- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:274.27-276.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯蒂芬努阐释了《修辞学》第一卷第七章中比较诸善大小优劣的论题,考察了复合善相对于单一主要善的相加条件、明智者的自然判定与专门判定的区分,以及一切存在物若获理智皆会选择之物作为善的定义。
7. [1363 b 9] Καὶ μεῖζον μὲν ἀεὶ καὶ πλεῖον ἀεὶ πρὸς ἔλαττον. ὡς λήμματα ταῦτα προλαμβάνει· τέως δὲ κατὰ ἀκρίβειαν ἔχε τὸ μεῖζον μὲν πρὸς μεῖζον λεγόμενον, τὸ δὲ πλεῖον πρὸς ἔλαττον. [1363 b 17] Αὐτῷ δὲ ἀγαθὸν τὸ πρὸς αὑτὸν ταῦτα πεπονθός. γράφεται καὶ οὕτως· αὐτὸ δὲ ἀγαθὸν τὸ πρὸς αὑτὸ ταῦτα πεπονθός, ἤγουν ὁ μέλλων γενέσθαι εὐδαίμων πρῶτον γίνεται σώφρων, δίκαιος, πολύπαις, καλλίπαις, πλούσιος, εἶτα πάντα τὰ ψυχικά, τὰ σωματικά, τὰ ἐκτὸς ἀγαθὰ εὐτυχήσας φθάνει εἰς τὸ τέλος τὴν εὐδαιμονίαν καὶ ἔστιν εὐδαίμων. ἑαυτῷ οὖν ἀγαθόν ἐστιν ὁ εὐδαίμων ὁ δι’ ἑαυτὸν ταῦτα πάντα πεπονθὼς τὰ ἀπηριθμημένα· ἔπαθε γὰρ τοιῶσδε ὁρῶν τὸ σωφρονίζεσθαι, τὸ σωφρονεῖν, τὸ δικαιοπραγεῖν, ἐπάλαισε πρὸς ἡδονάς, ἐνίκησεν, ἔμαθεν ἐπιστήμας, ἐν πολέμοις πολλὰ ἐπόνησεν, ἠνδρίσατο. ἐγὼ μὲν ἐπὶ τοῦ τὰς ἕξεις ἔχοντος ἐποιησάμην τὸν λόγον, σὺ δὲ καὶ ἐπὶ ἕκτου ὁμοίως εἰπέ. ἀγαθὸν οὖν ἐστιν ἑαυτῷ τὸ πεπονθὸς ταῦτα πρὸς ἑαυτὸ ἤτοι τὸ ἔχον τὰ ἄλλα ἀφορῶντα καὶ νεύοντα πρὸς αὐτό· ἡ γὰρ εὐδαιμονία ἀγαθὸν ἡ παθοῦσα τὰ προειρημένα ἀγαθά. σαφέστερος δὲ ὁ λόγος ἐπὶ τοῦ εὐδαίμονος. [1363 b 18] Μεῖζον ἀγαθόν ἐστι τὰ πλείω τοῦ ἑνός, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἑνὸς συναριθμουμένου τοῖς πλείοσι· καὶ μεῖζον ἀγαθὸν τὰ πλείω τῶν ἐλαττόνων συναριθμουμένων τοῖς πλείοσι καὶ τῶν ἐλαττόνων καὶ μὴ ἀπολύτως λεγομένων· εἰ γὰρ μὴ συναριθμήσεις, ψευδῆ εὑρεθήσῃ λέγων· οἷόν τι φημί; τὸ κάλλος, ἡ ποδώκεια, ὁ πλοῦτος, ἡ δικαιοπραγία, ἡ εὐγένεια μεῖζον ἀγαθόν εἰσι μετὰ τῆς εὐδαιμονίας παρ’ ὃ ἡ εὐδαιμονία μόνη καὶ ἡ εὐγένεια πάλιν καὶ τὸ κάλλος καὶ ἡ ἀνδρία μετὰ τῆς βασιλείας μεῖζον ἀγαθόν εἰσι παρ’ ὃ ἡ βασιλεία μόνη. συναρίθμει οὖν καὶ τὴν βασιλείαν αὐτοῖς· εἰ γὰρ μή, ἁμαρτήσεις· οὐ γὰρ εἰ πλείονά εἰσι ταῦτα τοῦ ἑνός, τῆς βασιλείας δηλαδή, ἤδη καὶ ταῦτα ἰδίᾳ τὰ πλείονα μεῖζον ἀγαθὸν τῆς βασιλείας εἰσίν, ἀλλὰ μᾶλλον τὸ ἓν ἤγουν ἡ βασιλεία μεῖζόν ἐστι τῶν πολλῶν αὐτῶν ἀγαθόν. τοῦτο δὲ εἰπὲ καὶ ἐπὶ εὐδαιμονίας. [1364 b 11] Καὶ ὃ κεκρίκασιν οἱ φρόνιμοι ἢ οἱ πάντες φρόνιμοι ἢ οἱ πλείονες ἢ οἱ κράτιστοι, τοῦτο μεῖζον ἀγαθὸν παρὰ τὸ κριθὲν ἢ παρὰ οὐ φρονίμων ἢ οὐ πάντων1 καὶ τὰ ἑξῆς· κεκρίκασι δέ, φησίν, οἱ φρόνιμοι ἢ ἁπλῶς ἢ κατὰ φρόνησιν. ὃ δὲ λέγει, τοιοῦτό ἐστι· πολλάκις οἱ φρόνιμοι κρίνουσιν ἁπλῶς ὡς ἄνθρωποι, πολλάκις οὐ μόνον καθ’ ὃ ἄνθρωποι, ἀλλὰ καθ’ ὃ φρονιμώτατοι· οἷον τί λέγω; ὅταν λέγωσι ‘τίμα τὸν θεόν’, ‘ἀγάπα τοὺς φίλους σου’, ‘σέβου γονέας’, ταῦτα ἂν ὡς ἁπλῶς ἄνθρωποι εἴποιεν· οὐδὲ γὰρ δυσκολίαν ἔχει τὸ λεγόμενον οὐδὲ ἀνάγκης δεῖται ἀποδεικτικῆς αὐτοφυῶς ἔχον παρ’ ἡμῖν. ὅταν δὲ λέγωσι ‘τὸ ἀδικεῖσθαι κρεῖττόν ἐστι τοῦ ἀδικεῖν’, τότε κατὰ φρόνησιν τοῦτο καὶ ὡς φρονιμώτατοι λέγουσι. [1364 b 15] Καὶ γάρ τι ἤγουν οὐσίαν καὶ ποσὸν καὶ ποιόν, ἤτοι εἴ τις οὐσία τοῖς φρονίμοις δόξει μεῖζον ἀγαθόν, ἢ ὃ σύμμετρον αὐτοῖς φανείη, τότε καὶ ἡμῖν ᾗ τοιοῦτον στερχθήσεται. [1364 b 17] Ἀγαθόν ἐστιν, ὃ λαβόντα τὰ ὄντα πάντα νοῦν καὶ φρόνησιν, ἤγουν ὁ λίθος, τὸ φυτόν, ὁ βοῦς, ἕκαστον τούτων (τῶν ὄντων δηλαδὴ) ἕλοιτο· τὸ γὰρ ἕκαστον ἐπὶ τῶν πραγμάτων λαμβάνω, οὐ μὴν ἐπὶ τοῦ ἀγαθοῦ·2 εἰ δὲ καὶ οὕτως, οὐ διαμαρτήσεταί τις. [1364 b 19] Καὶ τὸ τοῖς βελτίστοις ὑπάρχον ἢ ἁπλῶς ἢ ᾗ βελτίοσιν. εἰ δὲ βέλτιστοι οἱ στρατηγοὶ παραβαλλόμενοι πρὸς τοὺς ἁπλῶς στρατιώτας, εἰσὶ δὲ καὶ τῶν βελτίστων ἤτοι τῶν στρατηγῶν βελτίους ἢ οἱ στρατηγικώτεροι ἢ οἱ ἀνδρειότεροι, ἡ οὖν ἀνδρία ὑπάρχει καὶ ἐνθεωρεῖται τοῖς στρατηγοῖς ἢ τοῖς στρατηγικωτέροις, μεῖζον ἄρα ἀγαθὸν τῆς ἰσχύος. καὶ ἀντιστρέψας αὖθις εἰπέ.
7. “而较大的总是相对于较小的[而言],较多的也总是相对于较少的[而言]”。他预先将这些作为前提来采纳;但眼下从严格意义上讲,你当理解为:较大的乃是相对于较大的而言,较多的乃是相对于较少的而言。 “而对于他自己而言的善,乃是就他自身而言经历了这些事物者”。 也有文本作:“而就其自身而言的善,乃是就其自身而言经历了这些事物者”,也就是说,将要成为幸福者的人,首先变得节制、公正、多子、育有嘉子、富有,继而在灵魂的、身体的和外在的诸善上尽皆顺遂,达于终极目的即幸福,从而成为幸福者。因此,为了自身而经历了所有这些被列举之事物的幸福者,对于他自己而言乃是善;因为他正是如此看待而经历了受到节制、保持节制、行事公正,与诸快乐搏斗并获胜,习得各种知识,在战争中备经辛劳,表现得勇敢无畏。我是就具有这些品质的人进行了论述,而你亦可就第六种事物作同样的陈述。因此,就其自身而言经历了这些事物者,亦即拥有其他注视并倾向于它的事物者,就其自身而言乃是善;因为经历了上述诸善的幸福乃是善。然而这一道理在幸福者身上更为明晰。 “较多数之物比单一之物是更大的善,但须将那单一之物自身与较多数之物一同计算;并且当较少数之物与较多数之物一同计算而非绝对地言说时,较多数之物比较少数之物是更大的善”。 因为如果你不同时计算,你就会被发现说了假话。我指的究竟是什么?美貌、敏捷、财富、公正的行事以及高贵的出身,若与幸福一同[计算],便比单独的幸福是更大的善;而高贵的出身、美貌与勇敢若与王权一同[计算],便比单独的王权是更大的善。因此,要把王权也与它们一同计算;若非如此,你就会犯错。因为即使这些事物多于单一之物(亦即王权),这些较多数之物在单独孤立时也并不立刻就比王权是更大的善,相反,那单一之物亦即王权比这些多数之物是更大的善。关于幸福,你也要这样说。 “凡是明智者,或全体明智者,或多数明智者,或最优秀者所判定的,这便比不明智者或非全体者所判定的等等是更大的善”。 他说,明智者的判定,或是单纯地,或是依据明智。他的意思乃是如此:明智者常常单纯地作为人来判定,又常常不仅由于是人,而且由于是最明智者来判定。比如我说的是什么?当他们说“当敬畏神”、“当爱你的朋友”、“当孝敬父母”时,他们会单纯地作为人来说出这些;因为所言之事毫无困难,也无需证明的必然性,本就自然地存在于我们之中。但当他们说“承受不正义胜于行不正义”时,他们便是在依据明智并且作为最明智者说出此话的。 “因为确实有某一事物,亦即实体,以及数量和性质”。 也就是说,如果某种实体在明智者看来是更大的善,或者无论何物向他们显现为适度,那么它作为如此之物亦将为我们所喜爱。 “善乃是,如果一切存在物获得了理智与明智,它们中的每一个(亦即存在物中的每一个,如石头、植物、牛)所会选择的东西”。 因为我将“每一个”理解为就诸事物而言,决非就善而言;但即使有人如此理解,也不会铸成大错。 “以及属于最优秀者之物,或是单纯地,或是在其更为优秀的意义上”。 如果将领与单纯的士兵相比是最优秀的,而在最优秀者亦即将领之中,更具将略者或更为勇敢者又更为优秀,那么勇敢便属于并见于诸将领或更具将略者,因而[勇敢]是比体力更大的善。你可以将此逆转过来再次陈述。
- 1.7παρὰ τὸ κριθὲν ἢ παρὰ οὐ φρονίμων ἢ οὐ πάντων
在比较级(μεῖζον ἀγαθόν)之后,接宾格的 παρά(παρὰ τὸ κριθέν)充当比较基准(“比起被判定的事物”)。而紧随其后的接属格介词短语(παρὰ οὐ φρονίμων)则表示被动分词 τὸ κριθέν 的施动者(“由不明智者所判定”),此处介词 παρά 在紧邻的语境中分别统辖了宾格(比较)与属格(施动者)两种不同句法功能。
- 1.7τὸ ἕκαστον ἐπὶ τῶν πραγμάτων λαμβάνω, οὐ μὴν ἐπὶ τοῦ ἀγαθοῦ
此处讨论了亚里士多德原文(ὃ λαβόντα τὰ ὄντα πάντα νοῦν καὶ φρόνησιν ... ἕλοιτο ἕκαστον)中主语 ἕκαστον 的句法指涉。斯蒂芬努自己将其理解为指代前述诸存在物(τὰ ὄντα,即作为 ἕλοιτο 的主语,“各个存在物都会选择”),但也指出将其解释为指代善(“会选择每一项善”)同样不失为一种通顺的理解。
