- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:276.4-277.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特凡诺斯注疏《修辞学》第1卷第7章(1365a8–1365b16),阐释善恶比较的论题,包括更大损失、分割与结合的夸张修辞、出身对比、品达与墨勒阿戈洛斯的神话范例,以及实在与显象之间的对照。
καὶ ὃ ἕλοιτο πάλιν ὁ βελτίων ἁπλῶς ἢ ὁ βελτίων τοῦ ἁπλῶς βελτίονος,1 ἤτοι ὅπερ ἕλοιτ’ ἂν ἢ ὁ δίκαιος ἢ ὁ δικαιότερος, ἐκεῖνο μᾶλλον ἀγαθόν, οἷον τὸ ἀδικεῖσθαι ἴσως ὁ δίκαιος οὐκ ἂν ἕλοιτο· τοῦ γὰρ ἴσου ἐστὶ φύλαξ, τοῦ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι δηλαδή· τοῦτο δὲ τὸ ἀδικεῖσθαι ὁ δικαιότερος τῶν δικαίων ἕλοιτο, ὑπὲρ τὸ δίκαιον ζῶν, ὡς οἱ τοῦ Χριστοῦ καὶ τοῦ εὐαγγελίου παρ’ ἡμῖν. [1365 a 8] Καὶ ὧν αἱ ζημίαι μείζους· ἐπὶ τοῦ ἀπολέσαντος χρυσὸν παρ’ ὃ ἄροτρον ἢ χαλκόν.2 [1365 a 10] Ἡ πολιορκία κακόν, ἀλλ’ ἔτι δοκεῖ μεῖζον κακόν, εἰ διαιρεθείη εἰς τὰ μόρια, ἐξ ὧν σύγκειται. μόρια δὲ αὐτῆς τὸ τὴν πόλιν ἐμπρησθῆναι, τὸ αἰχμαλώτους ἀχθῆναι τοὺς πολίτας, τὸ δεσμίους, τὸ παρανάλωμα ξίφους πάντας γενέσθαι. [1365 a 16] καὶ ἡ σύνθεσις δὲ τὰ αὐτὰ τῇ διαιρέσει δύναται· ὑπεροχὰς γὰρ καὶ αὕτη ποιεῖ, οἷον ἐπὶ πολιορκίας ἢ μᾶλλον ἐπὶ ἁλώσεως οὐ μόνον τὸ πῦρ ἀμαθύνει τὴν πόλιν, ἀλλὰ καὶ οἱ λαοὶ φθινύθουσι, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τὰ τέκνα δέσμια ἄγονται καὶ αἰχμάλωτα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ αἱ γυναῖκες τοῖς πολεμίοις δοῦλαι. [1365 a 28] Ἐξ ὧν ὑπῆρξε ταῦτα, ἤγουν ἐξ οἵων γονέων εὐτελῶν ὢν ὑπῆρξεν ὁ Ἰφικράτης ταῦτα ἤγουν τὸ στρατιώτης, τὸ ἀνδρεῖος, τὸ ὑπερπολεμῶν τῆς πατρίδος. [1365 a 30] Ὁ ποιητὴς Πίνδαρος ἦν αὐτοδίδακτος, ἤτοι ‘ἐκ γενετῆς εἰμι σοφός’, φησί, ‘καὶ οὐκ ἀπὸ διδασκάλου τοιοῦτος γέγονα’. [1365 a 12] Ὁ Μελέαγρος ἐγεννήθη τῷ Οἰνεῖ ἀπὸ τῆς Ἀλθαίας. τούτου δ’ ὄντος ἡμερῶν ἑπτὰ παραγενομένας τὰς Μοίρας φασὶν εἰπεῖν ὅτι ‘τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος οὗτος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ’. τοῦτο ἀκούσασα τὸν δαλὸν ἀνείλετο ἀπὸ τῆς πυρᾶς ἡ Ἀλθαία καὶ κατέθετο ἐν λάρνακι θησαυρίσασα. γέγονεν ὁ Μελέαγρος γενναῖος. ἐτησίων οὖν καρπῶν τοῖς θεοῖς παρὰ τοῦ Οἰνέως ἀνατεθειμένων οὐκ ἐδόθη θυσία καὶ τῇ Ἀρτέμιδι. ἐμήνισεν ἡ θεὸς καὶ ἐπαφῆκε κατὰ Αἰτωλίας καὶ Καλυδῶνος κάπρου τι χρῆμα ἐξαίσιον, ὃς τήν τε γῆν ἄσπορον ἐποίει καὶ τὰ δένδρα ἐξέταμε καὶ τοὺς ἀνθρώπους ἀπέκτεινε. συνήχθησαν οὖν οἱ ὁμοροῦντες γενναῖοι ἄνδρες τοῦ Οἰνέως συγκαλεσαμένου, ὃς ἔθετο καὶ τῷ ἀποκτενοῦντι τὸν σῦν ἀριστεῖον τὸ δέρμα. ὁ γοῦν Μελέαγρος ἀποκτείνας τὸν κάπρον ἔλαβε τὴν δοράν, ἣν καὶ τῇ αὑτοῦ ἐρωμένῃ Ἀταλάντῃ συγκυνηγετούσῃ αὐτῷ ἐδωρήσατο. ἐλυπήθησαν οὖν καὶ οἱ ἀδελφοὶ τῆς Ἀλθαίας κατὰ τοῦ ἀνεψιοῦ αὐτῶν Μελεάγρου ὡς μὴ αὐτοῖς συγκυνηγέταις οὖσι δωρησαμένου τὴν δορὰν,3 ἀλλὰ τῇ παλλακῇ, καὶ συνάραντες λόγους ἀπεκτάνθησαν παρὰ Μελεάγρου. οἱ γοῦν Καλυδώνιοι (τῆς γὰρ Καλυδῶνος ἦρχον οἱ φονευθέντες) ἐστράτευσαν κατὰ τῆς Αἰτωλίας. ὁ γοῦν Μελέαγρος ἀναγκαζόμενος παρὰ τῆς μητρὸς ἐξελθεῖν εἰς τὸν πόλεμον οὐκ ἤκουσεν αὐτῆς οἷα φθασάσης αὐτὸν ὑβρίσαι ὡς ἀναιρέτην τῶν ἀδελφῶν αὐτῆς, ἀλλ’ ἡ γυνὴ τὰ τῆς ἁλώσεως προθεμένη τοῦτον εἰς τὸν πόλεμον ἀνέστησε. [1365 b 2] Τὸ εὖ πάσχειν αἱρήσεται πᾶς, κἂν μέλλῃ λαθεῖν· πρὸς ἀλήθειαν γὰρ ἀφορᾷ· οὐκ ἂν δὲ ἕλοιτό τις λαθεῖν, εἴ τινα εὖ ποιήσει. διὸ καὶ ὁ Ὀδυσσεὺς οἷα Οὖτις τυφλώσας τὸν Κύκλωπα καὶ ἐντὸς τῆς νηὸς αὑτοῦ γεγονὼς οὐκ ἠνέσχετο τὸ ἔργον αὑτοῦ λαθεῖν, ἀλλ’ ἐν μέσῳ γεγονὼς τῷ πελάγει ἐβόησε τὸ ‘Κύκλωψ, ἐγώ εἰμι Ὀδυσσεὺς ὁ τυφλώσας σε’. [1365 b 6] Πᾶς, κἂν ἄδικος εἴη κἂν δίκαιος, αἱρεῖται δοκεῖν καὶ πᾶσι φαίνεσθαι δίκαιος παρ’ ὃ εἶναι· πῶς γὰρ ὁ ἄδικος ἂν εἴη δίκαιος; εἰ δὲ καὶ δίκαιος εἴη τις, ἀγαπᾷ τὸ παρὰ πᾶσιν ᾄδεσθαι δίκαιος καὶ κρεῖττον ἔχει τοῦ εἶναι τὸ φαίνεσθαι. [1365 b 16] Γράφεται καὶ οὕτως· καὶ τὸ ἀγαπητὸν τοῖς μὲν μόνον, τοῖς δὲ μετ’ ἄλλων. γράφεται καὶ οὕτως· ἀγαπητὸν γὰρ ἂν εἴη μᾶλλον, εἰ μόνον εἴη ἢ μετ’ ἄλλων.
并且,端本更优秀者,或者比端本更优秀者更优秀者所会选择的事物,乃是更大的善;亦即,无论公正者还是更为公正者所会选择的事物,都更为是善。例如,承受不正义,公正者或许不会选择;因为他是平等的守护者,亦即既不行不正义也不承受不正义的守护者;但是这承受不正义,公正者之中更为公正者却会选择,因为他生活在严格的公正之上,正如我们之中属于基督和福音的人一样。 “以及其损失更大者”:如同对于失去黄金者而言,相比于失去犁或铜[而言]。 围城是一件恶事,但若将其分割为由之构成的诸部分,它显得是更大的恶事。而它的诸部分乃是城邦被焚毁、市民们被作为俘虏押走、戴上镣铐、所有人成为刀下之鬼。 “而结合亦具有与分割相同的效用”;因为这也造就夸张。例如在围城或更确切地说在陷落的情形中,不仅大火将城邦化为灰烬,而且民众亦消亡,不仅如此,孩子们亦被束缚并作为俘虏被押走,不仅如此,妇人们亦沦为敌人的奴婢。 “这些事物源自何种开端”,亦即伊菲克拉特斯出身于怎样微贱的父母而成为了这些,亦即士兵、勇敢者、为祖国奋勇征战者。 诗人品达是自学成才的,亦即他说“我生而明智,并非由于教师而成为如此之人”。 墨勒阿戈洛斯是阿尔泰亚为俄纽斯所生。当他出生七日时,人们说命运三女神降临并说道:“当灶上燃烧着的这块木炭被燃尽时,墨勒阿戈洛斯就将死去。”阿尔泰亚听到这话,便从柴堆中拾起那块木炭,储藏在木箱之中珍藏起来。墨勒阿戈洛斯长大成人,英勇非凡。当俄纽斯向众神奉献岁产果实的时候,唯独没有向阿耳忒弥斯献祭。女神大怒,向埃托利亚和卡吕冬降下一头庞然怪异的野猪,它使土地荒芜,砍伐树木,杀戮人类。俄纽斯召集邻近的英勇男儿,他们便聚拢而来;他还规定将兽皮作为奖赏赐给杀死那头野猪的人。于是墨勒阿戈洛斯杀死了野猪并获得了兽皮,他又将它赠给了与他一同狩猎的所爱之人阿塔兰忒。阿尔泰亚的兄弟们因他们的外甥墨勒阿戈洛斯而愤怒,借口他没有将兽皮赠给同为狩猎者的他们,而是赠给了姘妇;他们发生争执后被墨勒阿戈洛斯所杀。于是卡吕冬人(因为被杀者统治卡吕冬)便发兵攻打埃托利亚。墨勒阿戈洛斯受到母亲的强逼要他出战,却不听从她,因为她此前曾侮辱他是杀害她兄弟的凶手;但他的妻子将城陷之后的惨状摆在他面前,从而激励他奔赴战场。 受到善待是每个人都会选择的,即便注定不为人知;因为这着眼于真实。但如果一个人善待了某人,他就不会选择不为人知。正因如此,奥德修斯以“无人”的身份弄瞎了独眼巨人并登上了自己的战船之后,便不能忍受自己的功绩不为人知,而是在抵达公海当中时大喊:“独眼巨人,弄瞎你的乃是我奥德修斯!” 任何人,无论是不公正者还是公正者,都宁可显得并且在所有人看来是公正的,胜过实际如此。因为不公正者怎能是公正的?而即使某人是公正的,他也乐于在所有人中被称颂为公正,并且认为显得如此胜过实际如此。 亦有文本作:“对于某些人单独而言是可喜爱的,但对于另一些人则是与其他事物结合在一起[是可喜爱的]”。亦有文本作:“因为如果它单独存在,便比与其他事物结合在一起更为可喜爱”。
- 1.7ὁ βελτίων τοῦ ἁπλῶς βελτίονος
属格 τοῦ ἁπλῶς βελτίονος 作比较级的比较属格,由比较级形容词 ὁ βελτίων 所支配,意为“比端本更优秀者更为优秀的人”。
- 1.7παρ’ ὃ ἄροτρον ἢ χαλκόν
短语 παρ’ ὃ(介词 παρά 接关系代词宾格 ὅ)表示比较,宾格 ἄροτρον ἢ χαλκόν 作省略的 ἀπολέσαντος 的宾语,与前文的 ἐπὶ τοῦ ἀπολέσαντος χρυσόν 相对照,意为“相比于[失去]犁或铜[的人而言]”。
- 1.7ὡς μὴ αὐτοῖς συγκυνηγέταις οὖσι δωρησαμένου τὴν δοράν
小词 ὡς 引导属格独立结构(δωρησαμένου τὴν δοράν,逻辑主语为墨勒阿戈洛斯),表达兄弟们主观上的怨恨或指责理由(“借口他没有将兽皮赠给他们”)。
