- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:277.20-278.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺斯注解亚里士多德《修辞学》第1卷第8章,阐述民主制、贵族制、寡头制、王制与僭主制的区别及其目的,说明建议者针对各政体所当展现的品格摹仿,并在文末补述了前一章中引自品达和荷马之句的出处。
8. [1365 b 31] Ἐπὶ τῆς δημοκρατίας ἕνα ἐκλέγονται ἢ τρεῖς ἢ τέσσαρας, οἳ καὶ κρίνουσι, καὶ οὐχὶ πάντας. διὰ τοῦτο εἶπε ‘μόριον τούτων τι ἂν εἴη’, εἶτα εἶπεν “ἢ ὅλον τούτων”, ὡς ἐπὶ τῆς ἀριστοκρατίας ὅλον τὸ ἄρχον κρίνει ἤτοι οἱ ἄριστοι καὶ οἱ φρόνιμοι, ἀλλὰ καὶ ἐπὶ τῆς ὀλιγαρχίας τὸ ὅλον κρίνει ἤτοι οἱ ὀλίγοι ἐκεῖνοι οἱ ἄρχοντες καὶ ἐπὶ τῆς μοναρχίας ὁ εἷς. τὸ δὲ κλήρῳ καὶ οὕτως ἑρμηνεύεται ἀντὶ τοῦ κατὰ γενεὰν καὶ οἷον κλήρῳ πατρῴῳ· τελευτήσαντος γὰρ τοῦ πατρὸς ὁ υἱὸς διαδέχεται αὐτοῦ τὴν βασιλείαν, ὡς ἐπὶ τῶν Ἰβήρων ἔχει καὶ τῶν Κελτῶν βασιλέων. περὶ δὲ τῶν τοιούτων πολιτειῶν ἀνάγνωθι τὰ ἐν τοῖς Ἠθικοῖς μου σχόλια, ἀλλὰ καὶ τὸ ξυλοχάρτιον κοντάκιον τὸ ἐν τῇ περὶ μεθόδου δεινότητος. [1366 a 1] Ἡ μὲν κατὰ τάξιν βασιλεία ἤγουν ἡ ὡρισμένη, ἐν ᾗ ὁ δῆμος καὶ οἱ στρατιῶται ἐκλέξονται βασιλέα τόνδε· ἢ τὸ κατὰ τάξιν ἔνιοι λέγουσιν ἀντὶ τοῦ κατὰ γένος καὶ κατὰ διαδοχήν, ὡς τὸ τοῦ πατρὸς βασιλέως θανόντος βασιλεύειν τὸν υἱόν. [1366 a 2] Ἡ δ’ ἀόριστος τυραννίς, οἷον εἴ τις οὐ προβληθεὶς παρὰ τοῦ δήμου καὶ τῶν στρατιωτῶν ἄρχει παραλαβὼν τὴν βασιλείαν μετὰ πολέμου καὶ αἵματος. [1366 a 6] Τυραννίδος δὲ τέλος φυλακὴ ἤγουν αἱ λεγόμεναι παραμοναί, Πέρσαι, ξιφηφόροι. [1366 a 8] Ἧιπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες ἤγουν ἀναφέροντες πάντα, ὅσα ἂν καὶ συμβουλευώμεθα, πρὸς τοῦτο τὸ τέλος, οἷον αἱρούμεθα καὶ ᾗ (ἀντὶ τοῦ ὅπου) αἱρούμεθα, εἴτε ἀριστοκρατία εἴη, τὸ οἰκεῖον αὐτῇ τέλος ζητοῦντες, εἴτε ἄλλη τις πολιτεία. [1366 a 12] Δέοι ἂν τὰ ἤθη ἑκάστης πολιτείας μιμεῖσθαι καὶ ἔχειν τὸν συμβουλευόμενον, οἷον ἐν μὲν δημοκρατίᾳ μὴ ἐπηρμένον ἑαυτὸν δεικνύειν, ἀλλὰ κοινωνικὸν καὶ δημοτικὸν καὶ εὐλαβῆ καὶ μέτριον τὸ ἦθος, ἵνα μὴ τυραννικώτερος φανείη ὑποπτευθείς, ἐν ἀριστοκρατίᾳ ἐμβριθὴς καὶ ὑψηλὸς ἀπὸ τῶν νόμων καὶ τῶν ἐθῶν τῶν πολιτικῶν λαμβάνων τὸ παρρησιάζεσθαι, ἐν δημοκρατίᾳ ἐπηρμένος διὰ τὸν πλοῦτον1 καὶ ἀλαζονικώτερος, μὴ τοῖς πρέσβεσι τοῖς ποθὲν ἀπαντήσασι πειθόμενος τὰ πολλὰ καὶ αὐτοῖς ταπεινὸν ἑαυτὸν ὑπενδιδούς, ἀλλὰ τὸν Σθενελαΐδαν μιμούμενος ἐπὶ μάχην κινοῦντα, ἀλλὰ τὸν Περικλέα ζηλῶν πρεσβείαν Λακωνικὴν ἀτιμάζοντα. [1366 a 14] Ταῦτα δὲ ἤτοι τὰ ἤθη μιᾶς ἑκάστης πολιτείας ληφθήσεται διὰ τῶν αὐτῶν ἤτοι τῶν πολιτειῶν. [1366 a 14] Τὰ μὲν γὰρ ἤθη φανερὰ γίνεται κατὰ τὴν προαίρεσιν ἤτοι ἐκ τῆς προαιρέσεως· ἀφ’ ὧν γὰρ προαιρεῖταί τις καὶ συμβουλεύει, φαίνεται τὸ ἦθος αὐτοῦ. ἡ δὲ προαίρεσις ἀναφαίνεται ἢ καὶ ἀναφέρεται πρὸς τὸ οἰκεῖον τέλος. [1365 a 29] Ἐν ὕμνῳ Θήρωνος Ἀκραγαντίνου φησὶν ὁ λυρικὸς Πίνδαρος ἑαυτὸν ἐπαινῶν ὡς αὐτοφυῆ σοφὸν οὕτως “σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον2 Διὸς πρὸς ὄρνιχα θεῖον”. λέγει οὖν ‘ὥσπερ κόρακες πρὸς ἀετὸν φιλονεικοῦσιν οἱ διδακτοὶ πρὸς τοὺς φύσει αὐτοδιδάκτους’. αἰνίττεται δὲ εἴς τε ἑαυτὸν τοῦτο καὶ εἰς Σιμωνίδην. τὸ δὲ [1365 a 30] “αὐτοδίδακτος δ’ εἰμί” ἐν τῷ χʹ Ὀδυσσείας Ὅμηρος λέγει περὶ τοῦ κιθαρῳδοῦ Φημίου παρακαλοῦντος Ὀδυσσέα μὴ κτανθῆναι. τέως δ’ οὖν τὰ εἰρημένα εἶπεν ὁ Πίνδαρος πρὸς Βακχυλίδην τάχα ἀποτεινόμενος τρόπον τινὰ ἀνταγωνιστὴν αὑτοῦ γεγονότα.
8. 在民主制下,人们推选一人、三人或四人,由他们进行裁判,并非推选所有人。因此他说“会是这些当中的某一部分”,随后又说“或是这些当中的全部”;正如在贵族制下整个统治集团进行裁判,即最优秀者与审慎者;但在寡头制下亦是全体进行裁判,即进行统治的那少数几个人;而在君主制下则由单单一人进行裁判。而“凭抽签”这一表述亦作如此解释,用来代替“依照世代,犹如凭借父祖的份额”;因为当父亲死后,儿子继承其王权,正如在伊比利亚人和凯尔特人的诸王那里所呈现的那样。关于此类政体,请参阅我对《伦理学》所作的注解,以及对《论雄辩的力量之方法》所作注解中的纸质小册子。 “循序的王制”,即受限定的王制,在此政体下民众与士兵推选某人为王;抑或有人说“循序”用来代替“依血统与继承”,正如在父王死去时儿子登基为王那样。 “无限定的则是僭主制”,例如某人未经民众与士兵的推举,而是在战争与流血中夺取王权进行统治。 “僭主制的目的则是防卫”,即所谓的常备卫队、波斯护卫、配剑卫士。 “依此,人们引向此来进行选择”,即将我们可能建议的一切事物都归依于此一目的;例如无论它是贵族制还是其他某种政体,我们在追求其特有目的的同时进行选择,并依随我们进行选择的准则(用来代替“在何处”)进行选择。 提建议者应当模仿并具备每种政体的品格:例如在民主制下,不可表现得自高自大,而应在品格上合群、亲民、谨慎且适度,以免在受到猜忌时显得过于专横;在贵族制下,应当庄重而崇高,从城邦的法律与习俗中汲取直言不讳的胆略;在[寡头制]下,因财富而自负傲慢,在多数事情上不盲从自某处前来的使节,亦不对他们卑躬屈膝,而是效仿挑起战端的斯忒涅拉伊达斯,或者取法蔑视斯巴达使团的伯里克利。 “而这些”,即每一政体的诸品格,“将通过相同的事物”,即通过诸政体而被把握。 “因为品格依抉择而显露”,即从抉择中显露;因为从一个人所抉择并建议的事情中,其品格得以彰显。而抉择显露于、或亦归依于其特有的目的。 在为阿克拉加斯的塞隆所作的颂歌中,抒情诗人品达称赞自己是天赋的智者,如此说道:“依天资而知多者乃为明智;而那些靠学习得来之人,凭着饶舌而喧闹,犹如乌鸦,徒劳地向着宙斯神圣的鸟儿聒噪。”因此他说:“正如乌鸦对抗雄鹰一般,受教者亦对抗天生自通者。”他将此暗指自身与西蒙尼德斯。至于“我是自通的”这句话,荷马在《奥德赛》第22卷中是关于乐师费米奥斯说的,当时他正哀求奥德修斯不要杀他。不过无论如何,品达说出前述话语,或许是指向以某种方式成为其对手的巴克利德斯。
- 1.8ἐν δημοκρατίᾳ ἐπηρμένος διὰ τὸν πλοῦτον
紧承前文的“在民主制下(ἐν μὲν δημοκρατίᾳ)”和“在贵族制下(ἐν ἀριστοκρατίᾳ)”,此处论及因财富而自负,依上下文理实指“在寡头制下(ἐν ὀλιγαρχίᾳ)”。抄本文字作“在民主制下”,译文在括号中译出其在义理上对应的实指。
- 1.8κόρακες ὥς, ἄκραντα γαρύετον
在引用品达诗句(《奥林匹亚胜利颂》第2首86–88行)中,主语“靠学习得来之人”(μαθόντες)(及比喻中的“乌鸦”κόρακες)为复数,而动词“γαρύετον”则使用了双数形式。该句法结构反映了诗人所针对的是一对论敌(传统上认为是西蒙尼德斯与巴克利德斯二人),斯特凡诺斯亦在后文提及了这两位诗人。
