← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§271.8-272.23

健康与身体的善及运气与友谊的界定

斯特法努斯注解了亚里士多德《修辞学》第一卷第五章的后半部分,借助希罗狄科的例子探讨了健康与肉体的使用,并具体阐释了五项全能、盛年之美、摔跤技法、友谊的界定以及运气与自然的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

[1361 b 3] Ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν· εἰσὶ γάρ τινες ὑγιαίνοντες μέν, οὐ χρώμενοι δὲ τοῖς σώμασιν, ἀλλὰ καὶ παρ’ ἄλλων λουόμενοι, οὐδὲ βαδίζοντες, ἀλλ’ ἐπὶ σκίμποδος ἢ θρόνου φερόμενοι· οἷος ἦν καὶ ὁ Ἡρόδικος, ὃς ὑγιὴς μὲν ἦν, ἀλλ’ οὔποτε τῷ σώματι πρὸς ὑπηρεσίαν ἐχρᾶτο, ἀλλὰ παρ’ ἄλλων τῷ στόματι αὐτοῦ ἡ τροφὴ ἐδίδοτο, φοράδην ἐφέρετο, οὐδὲ τὴν ἀμίδα ὥστε οὐρῆσαι ταῖς οἰκείαις χερσὶ κατεῖχεν, ἀλλ’ ἄλλοις καὶ αὐτὴ ὑπεκρατεῖτο. διὰ τοῦτο εἶπε τόδε ἀνθρωπίνων·1 ἀνθρώπινα γὰρ ταῦτά εἰσι τὰ ἀναγκαῖα ἡμῖν, ὡς τὸ περιπατεῖν, τὸ ἐσθίειν, τὸ λούεσθαι, τὸ ζώννυσθαι. [1361 b 10] Πένταθλόν ἐστι πυγμή, πάλη, δίαλμα, δίσκος καὶ δίφρος. [1361 b 11] Ὁ δὲ ἀκμάζων ἡδὺς δοκείτω μετὰ φοβερότητος· μὴ γὰρ ἔστω γυναικοειδὴς καὶ τεθηλυμένος, ἀλλ’ οἷος ὁ Ἀχιλλεύς· διὸ καὶ Πρίαμος αὐτὸν ἰδὼν ἐθαμβήθη. ἐμβριθὴς οὖν, φησιν, ἔστω μετὰ ἡδύτητος. [1361 b 17] Πιέζειν ἐστὶ τὸ λαβεῖν τι ἓν μόριον καὶ καταθλῖψαι αὐτό, οἷον ἢ σιαγόνα ἢ οὖς ἢ χεῖρα, συνθλίβειν δὲ τὸ συσφίγξαι τὸ ὅλον τινὸς σῶμα τὰς δύο χεῖρας περιπλεξάμενον καὶ μέσον αὑτῶν τὸν συνθλιβόμενον κατασχεῖν καὶ ἄγξαι τὰ μέλη αὐτοῦ καὶ τὰ νεῦρα, οἷον καὶ τὰ ὀστᾶ, ὃ δὴ ποιοῦσιν ἔνιοι τῶν παλαιστῶν. [1361 b 28] Ἔστιν εὐγηρία καὶ ἐκ τῶν τοῦ σώματος ἀρετῶν. ἀρετὴ σώματος ἡ εὐκρασία· εἰ δὲ καὶ εἴδομέν ποτέ τινα μακρόβιον μὲν κατάνοσον δὲ ἀεί, ἀλλ’ οὐ χρὴ περὶ τοιούτων σπανίων ἡμᾶς ἀκριβολογεῖσθαι νῦν ἄλλης ὑποθέσεως ἐχομένους.2 [1361 b 36] Φίλος ἐστίν, ὃς τῷ φίλῳ βούλεται ὑπάρχειν τόδε καὶ τόδε τῶν ἀγαθῶν, εἶτα καὶ αὐτὰ τὰ ἀγαθὰ πραγματεύεται καὶ ἐργάζεται παντὶ τρόπῳ, οὐχ ἵνα αὐτὸς ταῦτα ἔχῃ, ἀλλ’ ἵνα ὁ φιλούμενος. ὁ γοῦν τοιούτους πολλοὺς φίλους ἔχων πολύφιλος. εἰ δὲ καὶ ἐνάρετοι οὗτοι εἶεν καὶ σπουδαῖοι καὶ ἄγαν χρηστοί, χρηστόφιλος ὁ τοιοῦτος λέγεται· πολλάκις γάρ εἰσί τινος φίλοι τινὲς ὑπὲρ ἐκείνου τὰ πάντα καὶ ποιοῦντες καὶ μηχανώμενοι, εἰσὶ δὲ ὅμως τὸ ἦθος ἀνάγωγοι καὶ ἄλλως ἀπαίδευτοι. [1361 b 39] Εὐτυχία δέ ἐστι τὸ γίνεσθαι πάντα τά, ὧν αἰτία ἡ τύχη, οἷον γεωργημάτων ἀφθονίαν παντοίων, πλούτου πλησμονήν, χρημάτων αὔξησιν, νομισμάτων πλεονασμόν, δυναστείας εὐημερίαν. [1362 a 2] Αἰτία δέ ἐστιν ἡ τύχη καὶ τῶν τοιῶνδε πολλάκις, ὧν ἡ φύσις αἰτία, οἷον εἰ ἐγέννα τις μήτηρ ἀεὶ ἑξαδάκτυλα βρέφη, εἶτα ποτὲ ἐγέννησε καὶ πενταδάκτυλον. [1362 a 3] Ἐνδέχεται δὲ καὶ παρὰ φύσιν γενέσθαι ἀπὸ τύχης, οἷον ἐάν τις ἀεὶ ἐγέννα πενταδάκτυλα, εἶτα ποτὲ ἐγέννησε καὶ ἑξαδάκτυλον. [1362 a 4] Κάλλους δὲ καὶ μεγέθους φύσις, οἷον εἰ ἀεὶ ἔτικτέ τις μέλανα βρέφη καὶ πυγμαῖα, εἶτα ἐγέννησε καὶ παιδίον καλὸν καὶ μεγέθους ἀξιολόγου ὕστερον καταστάν·3 ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, ὅσα εἰσὶ τοῦ εἴδους καὶ τοῦ ἀγαθοῦ μετειληχότα, φύσεώς εἰσι καὶ κατὰ φύσιν γινόμενα, τὰ δὲ ἀμβλώματα παρὰ φύσιν. τέως οὖν ἐπικρίνει κυρίως ἐκεῖνα λέγεσθαι τυχηρά, ἐφ’ οἷς ὁ φθόνος ἐκβάλλεται. [1362 a 7] Παρὰ λόγον. γράφεται καὶ μικρὸν ἤγουν τῶν παρὰ τὴν ἀκολουθίαν· οἷον εἰ Αἰθιόπισσα τέξει ποτὲ Νιρέα. [1362 a 10] Ἢ εἰ μὴ ἦλθε μόνος ἀεὶ φοιτῶν, οἷον εἰ ὁ Πλάτων ἀεὶ καθ’ ἑκάστην ἡμέραν ἀπήρχετο μονώτατος εἰς τόνδε τὸν τόπον ἐπὶ ἐνιαυτοὺς πεντήκοντα, εἶτα κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνὸς ἐκεῖνος μὲν οὐκ ἦλθεν εἰς τὸν τόπον ἐκεῖνον κατὰ τὸ ἔθος, ἄνδρες δὲ ἑκατὸν ἦλθον ἐπὶ τὸν τόπον ἐκεῖνον καὶ χάσμα γέγονε γῆς καὶ κατεπόθησαν ἁπαξάπαντες, εὐτυχὴς ὁ Πλάτων, ὅτι ἀεὶ ἐρχόμενος σήμερον οὐκ ἦλθεν ἢ οὐ συνῆλθε κἂν ἐκείνοις τοῖς ἀπολομένοις ἀνθρώποις.

“以便在使用肉体的同时免于疾病”;因为有些人虽然健康,却不使用肉体,甚至由他人为之洗浴,也不步行,而是由轻便床或轿椅抬着走。希罗狄科也就是这样的人,他虽然健康,却从未用自己的肉体去劳作,而是由他人将食物送入口中,靠担架抬着行走,甚至为了小便连便壶都不亲手拿着,而是由他人从下方托持。正因如此,他说了“属于人事之物”;因为这些对我们来说是必需的人类事务,如散步、进食、洗浴、束带。 五项全能是拳击、摔跤、跳远、铁饼和战车比赛。 “然而正当盛年者,应显出伴随着可畏之态的宜人”;因为他不应呈女人相且女性化,而应像阿喀琉斯那样;因此普里阿摩斯见到他也感到惊叹。因此他说,应当在宜人之中兼具厚重。 “压紧”是指抓住某单个部位并将其压碎,例如下颌、耳朵或手;而“夹紧”是指将双臂缠绕在某人全身并予以紧勒,将被夹紧者控制在它们〔双臂〕中间,窒息其肢体和筋脉,甚至骨骼,这正是某些摔跤手所做的。 安享晚年也产生自肉体的卓越品质。肉体的卓越品质就是良好的体质平衡;但即使我们有时见过某人虽长寿却始终多病,我们也不必在当前致力于另一论题之时,对这种罕见情形斤斤计较。 朋友就是这样的人:他希望友人拥有这些和那些善物,进而也以各种方式经营并促成这些善物本身,不是为了自己拥有这些,而是为了所爱之人能够拥有。因此,拥有许多这种朋友的人,便是拥有多友的人。如果这些人也是有德之士、庄重之人且极其良善,这样的人就被称为拥有良友的人;因为往往有人的某些朋友为他不惜做一切事并施展各种计谋,但在品性上却粗野无教养,在其他方面也缺乏教化。 “幸运”是指凡是由运气作为原因的一切事物的产生,例如各种农作物的丰饶、财富的充盈、财产的增多、钱币的过剩、权势的兴隆。 “对于那些本由自然作为原因的事物,运气也往往是原因”;例如,某个母亲总是生下六指的婴儿,后来有时也生下了五指的婴儿。 出于运气也有可能产生违反自然的事物;例如,某人总是生下五指的孩子,后来有时也生下了六指的孩子。 “至于美貌和身材,其原因则是自然”;例如,某人总是生下肤色黝黑且矮小的婴儿,后来也生下了一个俊美并在日后展现出可观身材的孩子。因为这些事物以及诸如此类的事物,凡是分有了形式和善的,都属于自然且顺应自然而产生,而怪胎则是反自然的。总之,他判定,那些招致嫉妒之事,才是在严格意义上被称为幸运之事的。 “反乎常理”。亦被写作小〔字母ο〕,即指那些违背自然常序的事物;例如埃塞俄比亚女子某时生下尼柔斯。 “或者如果他总是独自往来,却唯独没有来”;例如,柏拉图连续五十年每天都完全独自前往某地,而后在四月三日这一天,他没有照惯例去往该地,却有一百个人来到了该地,地面发生了裂隙,所有人都被立刻吞没,柏拉图就是幸运的;因为他虽然总是前往,但唯独今天没有去,或者至少没有与那些毁灭的人一同前往。

语法注3 条
  1. 1.5ἀνθρωπίνων

    指亚里士多德原文(1361b5–6)中的短语“πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων ἢ τῶν πλείστων”(戒绝一切或大多数人事),属格“τῶν ἀνθρωπίνων”(与πάντων一致)是受动词ἀπέχεσθαι(戒绝、远离)支配的分离属格。

  2. 1.5νῦν ἄλλης ὑποθέσεως ἐχομένους

    中动相动词ἔχομαι支配属格(ἄλλης ὑποθέσεως),意为“执着于”、“专注于”。阳性复数宾格分词ἐχομένους与不定式的主语ἡμᾶς一致,构成表原因的分词结构:“鉴于我们现在正致力于另一论题”。

  3. 1.5καταστάν

    第二不定过去时中性单数分词καταστάν修饰前面的中性名词παιδίον,构成表结果的表语性分词从属结构:“后来长成为具有可观身量的孩子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:271.8-272.23