← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§273.27-274.26

关于获得善与免除恶的论题

斯特法努斯通过一则金钱收支的事例说明亚里士多德关于获得善与免除恶的论述,指出德性、快乐与幸福对应于第6章中的哪些论题,并对“在门口打碎水罐”等谚语与语句进行了解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

[1362 a 37] Καὶ ἡ ἀντ’ ἐλάττονος ἀγαθοῦ μείζονος. ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου τὸ λεγόμενον ἐνταῦθα χρωμάτισον. ἔστω· ὁ Χαβρίας σήμερον ὤφειλε λαβεῖν μὲν ἀπὸ τοῦ βασιλείου δύο νομίσματα, δοῦναι δὲ ὡς εἰσφορὰν χάριν ναυπηγίας τριήρεων δέκα νομίσματα. εἰ οὖν ὁ βασιλεὺς οἰκτείρας αὐτὸν ἀντὶ τῶν ὀφειλομένων αὐτῷ δύο νομισμάτων δέκα νομίσματα ἐπιδοίη φιλοτιμίαν, ἀντὶ δὲ τῶν δέκα νομισμάτων τῆς εἰσφορᾶς κελεύει δοῦναι τὸν Χαβρίαν μόνα δύο νομίσματα, ἄρα τὰ ὀκτὼ νομίσματα, καθ’ ἃ ὑπερέχει ὁ δέκα τοῦ δύο, εἰσὶ λῆψις μὲν τοῦ ἀγαθοῦ (δέον γὰρ δύο λαβεῖν,1 ὁ δὲ δέκα ἔλαβεν), ἀποβολὴ δὲ τοῦ κακοῦ τῷ αὐτῷ Χαβρίᾳ (δέον γὰρ δοῦναι ζημίαν ἑαυτοῦ δέκα νομίσματα, ὁ δὲ δύο μόνα ἔδωκε). [1362 a 30] Περὶ δὲ τοῦ ‘ᾧ ἀκολουθεῖ, ἢ ὕστερον ἢ ἅμα’, ὃ πρὸ μικροῦ ἀνώτερον εἴρηται, ἀνάγνωθι ἐν τοῖς Τοπικοῖς τόπον κʹ τοῦ τρίτου βιβλίου ἀναγκαῖον πάνυ ὡς τεχνικώτατον. [1362 b 2] Καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναι. εἰπὼν ἄνω τόπους στοιχειώδεις τοῦ ὅτι τὸ ἀγαθὸν ἢ τόδε ἐστὶν ἢ τόδε νῦν πάλιν οἷον δι’ ὑποδειγμάτων ἐκεῖνα μεταχειρίζεται. αἱ ἀρεταί, φησίν, ἀγαθόν εἰσιν. ἀλλ’ ἀπὸ ποίου τόπου ὁρμᾶται τὸ ὅτι αἱ ἀρεταὶ ἀγαθόν; ἀπὸ τοῦ πέμπτου δηλαδὴ καὶ τοῦ ἕκτου. [1362 b 5] καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι πόθεν δείξεις; ἀπὸ τοῦ τρίτου τόπου. καὶ τὴν εὐδαιμονίαν ἀπὸ ποίου τόπου; ἀπὸ τοῦ πρώτου, δευτέρου καὶ ἕκτου. καὶ οὕτως ἐφίστανε περὶ τῶν ἀγαθῶν. [1363 a 1] Καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ἤγουν τὸ σύμμετρον· ἡ γὰρ σύμμετρος ἀσπὶς ἀγαθόν, ἡ δὲ καθ’ ὑπερβολὴν μεγάλη βλαβερόν. [1363 a 7] Ἐπὶ θύραις τὴν ὑδρίαν. οἱ μὲν εἰπόντες τοῦτο εἶπον, ὡς ἄρα καὶ εἶπον, καὶ ἀνάγνωθι καὶ αὐτό· ἐγὼ δὲ λέγω οὕτως· εἶπεν ὁ Ἀριστοτέλης, ὅτι τὸ κοπιᾶσαί τινας ἐπί τινι πράγματι πολὺν χρόνον ὡς τοὺς Ἕλληνας εἰς τὴν Ἴλιον καὶ πρὸ τοῦ φθάσαι τὸ τέλος τὸ δι’ ὃ ὁ πολὺς πόνος καὶ τὰ πολλὰ τῶν ἀναλωμάτων θελῆσαι ὑποχωρῆσαι οὕτω μηδὲν ἀνύσαντας φορτικόν ἐστιν,2 ὥσπερ καὶ εἴ τις μακρόθεν ὑδρευσάμενος καὶ πολλὰ κεκοπιακώς, ὥστε τὸ ὕδωρ ἀγαγεῖν, καὶ πολλὴν ὁδὸν ἐξανύσας ἐν τῇ θύρᾳ γεγονὼς ἐξ ἀπροσεξίας θραύσει τὸ ἀγγεῖον τοῦ ὕδατος· μάτην γὰρ ἐκεῖνος ἐκακοπάθησεν ἐν αὐτῷ σχεδὸν τῷ τέλει ῥᾳθυμήσας καὶ ἀπροσεκτήσας. [1363 a 26] Ἐὰν ἢ λανθάνῃ ἡ τιμωρία ἢ μικρὰ ᾖ. ἐν γὰρ πολέμῳ κἂν τραυματίζωνται οἱ μαχόμενοι, ἀλλ’ οὖν ἀποκρύπτονται αὐτοῖς τὰ τραύματα ὑπὸ τῶν βασιλικῶν ἀναρρήσεων καὶ ἀξιωμάτων καὶ φιλοτιμιῶν. [1363 a 27] Καὶ τὰ ἴδια καὶ ἃ μηδείς. οὕτως ἐγὼ ὡς ἓν ταῦτα νοῶ· ἡ γὰρ βασιλεία ἰδία ἐστὶ μόνῳ τῷ βασιλεῖ, ἄλλος δὲ οὐδεὶς ἔχει αὐτήν.

“以及以较大的善代替较小的善[的获得,或以较小的恶代替较大的恶的获得]”。请在同一个主体上来具体说明此处所言之理。设若如此:沙布里阿斯今天理应从王宫领取两枚金币,同时又应当缴纳十枚金币作为建造三列桨座战船的赋税。那么,如果国王怜悯他,赐予他十枚金币作为褒奖以代替应付给他的两枚金币,并且命令沙布里阿斯只需缴纳两枚金币以代替那十枚金币的赋税,那么,十超过二的那八枚金币,既是善的获得(因为本应领两枚,他却领了十枚),对同一个沙布里阿斯而言又是恶的免除(因为本应承担十枚金币作为自己的开支,他却只付了两枚)。 关于不久前在上面提到的“其所后随之物,或随后或同时”,请阅读《论题篇》第三卷的第二十个论题,因其极具技术性而极为必要。 “而诸德性也必然是善”。他在上面陈述了善或为此或为彼的基础论题之后,现在又宛如通过具体事例来运用它们。他说,诸德性是善。但是“诸德性是善”是从何种论题推出来的呢?显然是从第五个和第六个论题。 又凭什么证明快乐是善呢?凭第三个论题。而幸福又出自何种论题?出自第一、第二和第六个论题。你当以这种方式来考察诸善事物。 “凡是没有过度之物,这便是善”,亦即适度之物;因为适度的盾牌是善,但过大的盾牌则是有害的。 “在门口[打碎]水罐”。谈论过此句的人所言固然正如他们所言,你也可以去读读看;但我则这样说:亚里士多德的意思是,人们在某一事物上辛劳良久,正如希腊人远征伊利昂那样,却在达到那付出了巨大辛劳与诸多耗费的目的之前,想要就这样一事无成地退却,是令人难以忍受的累赘;正如有的人从远处打水,历尽艰辛将水运来,走完了漫长的路程,到了门口却因疏忽打碎了水器;因为那人在几乎就要达到目的之时松懈疏忽,以致白白受了苦楚。 “若惩罚未被察觉或轻微”。因为在战争中,作战之人即使受伤,但他们的伤痛也被国王的嘉奖、荣耀与赏赐所掩盖了。 “既有专属于自己的,又有无人[拥有的]”。我将这些理解为一个整体;因为王权专属于国王一人,别无他人拥有它。

语法注2 条
  1. 1.6δέον γὰρ δύο λαβεῖν

    δέον 是无人称动词 δεῖ 的中性单数宾格独立分词,作状语表示原本应履行的义务(“本应领两枚”),与紧随其后的分句(ὁ δὲ δέκα ἔλαβεν)形成对比。

  2. 1.6τὸ κοπιᾶσαί τινας ἐπί τινι πράγματι πολὺν χρόνον ὡς τοὺς Ἕλληνας εἰς τὴν Ἴλιον καὶ πρὸ τοῦ φθάσαι τὸ τέλος τὸ δι’ ὃ ὁ πολὺς πόνος καὶ τὰ πολλὰ τῶν ἀναλωμάτων θελῆσαι ὑποχωρῆσαι οὕτω μηδὲν ἀνύσαντας φορτικόν ἐστιν

    主系动词 ἐστιν 和表语形容词 φορτικόν 的主语是由定冠词 τὸ 统摄的由不定式构成的复合短语:τὸ κοπιᾶσαι ... καὶ ... θελῆσαι ὑποχωρῆσαι(“辛劳……并且想要退却”)。τινας 为 κοπιᾶσαι 的逻辑主语(宾格),μηδὲν ἀνύσαντας 则是修饰不定式 ὑποχωρῆσαι 逻辑主语的宾格复数分词。πρὸ τοῦ φθάσαι 为“介词 + 冠词不定式”构成的时态副词短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:273.27-274.26