在那样的时候,某某人在那种境遇下,年纪尚轻,还是个十五岁的孩童,便奋勇向前”。 “即便就其自身而言你缺乏论据”,也就是说,即便被称赞者从未做过任何善事,也不曾为你提供推论的出发点,你也要将他与他人相对比,说“在战争中所有其他人皆逃跑时,唯独此人未曾逃跑”。进行对比这也是伊索克拉底在法庭上为某人辩护时所做的事;因为这位最擅长演说的人并不擅长诉讼,当他为某人辩护时,便将投奔于他的这名当事人要么与其诉讼对手对比,要么也与其他某些人对比。 “总体而言,在对所有人共通的形式中”:不要像某些人所说的那样,把“共通的形式”理解为修辞学的三种类型,而当明白,有些东西对于一切修辞言说——即法庭言说、审议言说、演说言说——都是共通且有用的。这些共通之物是什么?修辞推论、例证、增益、出自“更甚”的论题以及某些诸如此类的事物;因为在演说言说中你既可以使用例证,也可以使用修辞推论与增益,而在法庭言说与审议言说中你同样可以使用此类事物;但他如今所说的是,每一项在其固有的领域中占优势,比如在夸耀与演说言说中,增益比起在其他形式中更为有用。增益又如何是有用的呢?因为你颂扬被称赞者的行动,而这些行动由被颂扬者所完成,完全是真实的;总之,无论颂扬者愿意与否,行动都是其本来所是的样子、以及所发生的样子。因此,对于发表演说者而言,恰当的并非如实陈述这些行动,而是增益并光大它们,正如那位伟大的神学家在《悼词》中所夸饰的那样:“谁曾见过、谁曾听闻过这样的猎物?鹿群从山丘上方某处现身”,等等。

语法注2 条
  1. 1.9τῶν καιρῶν μὲν ... τῶν δὲ χρόνων

    句首的属格名词短语(τῶν καιρῶν, τῶν χρόνων)充当表示关涉或论题的属格(“就时机而言……就时世而言,可以说……”),用以引出陈述的话题,而非命令式动词 εἰπέ 的直接宾语(直接宾语为各引语从句)。

  2. 1.9παρ’ ὃ ἐν τοῖς ἄλλοις εἴδεσι

    跟随在比较级副词 μᾶλλον 之后的介词短语 παρ' ὅ(παρὰ ὅ)连同中性单数宾格关系代词,构成了表示比较基准的连词性结构,意为“相比于……”或“比起在其他形式中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:282.17-283.32