← 斯特法努斯(《修辞学》注释者)

亚里士多德《修辞学》注释

§268.7-269.32

修辞学的三大分类与审议演说的五大论题

斯蒂芬努阐明了修辞学三大类型(审议、司法、节日演说)中特有前提与共通论题的作用,强调演说家不应僭越哲学和逻辑学的领域。随后他具体注解了审议修辞的五个论题(税收、战争与和平、国土防卫、进出口、立法)以及政制的维持与衰亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

3. [1358 b 7] Τρία γένη τῆς ῥητορικῆς· ἀλλὰ μὴν ἄνω εἴδη εἶπε. γένη οὖν τὰ ὑπάλληλα ἄκουσον·1 διαιρεῖται γὰρ τὸ δικανικὸν εἰς κατηγορίαν καὶ ἀπολογίαν, ὡς καὶ τὰ λοιπὰ εἴδη τὰ δύο. [1358 b 17] Κυριώτατος μὲν ὁ παρὼν χρόνος τῷ πανηγυρικῷ. ἴδε τὸν μέγαν Θεολόγον πανηγυρίζοντα “Χριστὸς γεννᾶται, δοξάσατε”. [1359 a 6] Φανερὸν δ’ ἐκ τῶν εἰρημένων. δεῖ, φησίν, ἰδίας καὶ ἰδίας ἔχειν τὰς προτάσεις τὸν ἐνθυμηματικὸν ῥήτορα, οἰκείας τῇ συμβουλῇ τὸν συμβουλευτικόν, οἰκείας τῇ δίκῃ τὸν δικανικόν, οὐ μὴν κοινάς· οὐ γὰρ συμβουλεύσει καλῶς περὶ τοῦδέ τινος ὁ ἀπὸ κοινῶν μελετῶν. [1359 a 11] Ἐπεὶ δ’ οὔτε πραχθῆναι. νῦν φησιν, ὅτι μετὰ τὸ εὑρεῖν σε εἰδικῶς τὰς ἰδίας καὶ ἰδίας περὶ ἑκάστου προτάσεις καὶ οἰκείας ἑκάστῳ τῷδέ τινι δεῖ σε, φησί, καὶ κοινούς τινας ἔχειν τόπους, οἳ δράσουσιν ἐπὶ σέ, καὶ ἐν συμβουλῇ καὶ δίκῃ καὶ πανηγύρει· οἷός ἐστιν ὁ τοῦ δυνατοῦ καὶ [οὐκ] ἀδυνάτου, ὁ τοῦ ἐνδόξου, ἀδόξου, ὁ τοῦ εἰ ἐγένετο ἢ οὔ, ὁ τοῦ μικροῦ.

“修辞学的三门类”;然而上面他称之为种。因此,应当把这里的门类理解为从属的门类;因为司法这一类型被划分为指控与申辩,其余两个类型也是如此。 “当下对于节日演说而言是最主要的时刻”。看那位伟大的神学家作节日演说:“基督降生,当赞美。” “从所说的显然可见”。他说,运用修辞推论的演说家必须拥有各自特定的前提,审议者拥有适于审议的前提,司法者拥有适于诉讼的前提,而绝不能是共通的前提;因为从共通事物中进行练习的人,不可能就某个具体事物做出良好的审议。 “既然既不可能被施行”。现在他说,在你具体地找出了关于各个事物的特有前提,即适于每一特定事物的前提之后,他说,你还必须拥有某些对你有效的共通论题,无论在审议、诉讼还是节日演说中;比如关于可能与不可能的论题、关于声誉良好与不良的论题、关于是否发生过的论题,以及关于微小的论题。

§1.4

​4. [1359 b 5] Οὐ δεῖ τὸν παρόντα καιρόν, καθ’ ὃν τὴν ῥητορικὴν διαγράφω, ζητεῖν ἐμὲ ὑμᾶς εἰπεῖν,2 μέχρι τίνος καὶ ὅπως τὰ πάντα πραχθήσεται· οὐ γὰρ ῥητορικῆς τὸ τὰ τοιαῦτα τελέως πολυπραγμονεῖν, ἀλλὰ μᾶλλον φιλοσοφίας καὶ τῆς λογικῆς. ὑμεῖς οὖν, ὦ οἱ περὶ Πῶλον καὶ Γοργίαν, πολλὰ τιμῶντες τὴν ῥητορικήν, εἰ τὰ πάντα αὐτῇ χαριεῖσθε, λήσεσθε ἀπολέσαντες αὐτήν· γενήσεται γὰρ φιλοσοφία ἢ μισεῖτε φιλοσοφίαν καὶ πάνθ’ ὑμῖν ἀπολεῖται τὰ τίμια. [1359 b 20] Τὰ πέντε ταῦτα, περὶ ὧν τῇ πόλει συμβουλεύσεται ὁ δημηγόρος, καὶ ὁ καθ’ ἕνα ὑμῶν συμβουλευέτω τῷ οἴκῳ αὑτοῦ καὶ οὐκ ἀπὸ τοῦ καλοῦ χωρήσοι. [1359 b 33] Τὸ δὲ περὶ πολέμου καὶ εἰρήνης τοῦτο δηλοῖ, τίσι δεῖ πολεμεῖν ἡμᾶς καὶ πρὸς οὓς εἰρηνεύειν. [1359 b 39] Ἐπίδοξον πολεμεῖν ἢ τὸ ἔνδοξον ἢ μᾶλλον τὸ προσδοκήσιμον εἰπέ. [1360 a 1] Πρὸς δὲ τοὺς ἥττους ἐπ’ αὐτοῖς ᾖ τὸ πολεμεῖν. οὐ προτρέπεταί σε πολεμεῖν τοῖς ἥττοσιν ὁ φιλόσοφος ὢν ἀγαθός, ἀλλὰ τότε, φησί, πολέμει αὐτοῖς, ὅταν ἐκεῖνοι ἄρχωνται κατὰ σοῦ. [1360 a 11] Καὶ τοὺς ἐπιτηδείους τόπους φυλάττειν δεῖ ἢ τοὺς ἀνοχύρους καὶ ἀναγκαίους φυλάττεσθαι ἤ, ὃ καὶ μᾶλλον, τοὺς βοηθοῦντάς σοι τόπους, οἷον τὰς ἰδιωτικῶς παρὰ πολλοῖς λεγομένας κλεισούρας, οἷον τὴν τῆς Κερκύρας κορυφαίαν ἀκρόπολιν, ἵνα μὴ τὰ τοιαῦτα προκαταλαβὼν ὁ πολέμιος ὡς ἀπὸ ἐρυμνῶν κρησφυγίων ὁρμώμενος βλάβης σοι μυρίας πρόξενος γίνοιτο. [1359 b 19] Ἐπισκευάζων αὐτὰς ἤγουν τὴν διαλεκτικὴν καὶ τὴν ῥητορικὴν εἰς ἐπιστήμας ὑποκειμένων ἤτοι ὡρισμένων τινῶν πραγμάτων, ἀλλὰ μὴ μόνων λόγων· ἡ γὰρ διαλεκτικὴ καὶ ἡ ῥητορικὴ ποριστικαί εἰσι λόγων κοινῶν. εἴπωμεν οὖν ὧδε τῇ ἀναλυτικῇ τῇ ῥητορικῇ, τὰ λοιπὰ ἐπισκέψασθαι δόντες τῇ πολιτικῇ· ἐκείνης γὰρ τὸ περὶ πάντων τούτων αὐτάρκως εἰπεῖν. [1360 a 14] Ἵνα πρὸς τούτους καὶ αἱ συμβολαί. ἁρμόζει, φησίν, ἡμᾶς ἔχειν φίλους τοὺς κρείττονας ἡμῶν καὶ τοὺς χρησίμους ἡμῖν ὡς τοὺς ἀγχιαλίτας διὰ τὸ πολὺ τοῦ σίτου. συμβολαὶ δὲ λέγονται οἱ ὅρκοι, οἱ ὅμηροι, αἱ εἰρηνικαὶ συμφωνίαι καὶ φιλίαι. [1360 a 22] Καὶ οἰκείων τῆς πολιτείας. φθείρεται τὸ φθειρόμενον καὶ ὑπὸ τοῦ ἐναντίου, ἀλλὰ καὶ ὑπὸ τοῦ οἰκείου· ὡς τὸ πῦρ φθείρεται καὶ ὑπὸ τοῦ ὕδατος σβεννύμενον, ἀλλὰ καὶ ὑπ’ αὐτοῦ ὡς ἐπὶ τοῦ πνιγέως καταμαραινόμενον. ἡ δημοκρατία αὖθις φθείρεται ὑπὸ τοῦ ἐναντίου (τῆς μοναρχίας δηλαδή), ἀλλὰ καὶ ὑπὸ τῆς ἐπιτάσεως αὐτῆς· ἢν γὰρ καὶ οἱ χυδαῖοι καὶ οἱ ἀγοραῖοι πάντῃ πάντες κρατῶσι, λυποῦνται οἱ ἄριστοι καὶ κρατήσουσιν ἴσως τῆς πόλεως καὶ γενήσεται ἀριστοκρατία καὶ ἡ δημοκρατία ἀναιρεθήσεται. ὥστε καὶ ὑπὸ τῆς ὑπερβολῆς αὑτοῦ καὶ ὑπὸ τῆς ἐλλείψεως αὐτοῦ φθείρεται τὸ φθειρόμενον. βελτίστη δὲ πολιτεία ἢ ἡ βασιλεία ἢ ἐκείνη, ἐν ᾗ συντρέχει τὸ καὶ βασιλείαν εἶναι καὶ δημοκρατίαν καὶ ἀριστοκρατίαν· ἄρχει γὰρ ὁ βασιλεύς, ἀλλὰ καὶ οἱ ἄριστοι τῶν ἀνδρῶν παραδυναστεύουσιν αὐτῷ φρόνιμοι ὄντες καὶ τὰ συμφέροντα ὑποτιθέμενοι. ἀλλὰ καὶ δημοκρατίαν ἔστιν ἰδεῖν· παρὰ γὰρ τῷ ἐπάρχῳ τάξις τις παραδυναστεύει καὶ ἄρχει τῆς πόλεως. [1360 a 34] Αἱ τῆς γῆς περίοδοι. ἀναγκαῖον γὰρ περιιέναι πᾶσαν τὴν οἰκουμένην, ὡς τοὺς νόμους πάντων μαθεῖν τῶν ἐθνῶν.

在我勾画修辞学的当前时机,你们不应要求我说明所有事情将在何种程度上以及如何被施行;因为彻底追究这类事情并不属于修辞学,而宁可属于哲学与逻辑学。因此,你们这些围绕着波罗斯和高尔吉亚的人,极力推崇修辞学,如果你们把一切都赋予它,你们将在不知不觉中毁掉它;因为修辞学要么会变成哲学,要么你们憎恶哲学,从而使你们珍视的一切都被毁灭。 关于平民演说家为城邦进行审议的这五件事,你们每个人也应当为自己的家室进行审议,这样就不会偏离高尚。 “关于战争与和平的事”表明了这一点:我们应当对谁作战,以及与谁保持和平。 “有望作战”是指声誉良好的,或者更恰当地说是可预期的。 “对于弱小者,作战由他们自己决定”。这位作为良善之人的哲学家并不是劝你与弱小者作战,而是说:只有当他们开始对付你时,才与他们作战。 “并且必须守卫适宜的地点”;或是指那些缺乏防备、需要看守的地点,或是更恰当地说,指那些能帮助你的地点,例如许多人俗称为关隘的地点,以及如凯尔基拉的山巅卫城那样的地点,以免敌人预先占领此类地方,从坚固的避难所出击,成为给你带来无数损害的元凶。 “通过改造它们”,即将辩证术和修辞学改造为基础的、亦即确定的某些事物的科学,而不仅是单纯言辞的科学;因为辩证术和修辞学是共通言辞的提供者。因此,让我们以分析的方式这样来谈论修辞学,把剩下的考察留给政治学;因为充分谈论所有这些事情属于政治学的职责。 “以便也与这些人订立条约”。他说,把强于我们的人,以及由于粮食丰富而对我们有用的人(如沿海居民)作为朋友是合适的。而“条约”指的是誓言、人质、和平协定和友谊。 “并且由于政制所特有的事物”。被毁灭的事物不仅被其对立面毁灭,也被其自身特有的事物毁灭;正如火不仅被水熄灭而毁灭,而且也被其自身所毁灭,如同在闷炉中衰亡一样。同样,民主制也被其对立面(即君主制)毁灭,但也被其自身的强化所毁灭;因为如果粗俗之辈和市井之徒完全统治一切,最优秀的人就会感到痛心,或许会掌控城邦,从而产生贵族制,而民主制则被废除。因此,被毁灭的事物既被其自身的过度毁灭,也被其自身的不足毁灭。而最优秀的政制要么是王制,要么是王制、民主制与贵族制并存的那种〔政制〕;因为国王进行统治,但最优秀的男子明智并提出有利的建议,在他身旁共同掌权。但在那里也可以看到民主制;因为在长官身旁有某种阶层共同掌权并治理城邦。 “周游世界的记述”。因为有必要周游整个居住区,以便了解所有民族的法律。

语法注2 条
  1. 1.3γένη οὖν τὰ ὑπάλληλα ἄκουσον

    ἄκουσον(“领会”、“听作”)以中性复数宾格 τὰ ὑπάλληλα(“从属的类”)为直接宾语,γένη 则作表语或同位语。针对亚里士多德在前面称之为“种”(εἴδη)而此处称为“类”(γένη)的用词出入,注解者从句法上指示读者将其理解为次级或从属的门类(subaltern genus),即其下仍可划分出具体的种(如指控与申辩)。

  2. 1.4ζητεῖν ἐμὲ ὑμᾶς εἰπεῖν

    依赖非人称动词 δεῖ(Οὐ δεῖ)的双重“宾格加不定式”结构。支配性不定式 ζητεῖν 的逻辑主语是宾格 ὑμᾶς(“你们不应要求”),而依附于 ζητεῖν 的不定式 εἰπεῖν 的逻辑主语则是宾格 ἐμέ(“由我来说明”)。并置的两个宾格代词(ἐμὲ 与 ὑμᾶς)在句法层级上分别隶属于不同的不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg9020.tlg001.humanitext-grc1:268.7-269.32