← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§269.33-271.8

政治幸福的定义及其构成要素

斯捷法诺注释了亚里士多德《修辞学》第1卷第5章(1360b6–1361a36),辨析了此处的政治幸福与《伦理学》中定义的差异,并阐明了幸福的构成部分、财富、荣誉、圣域以及蛮族的俯伏礼等概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#1

5. [1360 b 6] Ἐναντία τῇ εὐδαιμονίᾳ ἡ κακοδαιμονία, εἰς ἣν συντείνουσι λύπη, νόσος, γῆρας. [1360 b 7] Τὸ δὲ ὡς ἁπλῶς εἰπεῖν ἢ τοῦτο δηλοῖ τὸ συντετμημένως ἢ τὸ παχυλῶς καὶ οὐ πρὸς ἀκρίβειαν. [1360 b 12] Μεῖζον ἀντ’ ἐλάττονος ποιοῦντα, οἷον ἡ ὑγεία μόριον οὖσα τῆς εὐδαιμονίας μεῖζον γίνεται, εἰ προσλάβῃ καὶ πλοῦτον. [1360 b 13] Φθείρει τὴν εὐδαιμονίαν ἡ κακία, ἡ Πριαμικὴ συμφορά, ἐμποδίζει δὲ ἡ ἔνδεια καὶ τὸ μὴ πλουτεῖν. ἐν μὲν τοῖς Ἠθικοῖς ὡρίσατο ἐν μὲν τῷ πρώτῳ τὴν πρακτικὴν εὐδαιμονίαν, ἐν δὲ τῷ Κ1 τὴν θεωρητικήν, ἐνταῦθα δὲ τὴν πολιτικήν· διὸ καὶ περὶ εὐγενείας καὶ εὐτεκνίας λέγει πόλεων καὶ ἐθνῶν. λέγει οὖν ἐνταῦθα τὰ δοκοῦντα περὶ εὐδαιμονίας πᾶσι πολλὴ σπουδὴ σοφοῖς. [1360 b 15] Ἡδὺς βίος μετ’ ἀσφαλείας, ὅταν πλούσιος ὢν οὐ δεδίττηται ὀργὴν βασιλέως ἢ ἐθνῶν ἐπιδρομὴν καὶ πολεμίων ἔφοδον. [1360 b 16] Εὐσθένεια σωμάτων καὶ κτημάτων μετὰ δυνάμεως τὸ κτήματα ἔχειν εὐσθενῆ καὶ μεγάλα καὶ σῶμα εὐσθενές, ἀλλὰ καὶ δύναμιν καὶ πλῆθος καὶ δυναστείαν ὑπηκόων τὴν μέλλουσαν ταῦτα συντηρεῖν, ὥστε μὴ ταῦτα διάρπαγμα γίνεσθαι παρὰ πολεμίων ἢ ἄλλως δυναστῶν. εἶπε δὲ καὶ δύναμιν πρακτικὴν τὸ ἔχειν δούλους γεωργούς, κηπωρούς, ποιμένας καὶ τοιούτους πολλοὺς χειροκμῆτας. [1360 b 31] Αὐτόχθονας εἶναι καὶ μὴ μετανάστας καὶ ἀποίκους ἄλλης χώρας ἤ, κἂν ἀπὸ ἄλλης χώρας ἦλθον, ἀλλ’ οὖν χρόνους πολλοὺς ἐπιμεῖναι ταύτῃ τῇ χώρᾳ, ἵνα εἶεν ἀρχαῖοι καὶ κατὰ τοῦτο πλησίον τῶν αὐτοχθόνων, ὡς οἱ πλησίον τῶν ἐν Κωνσταντινουπόλει. [1361 a 11] Ἀτυχεῖς περὶ γυναῖκας οἱ Λακεδαιμόνιοι· ποτὲ γὰρ αὐτῶν πολεμούντων τοῖς ἐχθροῖς ἔνδον αἱ γυναῖκες ἐθορυβοῦντο· αἰσθόμενοι δὲ οὗτοι τοῦ θορύβου καὶ ὑποπτεύσαντες τοὺς πολεμίους ποθὲν εἰσελθεῖν τὴν πόλιν ἔδωκαν νῶτα τοῖς ἐχθροῖς ὡς εἰς τὴν πόλιν φεύγοντες, ἵν’ ἴδωσι τοῦ θορύβου τὸ αἴτιον, καὶ οὕτως ἡττήθησαν κατὰ κράτος καὶ κατεσφάγησαν. [1361 a 15] Ἀσφαλῆ κτήματα ἔχειν ἤγουν πλησίον τῆς αὐτῶν πόλεως καὶ μὴ ἐν Περσίᾳ ἢ Αἰγύπτῳ, ἵν’, ὅταν ἐθέλωσιν, ἐξῇ ἀπολαύειν αὐτῶν· ἐλευθέρια δὲ ὡς αἱ μυρίναι, ἐξ ὧν κἂν καρπὸς γένηται, ἀλλ’ οὐκ ἔστιν ἀξιόλογος, ἀλλ’ ἄγαν εἰς τιμὴν μικρότατος· πόσος γὰρ καρπὸς ἐκ μυρσινῶν συναχθήσεται, ὥστε κέρδος ἐκεῖθεν γενέσθαι, ὅτι καὶ ἄξιον ἤτοι ἀξιόλογον;2 [1361 a 27] Τιμὴ δὲ ἔστι μὲν σημεῖον· τιμῶ γὰρ τόνδε τινὰ ἢ ὡς εὐεργετήσαντά με ἢ ὡς εὐεργετῆσαι δυνάμενον· ἐλπίζω γὰρ ὅτι, ὅτε δεήσομαι αὐτοῦ, εὐεργετηθήσομαι. ἡ τιμὴ οὖν ἐν τῷ εὐεργετεῖν θεωρεῖται· ὥστε ὁ μὲν τιμώμενος καὶ δοξάζεται· ἔνθα γὰρ τιμή, ἐκεῖ καὶ δόξα, οὐ μήν, ἔνθα δόξα ἐστίν, ἐκεῖ καὶ τιμή· ὡς μὲν γὰρ ἔχοντές τινες πλοῦτον δοξάζονται, ὡς δὲ μὴ εὐεργετοῦντες οὐ τιμῶνται. [1361 a 32] Ὧν μὴ ῥᾳδία ἡ κτῆσις ἢ ὅλως ἤγουν μηδ’ ὅλως ῥᾳδίως κτᾶται ἡ φιλοσοφία ἢ οὐκ ἔστιν ἐνταῦθα ῥᾳδία ἡ κτῆσις, ὡς ἐν Αἰγύπτῳ οἱ καρποὶ τῶν μυρσινῶν ἢ τὰ φύλλα τῆς δάφνης, ἢ ποτέ, οἷον εἴ τις εἴη ἐν εἱρκτῇ λιμαγχονούμενος καὶ ἐγὼ δώσω αὐτῷ ἄρτον λαθὼν εἰσελθεῖν,3 ἄρτον ὀλίγον. [1361 a 35] Τέμενος ἢ ὁ ναὸς λέγεται ἢ καὶ ἡ ἀποτετμημένη χώρα καὶ διδομένη τοῖς ἀριστεῦσι. [1361 a 36] Τῶν βαρβάρων ἴδιον τὸ προσκυνεῖν, οὐχὶ τῶν Ἑλλήνων· οἱ γὰρ Ἀθηναῖοι οὐ προσεκύνουν· διὸ καὶ εἴρηται παρ’ Ἕλληνος ‘ἐγώ σε προσκυνήσω, βάρβαρε’.4

5. 与幸福对立的是不幸,痛苦、疾病、衰老都会导致不幸。 “简单地说”指的是简要地,或者粗略地、不求精确地。 “使之由小变大”,例如健康作为幸福的一部分,若再加上财富,就会变得更大。 恶德以及普里阿摩斯式的灾祸会毁坏幸福,而贫乏和不富有则会阻碍幸福。在《伦理学》中,他在第一卷中界定了实践的幸福,在第十卷中界定了观照的幸福,而在这里则界定了政治的幸福;因此他也谈到了城邦和民族的显贵出身以及子嗣优良。因此,他在这里陈述了所有人关于幸福所认同的看法,这些看法也深受智者们的重视。 “伴随着安全的愉悦生活”,是指身居富有之时,不惧怕君王的愤怒、外族的入侵或敌人的袭击。 “肉体和财产的强健兼具能力”,是指拥有强健巨大的财产和强健的肉体,但也拥有能够保全这些的臣民之能力、众多人数以及统治权,以免这些沦为敌人或其他权贵的掠夺物。他也把拥有从事农耕、园艺、放牧的奴隶以及许多这类的体力劳动者称为实践的能力。 “土著”是指不是他乡的迁徙者和殖民者,或者即使来自他乡,也在这片土地上居留了很久,从而古已有之,在此点上接近土著,就像君士坦丁堡附近的居民一样。 斯巴达人在妇女方面是不幸的;因为有一次当他们与敌人交战时,城内的妇女骚动起来;他们察觉到骚乱,怀疑敌人不知从何处攻入了城内,便向敌人掉转后背,仿佛逃往城内,以便探明骚乱的原因,因而遭到彻底击败并被屠杀。 拥有“安全的财产”,即在自己城邦附近拥有财产,而不是在波斯或埃及,以便无论何时他们愿意,都可以享用它们。“合乎自由人的财产”就像香桃木,即使从中能结出果实,也不值一提,而是在价值上极其微小;因为从香桃木上能收集多少果实,以至于能从中产生利润,产生某种有价值的、亦即值得称道的利益呢? “荣誉是一个记号”;因为我尊重某个人,要么是因为他曾施惠于我,要么是因为他有能力施惠于我;因为我指望当我有求于他时,能够受到他的恩惠。因此荣誉体现在施惠之中;从而受尊重的人也享有声望;因为哪里有荣誉,哪里就有声望,但有声望的地方未必有荣誉;因为有些人因拥有财富而享有声望,但因不施惠而未受尊重。 “不易获取之物”,要么指总体而言,即哲学根本不易获取;要么指在此地不易获取,例如在埃及香桃木的果实或月桂树的叶子;要么指在某个特殊时刻,例如某人被囚禁在狱中忍饥挨饿,而我避人耳目潜入,给他面包,一点点面包。 “圣域”指的是神庙,或者指划分出来赐予勇士的土地。 俯伏行礼是蛮族所特有的,而不是希腊人的习惯;因为雅典人并不俯伏行礼;因此有希腊人说:“蛮族啊,我难道会向你俯伏行礼吗?”

语法注4 条
  1. 1.5ἐν δὲ τῷ Κ

    希腊字母“Κ”代表数字10(第10卷)。斯捷法诺借指《尼各马可伦理学》第1卷的实践幸福与第10卷的观照幸福,以此对比说明《修辞学》此处探讨的是“政治的幸福”。

  2. 1.5ὅτι καὶ ἄξιον ἤτοι ἀξιόλογον

    紧接在“ὥστε κέρδος ἐκεῖθεν γενέσθαι”之后的补充从句。写本中的“ὅτι”在语法上最好理解为不定关系代词“ὅ τι”(“某种…之物”),作κέρδος的同格谓词性补充(“某种有价值的、亦即值得称道的东西”)。

  3. 1.5λαθὼν εἰσελθεῖν

    在古典希腊语中,该惯用表达通常由限定动词搭配补充分词构成(如ἔλαθον εἰσελθών),而此处采用了后期希腊语的句法:由分词λαθών支配不定式εἰσελθεῖν(“暗中潜入”)。

  4. 1.5ἐγώ σε προσκυνήσω, βάρβαρε

    采用直陈式将来时(或虚拟语气不定过去时)构成的反诘性修辞疑问句:“难道我会向你俯伏下拜吗,蛮族?”断然否定了对蛮族屈膝礼仪的屈从。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:269.33-271.8