- 底本
- Stephanus, In artem rhetoricam commentaria. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 263-322. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:272.24-273.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斯特法努注解《修辞学》第一卷第六章开头,阐释作为审议性演说劝勉与阻遏目标的幸福以及善的各项界说,并考察理智的作用及“后随”句的句法与解释。
6. [1362 a 15] Ὧν μὲν οὖν δεῖ στοχάζεσθαι. ἐτελείωσεν ὃ προὔθετο θεώρημα· εἶπε γὰρ ἀνώτερον “περὶ ὧν μὲν οὖν ἔχειν δεῖ τὸν μέλλοντα συμβουλεύειν, τὰ μέγιστα τοσαῦτ’ ἐστίν” ἤγουν πέντε, εἶτα ἐπιλέγει “ἐξ ὧν δὲ δεῖ καὶ περὶ τούτων καὶ περὶ ἄλλων προτρέπειν, λέγωμεν” καὶ εἶπε περὶ εὐδαιμονίας καὶ περὶ τῶν μερῶν αὐτῆς· οὐ γὰρ περὶ τῶν πέντε μόνων ἐκείνων ἐρεῖ ὁ συμβουλευόμενος ἐν πόλει, ἀλλὰ καὶ περὶ ἄλλων πολλῶν, οἷον περὶ εὐγενείας, εὐτεκνίας, πολυφιλίας, χρηστοφιλίας, ἀγωνιστικῆς δυνάμεως, πάλης, πυγμῆς, δίσκου βολῆς καὶ τῶν ἄλλων, ἃ εἴρηκε· νῦν οὖν φησιν ὅτι, ὧν δεῖ στοχάζεσθαι τὸν συμβουλευόμενον, ταῦτά εἰσὶ τά τε πέντε καὶ τὰ λοιπὰ ἤγουν ἡ εὐδαιμονία καὶ τὰ μέρη αὐτῆς· προτρέπεται γὰρ τὴν πόλιν, ἵνα φυλάττῃ τοὺς νέους αὐτῆς τοιῶσδε, ὡς ἂν ἡ παρ’ αὐτῇ εὐτεκνία,1 εὐεργετεῖν, ὃ μάλα τιμᾶται, φίλους ἔχειν, ἵνα δι’ ἐκείνων ὁ φιλούμενος καὶ κοιμώμενος, ἵν’ οὕτως εἴπω, κτᾶται πάντα καὶ θαυμάσια, ὧν ἐπιθυμεῖ καὶ ὀρέγεται· τὰ γὰρ ἐναντία τούτων ἐστίν, ἃ ἀποτρεπόμεθα, οἷον τὸ ἀσύμφορον, τὸ βλαβερόν. [1362 a 21] Ἔστω δὴ ἀγαθόν. ὥσπερ ἀνώτερον τὴν εὐδαιμονίαν διωρίσατο, οὕτω καὶ νῦν λέγει διορισμούς τινας τοῦ ἀγαθοῦ, ἵνα τούτους μαθὼν εὐχερῶς ἔχῃς δεικνύειν τόδε ἢ τόδε ἀγαθὸν ἢ ὡς ποιητικὸν ἀγαθοῦ ἢ ὡς φυλακτικὸν ἢ ὡς καθ’ αὑτὸ ἢ ὡς δι’ ἕτερον ἀγαθόν. [1362 a 24] Καὶ ὅσα ὁ νοῦς ἑκάστῳ ἀποδοίη, ἢ ὁ δημιουργικὸς νοῦς ἢ ὁ ἐν ἡμῖν θεωρητικὸς ἢ πρακτικός. καὶ μή τις εἴποι ὅτι ‘εἰ δὲ ὁ νοῦς σοι ὁ θεωρητικὸς ἀποδῴη κακόν τι, ἆρα ἐκεῖνο ἀγαθόν;’ φημὶ οὖν· ὁ νοῦς ἐκεῖνος ἀποδοίη ἄν τι φαῦλον ὁ βυθισθεὶς θυμῷ ἢ ἐπιθυμίᾳ, ὁ δὲ μᾶλλον λογίσας τὸ ἄλογον τῆς ψυχῆς νοῦς τέ ἐστι καὶ ἄρχων καὶ ὀρθῶς ἀποδιδούς. [1362 a 28] Καὶ ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα. τοῦτο τινὲς οὕτως εἶπον, ὅτι καὶ ἐκεῖνο ἀγαθόν, ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα ἤγουν τὸ ποιητικὸν καὶ τὸ φυλακτικόν· εἶτα ὡς ἀπ’ ἄλλης ἀρχῆς εἰς τὸ τὰ τοιαῦτα στίξαντες2 ἀναγινώσκουσιν οὕτω δυνάμει, ὅτι καὶ ἐκεῖνα ἀγαθὰ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά. ἐγὼ δὲ ταῦτα ἀποδέχομαι, λέγω δὲ καὶ οὕτως ὡς ἓν ἀναγινώσκων ᾧ ἀκολουθεῖ τὰ τοιαῦτα καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικὰ ἤγουν ἓν πρὸς ἓν τιθεὶς τὸ ποιητικὸν τῶν ἀγαθῶν καὶ τὸ φθαρτικὸν τῶν ἐναντίων, τὸ φυλακτικὸν τῶν ἀγαθῶν καὶ τὸ κωλυτικὸν τῶν ἐναντίων. εἰς δὲ τὴν τοιαύτην ἐνάγομαι ἔννοιαν ἀπ’ αὐτοῦ ποδηγούμενος τοῦ Ἀριστοτέλους· φησὶ γὰρ μετὰ ταῦτα ἀκολουθεῖ δὲ διχῶς· οὐκ ἂν γὰρ μεταξὺ ἔθηκε τὸ καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά, εἶτα εἶπε τὸ [1362 a 29] ἀκολουθεῖ δὲ διχῶς, εἰ ἄλλος τόπος ἦν ὁ καὶ τὰ κωλυτικὰ τῶν ἐναντίων καὶ τὰ φθαρτικά.
6. “因此,所应当瞄准的事物”。他完成了自己提出的论题;因为他此前说过,“因此,将要提出建言的人必须掌握的最重大之事,便有这么多”,即五种,随后他又补充说,“我们且来谈谈应当依据什么在这些事以及其他事上进行劝勉”,并且他谈论了幸福及其各组成部分。因为在城邦中提出建言的人,不仅会谈论那五件事,还会谈论许多其他事,例如高贵出身、拥有良嗣、多友、良友、竞技能力、摔跤、拳击、掷铁饼以及他所提到的其他事物。因此他现在说,提出建言者应当瞄准的事物,既包括这五件事,也包括其余之事,即幸福及其各组成部分;因为他劝勉城邦以这样的方式保护其青年,以便城邦中能有良嗣,劝勉行善——这是极受尊崇的——以及拥有朋友,以便通过朋友,被爱者即便睡着,不妨这么说,也能够获得他所渴求和向往的一切美好之物。因为我们所劝阻之事,正是与这些相反的事物,例如不利之事、有害之事。 “那么,善应当是”。正如他此前界定了幸福那样,现在他也陈述了善的若干界说,以便你在明了这些之后,能够轻而易举地指出这件或那件事是善,或将其作为善的产生因,或作为保持因,或作为其自身即善,或作为因他物而善。 “以及理智会分配给各自的凡此种种”。这或是指造物主理智,或是指我们内部的思辨理智或实践理智。切莫有人说:“如果思辨理智分配给你某种坏事物,难道那也是善吗?”因此我说:那沉溺于忿怒或欲望中的理智或许会分配某种卑劣之物,但使灵魂的非理性部分服从理性的理智,才是真正的理智和统治者,并且能做出正确的分配。 “以及诸如此类事物所后随之物”。有些人这样解释此句:凡是诸如此类的事物(即产生因与保持因)所后随之物,也是善;随后他们把句读断在“诸如此类事物”处,仿佛另起一个开端,实质上是这样读的:凡是阻碍对立面及消灭对立面的事物也是善。但我虽然认可这些,却主张将其作为一句话连读:“凡是诸如此类的事物以及阻碍对立面与消灭对立面的事物所后随之物”,即将善的产生因与对立面的消灭因一一对应,将善的保持因与对立面的阻碍因一一对应。我之所以被引导至这种见解,是受亚里士多德本人的指引;因为他在其后说,“后随则有两种方式”;如果“阻碍对立面与消灭对立面的事物”是另一个论题,他就不会把“以及阻碍对立面与消灭对立面的事物”放在中间,然后说出“后随则有两种方式”。
- 1.6ὡς ἂν ἡ παρ’ αὐτῇ εὐτεκνία
由连词 ὡς ἄν 引导的省略句,省略了虚拟语气谓语动词(如 ᾖ)。它与前面的 ἵνα φυλάττῃ τοὺς νέους αὐτῆς 相呼应,表示目的或结果:“以便在其城邦中能有良嗣”。
- 1.6εἰς τὸ τὰ τοιαῦτα στίξαντες
关于亚里士多德原文(1362a28)标点句读的讨论。先前的注释家在 τὰ τοιαῦτα 之后加断句,将后文 καὶ τὰ κωλυτικὰ... 作为独立句子的主语(“阻碍对立面的事物也是善”),而斯特法努则主张不停顿,将其全部作为关系节 ᾧ ἀκολουθεῖ 的并列主语统摄阅读。
